Septem sapientium convivium

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.

ἐπεὶ δὲ καὶ οὗτος ἔσχεν ὁ λόγος τέλος, ἡ μὲν Εὔμητις ἐξῆλθε μετὰ τῆς Μελίσσης, τοῦ δὲ Περιάνδρου τῷ Χίλωνι προπιόντος εὐμεγέθη κύλικα, τῷ δὲ Βίαντι τοῦ Χίλωνος, Ἄρδαλος ἐπαναστὰς καὶ προσαγορεύσας τὸν Αἴσωπον σὺ δʼ οὐκ ἄν ἔφη διαπέμψαιο δεῦρο τὸ ποτήριον πρὸς ἡμᾶς, ὁρῶν τούτους ὥσπερ τὴν Βαθυκλέους κύλικα

διαπεμπομένους ἀλλήλοις, ἑτέρῳ δὲ μὴ μεταδιδόντας; Καὶ ὁ Αἴσωπος ἀλλʼ οὐ δεῖ[*](οὐ δεῖ Madvigius: οὐδὲ ) τοῦτʼ ἔφη τὸ ποτήριον δημοτικὸν εἶναι· Σόλωνι γὰρ ἔκπαλαι παράκειται μόνῳ. Τὸν οὖν Μνησίφιλον προσαγορεύσας ὁ Πιττακὸς ἠρώτησε τί οὐ πίνει Σόλων ἀλλὰ καταμαρτυρεῖ τῶν ποιημάτων ἐν οἷς γέγραφεν
  1. ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου
  2. [*](Bergk. 2 p. 50)
  3. καὶ Μουσέων, ἃ τίθησʼ ἀνδράσιν εὐφροσύνας
ὑποφθάσας δʼ Ἀνάχαρσις σὲ γάρ , ὦ Πιττακέ, καὶ τὸν σὸν ἐκεῖνον τὸν χαλεπὸν φοβεῖται νόμον, ἐν ᾧ γέγραφας Ἐάν τις ὁτιοῦν μεθύων ἁμάρτῃ, διπλασίαν ἢ τῷ νήφοντι τὴν ζημίαν εἶναι Καὶ ὁ Πιττακός σὺ δὲ γʼ εἶπεν οὕτως ἐξύβρισας εἰς τὸν νόμον, ὥστε πέρυσι παρὰ λίβυτʼ ἀδελφῷ[*](παρὰ Διβουτάδῃ Δελφῷ Madvigius) μεθυσθεὶς ἆθλον αἰτεῖν καὶ στέφανον. τί δʼ οὐκ ἔμελλον ἔφη ὁ Ἀνάχαρσις τῷ πλεῖστον πιόντι προκειμένων ἄθλων πρῶτος μεθυσθεὶς ἀπαιτεῖν τὸ νικητήριον; ἢ διδάξατέ μʼ ὑμεῖς, τί τέλος ἐστὶ τοῦ πολὺν πιεῖν ἄκρατον ἢ τὸ μεθυσθῆναι. τοῦ δὲ Πιττακοῦ γελάσαντος ὁ Αἴσωπος λόγον εἶπε τοιοῦτον· λύκος ἰδὼν ποιμένας ἐσθίοντας ἐν σκηνῇ πρόβατον ἐγγὺς προσελθών ἡλίκος ἂν ἦν ἔφη θόρυβος ὑμῖν, εἰ ἐγὼ τοῦτʼ ἐποίουν. καὶ ὁ Χίλων ὀρθῶς ἔφη Αἴσωπος ἠμύνατο, μικρὸν ἔμπροσθεν ἐπιστομισθεὶς ὑφʼ ἡμῶν, εἶτα νῦν ὁρῶν ἑτέρους τὸν Μνησιφίλου λόγον ὑφηρπακότας· Μνησίφιλος γὰρ τὴν ὑπὲρ
Σόλωνος ἀπόκρισιν καὶ λέγω[*](λέγω W: λέγων ) ὁ Μνησίφιλος εἶπεν εἰδὼς ὅτι Σόλωνι δοκεῖ πάσης τέχνης καὶ δυνάμεως ἀνθρωπίνης τε καὶ θείας ἔργον εἶναι τὸ γιγνόμενον μᾶλλον ἢ διʼ οὗ γίγνεται, καὶ τὸ· τέλος ἢ τὰ πρὸς τό τέλος. ὑφάντης τε γὰρ ἂν οἶμαι χλαμύδα ποιήσαιτο[*](ποιήσαιτο idem: ποιήσαι ) μᾶλλον ἔργον αὑτοῦ καὶ ἱμάτιον ἢ κανόνων διάθεσιν καὶ ἀνέγερσιν ἀγνύθων, χαλκεύς τε κόλλησιν σιδήρου καὶ στόμωσιν πελέκεως μᾶλλον ἤ τι τῶν ἕνεκα τούτου γιγνομένων ἀναγκαίων, οἷον ἀνθράκων ἐκζωπύρησιν ἢ λατύπης παρασκευήν. ἔτι δὲ μᾶλλον ἀρχιτέκτων μέμψαιτʼ ἂν ἡμᾶς ἔργον αὐτοῦ μὴ ναῦν μηδʼ οἰκίαν ἀποφαίνοντας, ἀλλὰ τρυπῆσαι ξύλα καὶ φυρᾶσαι πηλόν· αἱ δὲ Μοῦσαι καὶ παντάπασιν, εἰ νομίζοιμεν αὐτῶν ἔργον εἶναι κιθάραν καὶ αὐλούς, ἀλλὰ μὴ τὸ παιδεύειν τὰ ἤθη καὶ παρηγορεῖν τὰ πάθη τῶν χρωμένων μέλεσι καὶ ἁρμονίαις. οὐκοῦν οὐδὲ τῆς Ἀφροδίτης ἔργον ἐστὶ συνουσία καὶ μῖξις, οὐδὲ τοῦ Διονύσου μέθη καὶ οἶνος, ἀλλʼ ἣν ἐμποιοῦσι διὰ τούτων φιλοφροσύνην καὶ πόθον καὶ ὁμιλίαν ἡμῖν καὶ συνήθειαν πρὸς ἀλλήλους· ταῦτα γὰρ ἔργα θεῖα καλεῖ Σόλων, καὶ ταῦτά φησιν ἀγαπᾶν καὶ διώκειν μάλιστα πρεσβύτης γενόμενος. ἔστι δὲ τῆς μὲν πρὸς γυναῖκας ἀνδρῶν ὁμοφροσύνης καὶ φιλίας δημιουργὸς ἡ Ἀφροδίτη, τοῖς σώμασιν ὑφʼ ἡδονῆς ἅμα συμμιγνύουσα καὶ συντήκουσα τὰς ψυχάς· τοῖς δὲ πολλοῖς καὶ μὴ πάνυ συνήθεσι μηδʼ ἄγαν γνωρίμοις ὁ Διόνυσος ὥσπερ ἐν πυρὶ τῷ οἴνῳ μαλάττων τὰ ἤθη καὶ ἀνυγραίνων
ἀρχήν τινα συγκράσεως πρὸς ἀλλήλους καὶ φιλίας ἐνδίδωσιν. ὅταν δὲ τοιοῦτοι συνέλθωσιν ἄνδρες, οἵους ὁ Περίανδρος ὑμᾶς παρακέκληκεν, οὐδὲν ἔργον ἐστὶν οἶμαι κύλικος οὐδʼ οἰνοχόης, ἀλλʼ αἱ Μοῦσαι καθάπερ κρατῆρα νηφάλιον ἐν μέσῳ προθέμεναι τὸν λόγον, ᾧ πλεῖστον ἡδονῆς ἅμα καὶ παιδιᾶς καὶ σπουδῆς ἔνεστιν, ἐγείρουσι τούτῳ καὶ κατάρδουσι καὶ διαχέουσι τὴν φιλοφροσύνην, ἐῶσαι τὰ πολλὰ τὴν οἰνοχόην ἀτρέμα κεῖσθαι κρητῆρος[*](κρητε͂ρος H: κρατῆρος ) ὕπερθεν, ὅπερ ἀπηγόρευσεν Ἡσίοδος[*](Ἡσίοδος] OD 742) ἐν τοῖς πίνειν μᾶλλον ἢ διαλέγεσθαι δυναμένοις. ἐπεὶ τάς γε[*](γε R: τε ) προπόσεις αὐτάς ἔφη πυνθάνομαι λέγειν τοῖς παλαιοῖς ἐνδεῖν,[*](ἐνδεῖν δαιτρόν scripsi: ἔνδεινον ) δαιτρόν, ὡς Ὅμηρος[*](Ὅμηρος] Δ 262) ἔφη, καὶ μετρητὸν ἑκάστου πίνοντος, εἶθʼ ὥσπερ Αἴας[*](αἴας] λείας Hauptius) μερίδος μεταδιδόντος τῷ πλησίον Εἰπόντος δὲ ταῦτα τοῦ Μνησιφίλου Χερσίας ὁ ποιητής ἀφεῖτο γὰρ ἤδη τῆς αἰτίας καὶ διήλλακτο τῷ Περιάνδρῳ νεωστί, Χίλωνος δεηθέντος ἆρʼ οὖν ἔφη καὶ τοῖς θεοῖς ὁ Ζεύς, ὥσπερ τοῖς ἀριστεῦσιν ὁ Ἀγαμέμνων, μετρητὸν ἐνέχει τὸ ποτόν, ὅτε προύπινον ἀλλήλοις ἑστιώμενοι παρʼ αὐτῷ; Καὶ ὁ Κλεόδωρος σὺ δʼ ὦ Χερσία εἶπεν, εἰ τὴν ἀμβροσίαν τῷ Διὶ πελειάδες τινὲς κομίζουσιν, ὡς ὑμεῖς λέγετε, τὰς Πλαγκτὰς ὑπερπετόμεναι χαλεπῶς καὶ μόλις, οὐ νομίζεις καὶ τὸ νέκταρ αὐτῷ δυσπόριστον εἶναι καὶ σπάνιον, ὥστε φείδεσθαι καὶ παρέχειν ἑκάστῳ τεταμιευμένον;