Conjugalia Praecepta

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

ἡ Ἑρμιόνη δοκεῖ τι λέγειν ἀληθὲς λέγουσα

  1. κακῶν γυναικῶν εἴσοδοί μʼ ἀπώλεσαν
  2. [*](Eurip. Andr. 930)
τοῦτο δʼ οὐχ ἁπλῶς γιγνόμενόν ἐστιν, ἀλλʼ ὅταν αἱ πρὸς τοὺς ἄνδρας διαφοραὶ καὶ ζηλοτυπίαι ταῖς τοιαύταις γυναιξὶ μὴ τὰς θύρας μόνον ἀλλὰ καὶ τὰς ἀκοὰς ἀνοίγωσι τότʼ οὖν δεῖ μάλιστα τὴν νοῦν ἔχουσαν ἀποκλείειν τὰ ὦτα καὶ φυλάττεσθαι τὸν ψιθυρισμόν, ἵνα πῦρ ἐπὶ πῦρ γένηται, καὶ πρόχειρον ἔχειν τὸ τοῦ Φιλίππου. λέγεται γὰρ ἐκεῖνος ὑπὸ τῶν φίλων παροξυνόμενος ἐπὶ τοὺς Ἕλληνας ὡς εὖ πάσχοντας καὶ κακῶς αὐτὸν λέγοντας εἰπεῖν
τί οὖν, ἂν καὶ[*](ἂν καὶ] ἂν H) κακῶς ποιῶμεν αὐτούς; ὅταν οὖν αἱ διαβάλλουσαι λέγωσιν ὅτι λυπεῖ σε φιλοῦσαν ὁ ἀνὴρ καὶ σωφρονοῦσαν, τί οὖν, ἂν φαίης,[*](ἂν φαίης addidi) ἂν καὶ[*](ἂν καὶ] ἂν H) μισεῖν αὐτὸν ἄρξωμαι καὶ ἀδικεῖν;

ὁ τὸν δραπέτην ἰδὼν διὰ χρόνου καὶ διώκων, ὡς κατέφυγε φθάσας εἰς μυλῶνα,[*](μυλῶνα scripsi: μύλωνα ) ποῦ δʼ ἂν ἔφη σὲ μᾶλλον εὑρεῖν ἐβουλήθην ἢ ἐνταῦθα; γυνὴ τοίνυν διὰ ζηλοτυπίαν ἀπόλειψιν γράφουσα καὶ χαλεπῶς ἔχουσα λεγέτω πρὸς ἑαυτὴν ποῦ δʼ ἂν ἡ ζηλοῦσά με μᾶλλον ἡσθείη θεασαμένη καὶ τί ποιοῦσαν ἢ λυπουμένην καὶ στασιάζουσαν πρὸς τὸν ἄνδρα καὶ τὸν οἶκον αὐτὸν καὶ τὸν θάλαμον προϊεμένην;

Ἀθηναῖοι τρεῖς ἀρότους ἱεροὺς ἄγουσι, πρῶτον ἐπὶ Σκίρῳ, τοῦ παλαιοτάτου τῶν σπόρων ὑπόμνημα, δεύτερον ἐν τῇ Ρ̓αρίᾳ, τρίτον ὑπὸ πόλιν[*](πόλιν Basileensis: πέλιν ) τὸν καλούμενον Βουζύγιον. τούτων δὲ πάντων ἱερώτατός[*](ἱερώτερός Madvigius) ἐστιν ὁ γαμήλιος σπόρος καὶ ἄροτος ἐπὶ παίδων τεκνώσει. καλῶς τὴν Ἀφροδίτην ὁ Σοφοκλῆς[*](Σοφοκλῆς Nauck. p. 249) εὔκαρπον Κυθέρειαν προσηγόρευσε. διὸ δεῖ μάλιστα τούτῳ χρῆσθαι μετʼ εὐλαβείας τὸν ἄνδρα καὶ τὴν γυναῖκα, τῶν ἀνιέρων καὶ παρανόμων πρὸς ἑτέρους ἁγνεύοντας ὁμιλιῶν, καὶ μὴ σπείροντας ἐξ ὧν οὐδὲν αὐτοῖς φύεσθαι θέλουσιν ἀλλὰ κἂν γένηται καρπὸς αἰσχύνονται καὶ ἀποκρύπτουσι.

Γοργίου τοῦ ῥήτορος ἀναγνόντος ἐν Ὀλυμπίᾳ λόγον περὶ ὁμονοίας τοῖς Ἕλλησιν ὁ Μελάνθιος[*](Μελάνθιος Xylander: μέλανθος )

οὗτος ἡμῖν ἔφη συμβουλεύει περὶ ὁμονοίας, ὃς αὑτὸν καὶ τὴν γυναῖκα καὶ τὴν θεράπαιναν ἰδίᾳ τρεῖς ὄντας ὁμονοεῖν οὐ πέπεικεν ἦν γὰρ ὡς ἔοικέ τις ἔρως τοῦ Γοργίου καὶ ζηλοτυπία τῆς γυναικὸς πρὸς τὸ θεραπαινίδιον. εὖ τοίνυν ἡρμοσμένον τὸν οἶκον εἶναι δεῖ τῷ μέλλοντι ἁρμόζεσθαι πόλιν καὶ ἀγορὰν καὶ φίλους· μᾶλλον γὰρ ἔοικε τὰ τῶν γυναικῶν ἢ τὰ πρὸς γυναῖκας ἁμαρτήματα λανθάνειν τοὺς πολλούς.

εἰ καθάπερ τὸν αἴλουρον ὀσμῇ μύρων ἐκταράττεσθαι καὶ μαίνεσθαι λέγουσιν , οὕτω τὰς γυναῖκας ἀγριαίνειν καὶ παραφρονεῖν ὑπὸ μύρων συνέβαινε , δεινὸν ἦν μὴ ἀπέχεσθαι μύρου τοὺς ἄνδρας, ἀλλὰ διʼ ἡδονὴν αὑτῶν βραχεῖαν οὕτω κακουμένας περιορᾶν. ἐπεὶ τοίνυν ταῦτα πάσχουσιν οὐ μυριζομένων τῶν ἀνδρῶν ἀλλὰ συγγιγνομένων ἑτέραις, ἄδικόν ἐστιν ἡδονῆς ἕνεκα μικρᾶς ἐπὶ τοσοῦτο[*](τοσοῦτο R: τοσούτῳ ) λυπεῖν καὶ συνταράττειν τὰς γυναῖκας καὶ μή, καθάπερ ταῖς μελίτταις ὅτι[*](ὅτι] αἵ H) δοκοῦσι δυσχεραίνειν καὶ μάχεσθαι τοῖς μετὰ γυναικῶν γενομένοις, ἁγνοὺς καὶ καθαρεύοντας ἑτέρων συνουσίας προσιέναι ταῖς γυναιξίν.

οἱ προσιόντες ἐλέφασιν ἐσθῆτα λαμπρὰν οὐ λαμβάνουσιν, οὐδὲ φοινικίδας οἱ ταύροις· διαγριαίνεται γὰρ ὑπὸ τῶν χρωμάτων τούτων μάλιστα τὰ ζῷα· τὰς δὲ τίγρεις φασὶ περιτυμπανιζομένας ἐκμαίνεσθαι παντάπασι καὶ διασπᾶν ἑαυτάς. ἐπεὶ τοίνυν καὶ τῶν ἀνδρῶν οἱ μὲν ἐσθῆτας κοκκίνας;

καὶ πορφυρᾶς ὁρῶντες δυσανασχετοῦσιν, οἱ δὲ κυμβάλοις καὶ τυμπάνοις ἄχθονται, τί δεινὸν ἀπέχεσθαι τούτων τὰς γυναῖκας καὶ μὴ ταράττειν μηδὲ παροξύνειν τοὺς ἄνδρας, ἀλλὰ συνεῖναι μετʼ εὐσταθείας καὶ πραότητος;

γυνή τις πρὸς τὸν Φίλιππον ἄκουσαν ἐφελκόμενον αὐτὴν ἄφες μʼ εἶπε· πᾶσα γυνὴ τοῦ λύχνου ἀρθέντος ἡ αὐτή ἐστι. τοῦτο πρὸς τοὺς μοιχικοὺς καὶ ἀκολάστους εἴρηται καλῶς, τὴν δὲ γαμετὴν δεῖ μάλιστα τοῦ φωτὸς ἀρθέντος εἶναι μὴ τὴν αὐτὴν ταῖς τυχούσαις γυναιξίν, ἀλλὰ φαίνεσθαι τοῦ σώματος μὴ βλεπομένου τὸ σῶφρον αὐτῆς καὶ ἴδιον τῷ ἀνδρὶ καὶ τεταγμένον[*](ὑποτεταγμένον R) καὶ φιλόστοργον.

ὁ Πλάτων[*](Πλάτων] Legg. p. 729) τοῖς πρεσβύταις μᾶλλον παρῄνει αἰσχύνεσθαι τοὺς νέους, ἵνα κἀκεῖνοι πρὸς αὐτοὺς αἰδημόνως ἔχωσιν· ὅπου γὰρ ἀναισχυντοῦσι γέροντες, οὐδεμίαν αἰδῶ τοῖς νέοις οὐδʼ εὐλάβειαν ἐγγίγνεσθαι. τούτου δεῖ μεμνημένον τὸν ἄνδρα μηδένα μᾶλλον αἰδεῖσθαι τῆς γυναικός, ὡς τὸν θάλαμον αὐτῇ διδασκαλεῖον εὐταξίας ἢ ἀκολασίας γενησόμενον. ὁ δὲ τῶν αὐτῶν ἡδονῶν αὐτὸς μὲν ἀπολαύων ἐκείνην δʼ ἀποτρέπων οὐδὲν διαφέρει τοῦ κελεύοντος διαμάχεσθαι τὴν γυναῖκα πρὸς τοὺς πολεμίους, οἷς αὐτὸς ἑαυτὸν παρέδωκε.

περὶ δὲ φιλοκοσμίας σὺ μέν, ὦ Εὐρυδίκη, τὰ πρὸς Ἀρίστυλλαν ὑπὸ Τιμοξένας γεγραμμένα ἀναγνοῦσα πειρῶ διαμνημονεύειν σὺ δέ, ὦ Πολλιανέ, μὴ νόμιζε περιεργίας ἀφέξεσθαι τὴν γυναῖκα καὶ

πολυτελείας, ἂν ὁρᾷ σε μὴ καταφρονοῦντα τούτων ἐν ἑτέροις, ἀλλὰ καὶ χαίροντα χρυσώσεσιν ἐκπωμάτων καὶ γραφαῖς οἰκηματίων καὶ χλίδωσιν[*](χλίδωσιν Stephanus χλιδώσεσιν ) ἡμιόνων καὶ ἵππων περιδεραίοις. οὐ γὰρ ἔστιν ἐξελάσαι τῆς γυναικωνίτιδος ἐν μέσῃ τῇ ἀνδρωνίτιδι τὴν πολυτέλειαν ἀναστρεφομένην. καὶ σὺ μὲν ὥραν ἔχων ἤδη φιλοσοφεῖν τοῖς μετʼ ἀποδείξεως καὶ κατασκευῆς λεγομένοις ἐπικόσμει τὸ ἦθος, ἐντυγχάνων καὶ πλησιάζων τοῖς ὠφελοῦσι· τῇ γυναικὶ πανταχόθεν τὸ χρήσιμον συνάγων ὥσπερ αἱ μέλιτται καὶ φέρων αὐτὸς ἐν σεαυτῷ μεταδίδου καὶ προσδιαλέγου, φίλους αὐτῇ ποιῶν καὶ συνήθεις τῶν λόγων τοὺς ἀρίστους. πατὴρ[*](πατὴρ] Homer. Z 429) μὲν γάρ ἐσσι αὐτῇ καὶ πότνια μήτηρ ἠδὲ κασίγνητος οὐχ ἧττον σεμνὸν ἀκοῦσαι γαμετῆς λεγούσης ἄνερ, ἀτὰρ σὺ μοί ἐσσι καθηγητὴς καὶ φιλόσοφος καὶ διδάσκαλος τῶν καλλίστων καὶ θειοτάτων, τὰ τοιαῦτα μαθήματα πρῶτον ἀφίστησι τῶν ἀτόπων τὰς γυναῖκας· αἰσχυνθήσεται γὰρ ὀρχεῖσθαι γυνὴ γεωμετρεῖν μανθάνουσα, καὶ φαρμάκων ἐπῳδὰς οὐ προσδέξεται τοῖς Πλάτωνος ἐπᾳδομένη λόγοις καὶ τοῖς Ξενοφῶντος. ἂν δέ τις ἐπαγγέλληται καθαιρεῖν τὴν σελήνην, γελάσεται τὴν ἀμαθίαν καὶ τὴν ἀβελτερίαν τῶν ταῦτα πειθομένων γυναικῶν, ἀστρολογίας ἀνηκόως ἔχουσα καὶ περὶ Ἀγλαονίκης[*](Ἀγλαονίκης R: ἀγανίκης ) ἀκηκουῖα τῆς Ἡγήτορος τοῦ Θεσσαλοῦ θυγατρὸς ὅτι τῶν ἐκλειπτικῶν ἔμπειρος οὖσα πανσελήνων καὶ
προειδυῖα τὸν χρόνον, ἐν ᾧ συμβαίνει τὴν σελήνην ὑπὸ τῆς σκιᾶς ἁλίσκεσθαι, παρεκρούετο καὶ συνέπειθε τὰς γυναῖκας ὡς αὐτὴ καθαιροῦσα τὴν σελήνην. παιδίον μὲν γὰρ οὐδεμία ποτὲ γυνὴ λέγεται ποιῆσαι[*](ποιῆσαι] κυῆσαι W) δίχα κοινωνίας ἀνδρός, τὰ δʼ ἄμορφα κυήματα καὶ σαρκοειδῆ καὶ σύστασιν ἐν ἑαυτοῖς[*](ἑαυτοῖς] cf. Vit. Cleom. c. 39) ἐκ διαφθορᾶς λαμβάνοντα μύλας καλοῦσι. τοῦτο δὴ φυλακτέον ἐν ταῖς ψυχαῖς γίγνεσθαι τῶν γυναικῶν. ἂν γὰρ λόγων χρηστῶν σπέρματα μὴ δέχωνται μηδὲ κοινωνῶσι παιδείας· τοῖς ἀνδράσιν, αὐταὶ καθʼ αὑτὰς ἄτοπα πολλὰ καὶ φαῦλα βουλεύματα καὶ πάθη κυοῦσι. σὺ δʼ ὦ Εὐρυδίκη μάλιστα πειρῶ τοῖς τῶν σοφῶν καὶ ἀγαθῶν ἀποφθέγμασιν ὁμιλεῖν καὶ διὰ στόματος ἀεὶ τὰς φωνὰς ἔχειν ἐκείνας ὧν καὶ παρθένος οὖσα παρʼ ἡμῖν ἀνελάμβανες, ὅπως εὐφραίνῃς μὲν τὸν ἄνδρα, θαυμάζῃ δʼ ὑπὸ τῶν ἄλλων γυναικῶν, οὕτω κοσμουμένη περιττῶς καὶ σεμνῶς ἀπὸ μηδενός. τοὺς μὲν γὰρ τῆσδε τῆς πλουσίας μαργαρίτας καὶ τὰ τῆσδε τῆς ξένης σηρικὰ λαβεῖν οὐκ ἔστιν οὐδὲ περιθέσθαι μὴ πολλοῦ πριαμένην, τὰ δὲ Θεανοῦς κόσμια καὶ Κλεοβουλίνης καὶ Γοργοῦς τῆς Λεωνίδου γυναικὸς καὶ Τιμοκλείας τῆς Θεαγένους ἀδελφῆς καὶ Κλαυδίας τῆς παλαιᾶς, καὶ Κορνηλίας τῆς Σκιπίωνος καὶ ὅσαι ἐγένοντο θαυμασταὶ καὶ περιβόητοι, ταῦτα δʼ ἔξεστι περικειμένην προῖκα καὶ κοσμουμένην αὐτοῖς ἐνδόξως ἅμα βιοῦν καὶ μακαρίως. εἰ γὰρ ἡ Σαπφὼ[*](Σαπφώ] Bergk. 3 p. 111) διὰ τὴν ἐν τοῖς
μέλεσι καλλιγραφίαν ἐφρόνει τηλικοῦτον ὥστε γράψαι πρός τινα πλουσίαν
  1. κατθάνοισα[*](κατθάνοισα p. 646 f: κατθανοῦσα ) δὲ κείσεαι, οὐδέ τις μναμοσύνα σέθεν
  2. ἔσεται· οὐ γὰρ πεδέχεις[*](πεδέχεις ibidem: παῖδʼ ἔχεις ) ῥόδων
  3. τῶν ἐκ Πιερίας
, πῶς οὐχί σοι μᾶλλον ἐξέσται μέγα φρονεῖν ἐφʼ ἑαυτῇ καὶ λαμπρόν, ἂν μὴ τῶν ῥόδων ἀλλὰ καὶ τῶν καρπῶν μετέχῃς, ὧν αἱ Μοῦσαι φέρουσι καὶ χαρίζονται τοῖς παιδείαν καὶ φιλοσοφίαν θαυμάζουσιν;