Conjugalia Praecepta
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
ἡ Ἑρμιόνη δοκεῖ τι λέγειν ἀληθὲς λέγουσα
τοῦτο δʼ οὐχ ἁπλῶς γιγνόμενόν ἐστιν, ἀλλʼ ὅταν αἱ πρὸς τοὺς ἄνδρας διαφοραὶ καὶ ζηλοτυπίαι ταῖς τοιαύταις γυναιξὶ μὴ τὰς θύρας μόνον ἀλλὰ καὶ τὰς ἀκοὰς ἀνοίγωσι τότʼ οὖν δεῖ μάλιστα τὴν νοῦν ἔχουσαν ἀποκλείειν τὰ ὦτα καὶ φυλάττεσθαι τὸν ψιθυρισμόν, ἵνα πῦρ ἐπὶ πῦρ γένηται, καὶ πρόχειρον ἔχειν τὸ τοῦ Φιλίππου. λέγεται γὰρ ἐκεῖνος ὑπὸ τῶν φίλων παροξυνόμενος ἐπὶ τοὺς Ἕλληνας ὡς εὖ πάσχοντας καὶ κακῶς αὐτὸν λέγοντας εἰπεῖν τί οὖν, ἂν καὶ[*](ἂν καὶ] ἂν H) κακῶς ποιῶμεν αὐτούς; ὅταν οὖν αἱ διαβάλλουσαι λέγωσιν ὅτι λυπεῖ σε φιλοῦσαν ὁ ἀνὴρ καὶ σωφρονοῦσαν, τί οὖν, ἂν φαίης,[*](ἂν φαίης addidi) ἂν καὶ[*](ἂν καὶ] ἂν H) μισεῖν αὐτὸν ἄρξωμαι καὶ ἀδικεῖν;
- κακῶν γυναικῶν εἴσοδοί μʼ ἀπώλεσαν
[*](Eurip. Andr. 930)