Conjugalia Praecepta

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

τοὺς υἱοὺς δοκοῦσι μᾶλλον ἀγαπᾶν αἱ μητέρες ὡς δυναμένους αὐταῖς βοηθεῖν, οἱ δὲ πατέρες τὰς θυγατέρας ὡς δεομένας αὐτῶν βοηθούντων ἴσως δὲ καὶ τιμῇ τῇ πρὸς ἀλλήλους ὁ ἕτερος τὸ μᾶλλον οἰκεῖον τῷ ἑτέρῳ βούλεται μᾶλλον ἀσπαζόμενος καὶ ἀγαπῶν φανερὸς εἶναι. καὶ τοῦτο μὲν ἴσως ἀδιάφορόν[*](ἀδιαφορον Meziriacus: διάφορον ) ἐστιν, ἐκεῖνο δʼ ἀστεῖον, ἂν ἡ γυνὴ μᾶλλον ἀποκλίνασα τῇ τιμῇ πρὸς τοὺς γονεῖς τοῦ ἀνδρὸς ἢ τοὺς ἑαυτῆς βλέπηται, κἄν τι λυπῆται, πρὸς ἐκείνους ἀναφέρουσα, τοὺς δʼ ἑαυτῆς[*](δʼ ἑαυτῆς scripsi: δὲ αὑτῆς ) λανθάνουσα. ποιεῖ γὰρ τὸ πιστεύειν δοκεῖν πιστεύεσθαι, καὶ τὸ φιλεῖν φιλεῖσθαι.

τοῖς περὶ τὸν Κῦρον Ἕλλησι παρήγγειλαν οἱ στρατηγοὶ τοὺς πολεμίους, ἂν μὲν βοῶντες ἐπίωσι, δέχεσθαι μετὰ σιωπῆς, ἂν δʼ ἐκεῖνοι σιωπῶσιν αὐτοὺς μετὰ βοῆς ἀντεξελαύνειν. αἱ δὲ νοῦν ἔχουσαι γυναῖκες ἐν ταῖς ὀργαῖς τῶν ἀνδρῶν κεκραγότων μὲν ἡσυχάζουσι, σιωπῶντας δὲ προσλαλοῦσαι καὶ παραμυθούμεναι καταπραΰνουσιν.

ὀρθῶς ὁ Εὐριπίδης[*](Εὐριπίδης] Med. 190) αἰτιᾶται τοὺς τῇ λύρᾳ χρωμένους παρʼ οἶνον· ἔδει γὰρ ἐπὶ τὰς ὀργὰς καὶ τὰ πένθη μᾶλλον τὴν μουσικὴν παρακαλεῖν ἢ προσεκλύειν τοὺς ἐν ταῖς ἡδοναῖς ὄντας. νομίζετε οὖν ὑμεῖς ἁμαρτάνειν τοὺς ἡδονῆς ἕνεκα συγκαθεύδοντας ἀλλήλοις ὅταν δʼ ἐν ὀργῇ τινι γένωνται καὶ

διαφορᾷ, χωρὶς ἀναπαυομένους καὶ μὴ τότε μάλιστα τὴν Ἀφροδίτην παρακαλοῦντας, ἰατρὸν οὖσαν τῶν τοιούτων ἀρίστην. ὥς που καὶ ὁ ποιητὴς[*](ὁ ποιητὴς] Ξ 206. 209) διδάσκει, τὴν Ἥραν ποιῶν λέγουσαν
  1. καὶ σφʼ ἄκριτα νείκεα λύσω
  2. εἰς εὐνὴν ἀνέσασα ὁμωθῆναι φιλότητι

ἀεὶ μὲν δεῖ καὶ πανταχοῦ φεύγειν τὸ προσκρούειν τῷ ἀνδρὶ τὴν γυναῖκα καὶ τῇ γυναικὶ τὸν ἄνδρα, μάλιστα δὲ φυλάττεσθαι τοῦτο ποιεῖν ἐν τῷ συναναπαύεσθαι καὶ συγκαθεύδειν. ἡ μὲν γὰρ ὠδίνουσα καὶ[*](καὶ del Madvigius) δυσφοροῦσα πρὸς τοὺς κατακλίνοντας αὐτὴν ἔλεγε πῶς δʼ ἂν ἡ κλίνη ταῦτα θεραπεύσειεν οἷς ἐπὶ τῆς κλίνης περιέπεσον; ἃς δʼ ἡ κλίνη γεννᾷ διαφορὰς καὶ λοιδορίας καὶ ὀργάς, οὐ ῥᾴδιόν ἐστιν ἐν ἄλλῳ τόπῳ καὶ χρόνῳ διαλυθῆναι.