Conjugalia Praecepta
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
ταῖς Λυσάνδρου θυγατράσιν ὁ τύραννος ὁ Σικελικὸς ἱμάτια καὶ πλόκια τῶν πολυτελῶν ἔπεμψεν ὁ δὲ Λύσανδρος οὐκ ἔλαβεν εἰπών ταῦτα τὰ κόσμια καταισχυνεῖ μου μᾶλλον ἢ κοσμήσει τὰς θυγατέρας. πρότερος δὲ Λυσάνδρου Σοφοκλῆς[*](Σοφοκλῆς] Bauck. p. 249) τοῦτʼ εἶπεν
κόσμος γάρ ἐστιν, ὡς ἔλεγε Κράτης, τὸ κοσμοῦν κοσμεῖ δὲ τὸ κοσμιωτέραν τὴν γυναῖκα ποιοῦν. ποιεῖ δὲ τοιαύτην οὔτε χρυσὸς οὔτε σμάραγδος οὔτε κόκκος, ἀλλʼ ὅσα σεμνότητος εὐταξίας αἰδοῦς ἔμφασιν περιτίθησιν.
- οὐ κόσμος, οὔκ, ὦ τλῆμον, ἀλλʼ ἀκοσμία
- φαίνοιτʼ ἂν εἶναι σῶν τε μαργότης φρενῶν