Conjugalia Praecepta

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

ὁ Ῥωμαῖος ὑπὸ τῶν φίλων νουθετούμενος ὅτι σώφρονα γυναῖκα καὶ πλουσίαν καὶ ὡραίαν ἀπεπέμψατο, τὸν κάλτιον[*](κάλτιον impressi: κάλπιον ) αὐτοῖς προτείνας; καὶ γὰρ οὗτος ἔφη καλὸς ἰδεῖν καὶ καινός, ἀλλʼ οὐδεὶς οἶδεν ὅπου με θλίβει. δεῖ τοίνυν μὴ προικὶ μηδὲ γένει μηδὲ κάλλει τὴν γυναῖκα πιστεύειν, ἀλλʼ ἐν οἷς ἅπτεται μάλιστα τοῦ ἀνδρός, ὁμιλίᾳ τε καὶ ἤθει καὶ συμπεριφορᾷ, ταῦτα μὴ σκληρὰ μηδʼ ἀνιῶντα καθʼ ἡμέραν ἀλλʼ εὐάρμοστα καὶ ἄλυπα καὶ προσφιλῆ παρέχειν. ὥσπερ γὰρ οἱ ἰατροὶ τοὺς ἐξ αἰτιῶν ἀδήλων καὶ κατὰ μικρὸν συλλεγομένων γεννωμένους

πυρετοὺς μᾶλλον δεδοίκασιν ἢ τοὺς ἐμφανεῖς καὶ μεγάλας προφάσεις ἔχοντας, οὕτω τὰ λανθάνοντα τοὺς πολλοὺς μικρὰ καὶ συνεχῆ καὶ καθημερινὰ προσκρούματα γυναικὸς καὶ ἀνδρὸς μᾶλλον διίστησι καὶ λυμαίνεται τὴν συμβίωσιν.

ὁ βασιλεὺς Φίλιππος ἤρα Θεσσαλῆς γυναικὸς αἰτίαν ἐχούσης καταφαρμακεύειν αὐτόν. ἐσπούδασεν οὖν ἡ Ὀλυμπιὰς λαβεῖν τὴν ἄνθρωπον ὑποχείριον. ὡς δʼ εἰς ὄψιν ἐλθοῦσα τὸ τʼ εἶδος εὐπρεπὴς ἐφάνη καὶ διελέχθη πρὸς αὐτὴν οὐκ ἀγεννῶς οὐδʼ ἀσυνέτως, χαιρέτωσαν εἶπεν ἡ Ὀλυμπιάς αἱ διαβολαί σὺ γὰρ ἐν σεαυτῇ τὰ φάρμακα ἔχεις. ἄμαχον οὖν τι γίγνεται πρᾶγμα γαμετὴ γυνὴ καὶ νόμιμος, ἂν ἐν αὑτῇ πάντα θεμένη, καὶ προῖκα καὶ γένος καὶ φάρμακα καὶ τὸν κεστὸν αὐτόν, ἤθει καὶ ἀρετῇ κατεργάσηται τὴν εὔνοιαν.

πάλιν ἡ Ὀλυμπιάς, αὐλικοῦ τινος νεανίσκου γήμαντος εὐπρεπῆ γυναῖκα κακῶς ἀκούουσαν, οὗτος εἶπεν οὐκ ἔχει λογισμόν· οὐ γὰρ ἂν τοῖς ὀφθαλμοῖς ἔγημε δεῖ δὲ μὴ τοῖς ὄμμασι γαμεῖν δὲ τοῖς δακτύλοις, ὥσπερ ἔνιοι ψηφίσαντες πόσα φέρουσαν λαμβάνουσιν, οὐ κρίναντες πῶς συμβιωσομένην.

ὁ Σωκράτης ἐκέλευε τῶν ἐσοπτριζομένων νεανίσκων τοὺς μὲν αἰσχροὺς ἐπανορθοῦσθαι τῇ ἀρετῇ, τοὺς δὲ καλοὺς μὴ καταισχύνειν τῇ κακίᾳ τὸ εἶδος. καλὸν οὖν καὶ τὴν οἰκοδέσποιναν, ὅταν ἐν ταῖς χερσὶν ἔχῃ τὸ ἔσοπτρον, αὐτὴν ἐν ἑαυτῇ διαλαλεῖν, τὴν μὲν αἰσχρὰν τί οὖν, ἂν μὴ σώφρων

γένωμαι; τὴν δὲ καλὴν τί οὖν, ἂν καὶ σώφρων γένωμαι; τῇ γὰρ αἰσχρᾷ σεμνότερον[*](σεμνότερον scripsi: σεμνὸν ) εἰ φιλεῖται διὰ τὸ ἦθος ἢ τὸ κάλλος.

ταῖς Λυσάνδρου θυγατράσιν ὁ τύραννος ὁ Σικελικὸς ἱμάτια καὶ πλόκια τῶν πολυτελῶν ἔπεμψεν ὁ δὲ Λύσανδρος οὐκ ἔλαβεν εἰπών ταῦτα τὰ κόσμια καταισχυνεῖ μου μᾶλλον ἢ κοσμήσει τὰς θυγατέρας. πρότερος δὲ Λυσάνδρου Σοφοκλῆς[*](Σοφοκλῆς] Bauck. p. 249) τοῦτʼ εἶπεν

  1. οὐ κόσμος, οὔκ, ὦ τλῆμον, ἀλλʼ ἀκοσμία
  2. φαίνοιτʼ ἂν εἶναι σῶν τε μαργότης φρενῶν
κόσμος γάρ ἐστιν, ὡς ἔλεγε Κράτης, τὸ κοσμοῦν κοσμεῖ δὲ τὸ κοσμιωτέραν τὴν γυναῖκα ποιοῦν. ποιεῖ δὲ τοιαύτην οὔτε χρυσὸς οὔτε σμάραγδος οὔτε κόκκος, ἀλλʼ ὅσα σεμνότητος εὐταξίας αἰδοῦς ἔμφασιν περιτίθησιν.

οἱ τῇ γαμηλίᾳ θύοντες Ἥρᾳ τὴν χολὴν οὐ συγκαθαγίζουσι τοῖς ἄλλοις ἱεροῖς, ἀλλʼ ἐξελόντες ἔρριψαν παρὰ τὸν βωμόν, αἰνιττομένου τοῦ νομοθέτου τὸ μηδέποτε δεῖν χολὴν μηδʼ ὀργὴν γάμῳ παρεῖναι. δεῖ γὰρ εἶναι τῆς οἰκοδεσποίνης ὥσπερ οἴνου τὸ αὐστηρὸν ὠφέλιμον καὶ ἡδύ, μὴ πικρὸν ὥσπερ ἀλόης μηδὲ φαρμακῶδες

ὁ Πλάτων τῷ Ξενοκράτει βαρυτέρῳ τὸ ἦθος ὄντι τἄλλα δὲ καλῷ κἀγαθῷ παρεκελεύετο θύειν ταῖς Χάρισιν. οἶμαι δὴ καὶ τῇ σώφρονι μάλιστα δεῖν πρὸς τὸν ἄνδρα χαρίτων, ἵνʼ, ὡς ἔλεγε

Μητρόδωρος, ἡδέως συνοικῇ καὶ μὴ ὀργιζομένη ὅτι σωφρονεῖ δεῖ γὰρ μήτε τὴν εὐτελῆ καθαριότητος ἀμελεῖν μήτε τὴν φίλανδρον φιλοφροσύνης ποιεῖ γὰρ ἡ χαλεπότης ἀηδῆ τὴν εὐταξίαν τῆς γυναικός ὥσπερ ἡ ῥυπαρία τὴν ἀφέλειαν,

ἡ φοβουμένη γελάσαι πρὸς τὸν ἄνδρα καὶ παῖξαί[*](παῖξαι W: πρᾶξαι ) τι , μὴ φανῇ θρασεῖα καὶ ἀκόλαστος, οὐδὲν διαφέρει τῆς ἵνα μὴ δοκῇ μυρίζεσθαι τὴν κεφαλὴν μηδʼ ἀλειφομένης, καὶ ἵνα μὴ φυκοῦσθαι τὸ πρόσωπον νιπτομένης;. ὁρῶμεν δὲ καὶ ποιητὰς καὶ ῥήτορας, ὅσοι φεύγουσι τὸ περὶ τὴν λέξιν ὀχλικὸν καὶ ἀνελεύθερον καὶ κακόζηλον, τοῖς πράγμασι καὶ ταῖς οἰκονομίαις καὶ τοῖς ἤθεσιν ἄγειν καὶ κινεῖν τὸν ἀκροατὴν φιλοτεχνοῦντας. διὸ δεῖ καὶ τὴν οἰκοδέσποιναν ὅτι πᾶν τὸ περιττὸν καὶ ἑταιρικὸν καὶ πανηγυρικόν, εὖ ποιοῦσα, φεύγει καὶ παραιτεῖται, μᾶλλον φιλοτεχνεῖν ἐν ταῖς ἠθικαῖς καὶ βιωτικαῖς χάρισι πρὸς τὸν ἄνδρα, τῷ καλῷ μεθʼ ἡδονῆς συνεθίζουσαν αὐτόν; ἂν δʼ ἄρα φύσει τις αὐστηρὰ καὶ ἄκρατος γένηται καὶ ἀνήδυντος, εὐγνωμονεῖν δεῖ τὸν ἄνδρα, καὶ καθάπερ ὁ Φωκίων, τοῦ Ἀντιπάτρου πρᾶξιν αὐτῷ προστάττοντος οὐ καλὴν οὐδὲ πρέπουσαν, εἶπεν οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι, οὕτω λογίζεσθαι περὶ τῆς σώφρονος καὶ αὐστηρᾶς γυναικὸς οὐ δύναμαι αὐτῇ καὶ ὡς γαμετῇ καὶ ὡς ἑταίρᾳ συνεῖναι

ταῖς Αἰγυπτίαις ὑποδήμασι χρῆσθαι πάτριον οὐκ ἦν, ὅπως ἐν οἴκῳ διημερεύωσι. τῶν δὲ

πλείστων γυναικῶν ἂν ὑποδήματα διάχρυσα περιέλῃς καὶ ψέλλια καὶ περισκελίδας καὶ πορφύραν καὶ μαργαρίτας, ἔνδον μένουσιν.[*](μενοῦσιν Duebnerus: μένουσιν )