Conjugalia Praecepta
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
ὁ Ῥωμαῖος ὑπὸ τῶν φίλων νουθετούμενος ὅτι σώφρονα γυναῖκα καὶ πλουσίαν καὶ ὡραίαν ἀπεπέμψατο, τὸν κάλτιον[*](κάλτιον impressi: κάλπιον ) αὐτοῖς προτείνας; καὶ γὰρ οὗτος ἔφη καλὸς ἰδεῖν καὶ καινός, ἀλλʼ οὐδεὶς οἶδεν ὅπου με θλίβει. δεῖ τοίνυν μὴ προικὶ μηδὲ γένει μηδὲ κάλλει τὴν γυναῖκα πιστεύειν, ἀλλʼ ἐν οἷς ἅπτεται μάλιστα τοῦ ἀνδρός, ὁμιλίᾳ τε καὶ ἤθει καὶ συμπεριφορᾷ, ταῦτα μὴ σκληρὰ μηδʼ ἀνιῶντα καθʼ ἡμέραν ἀλλʼ εὐάρμοστα καὶ ἄλυπα καὶ προσφιλῆ παρέχειν. ὥσπερ γὰρ οἱ ἰατροὶ τοὺς ἐξ αἰτιῶν ἀδήλων καὶ κατὰ μικρὸν συλλεγομένων γεννωμένους
πυρετοὺς μᾶλλον δεδοίκασιν ἢ τοὺς ἐμφανεῖς καὶ μεγάλας προφάσεις ἔχοντας, οὕτω τὰ λανθάνοντα τοὺς πολλοὺς μικρὰ καὶ συνεχῆ καὶ καθημερινὰ προσκρούματα γυναικὸς καὶ ἀνδρὸς μᾶλλον διίστησι καὶ λυμαίνεται τὴν συμβίωσιν.