Conjugalia Praecepta
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
ὥσπερ ἐσόπτρου κατεσκευασμένου χρυσῷ καὶ λίθοις ὄφελος οὐδέν ἐστιν, εἰ μὴ δείκνυσι τὴν μορφὴν ὁμοίαν, οὕτως οὐδὲ πλουσίας γαμετῆς ὄνησις, εἰ μὴ παρέχει τὸν βίον ὅμοιον τῷ ἀνδρὶ καὶ σύμφωνον τὸ ἦθος. εἰ χαίροντος μὲν εἰκόνα σκυθρωπὴν ἀποδίδωσι τὸ ἔσοπτρον, ἀχθομένου δὲ καὶ σκυθρωπάζοντας ἱλαρὰν καὶ σεσηρυῖαν, ἡμαρτημένον ἐστὶ καὶ φαῦλον. οὐκοῦν καὶ γυνὴ φαῦλος καὶ ἄκαιρος ἡ παίζειν μὲν ὡρμημένου καὶ φιλοφρονεῖσθαι τοῦ ἀνδρὸς ἐσκυθρωπακυῖα, σπουδάζοντος δὲ παίζουσα καὶ γελῶσα· τὸ μὲν γὰρ ἀηδίας, τὸ δʼ ὀλιγωρίας. δεῖ δέ, ὥσπερ οἱ γεωμέτραι λέγουσι τὰς
γραμμὰς καὶ τὰς ἐπιφανείας οὐ κινεῖσθαι καθʼ ἑαυτὰς ἀλλὰ συγκινεῖσθαι τοῖς σώμασιν, οὕτω τὴν γυναῖκα μηδὲν ἴδιον πάθος ἔχειν, ἀλλὰ κοινωνεῖν τῷ ἀνδρὶ καὶ σπουδῆς καὶ παιδιᾶς καὶ συννοίας καὶ γέλωτος.