De tuenda sanitate praecepta

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Bernardakis, Gregorius N., editor; Leipzig: Teubner, 1888.

ΜΟΣΧΙΩΝ. σὺ δὴ Γλαῦκον χθές, ὦ Ζεύξιππε, τὸν ἰατρὸν ἀπετρίψω συμφιλοσοφεῖν ὑμῖν βουλόμενον.

ΖΕΥΞΙΠΠΟΣ. οὔτʼ ἀπετριψάμην,[*](ἀπετρίψω - ἀπετριψάμην Cobetus: ἀπετρέψω - ἀπετρεψάμην ) ὦ φίλε Μοσχίων, οὔτʼ ἐβούλετο συμφιλοσοφεῖν ἐκεῖνος, ἀλλʼ ἔφυγον καὶ ἐφοβήθην λαβὴν φιλομαχοῦντι παρασχεῖν. ἐν μὲν γὰρ ἰατρικῇ καθʼ Ὅμηρον[*](Ὅμηρον] Λ 515) ὁ ἀνὴρ

  1. πολλῶν ἀντάξιος ἄλλων
οὐκ εὐμενὴς δὲ πρὸς φιλοσοφίαν, ἀλλʼ ἀεί τι τραχὺ καὶ δύσκολον ἔχων ἐν τοῖς λόγοις. καὶ νῦν ἐναντίος ἐφʼ ἡμᾶς ἐχώρει, βοῶν ἔτι πρόσωθεν οὐ μικρὸν οὐδʼ ἐπιεικὲς ἔργον ἡμῖν σύγχυσιν ὅρων τετολμῆσθαι, διαλεχθεῖσι περὶ διαίτης ὑγιεινῆς. χωρίς[*](χωρὶς] Nauck. p. 725) γὰρ ἔφη τὰ φιλοσόφων καὶ ἰατρῶν ὥσπερ τινῶν Μυσῶν καὶ Φρυγῶν ὁρίσματα, καί τινα τῶν οὐ μετὰ σπουδῆς, οὐ μὴν ἀχρήστως εἰρημένων παρʼ ἡμῶν διὰ στόματος ἔχων ἐσπάραττεν.

ΜΟΣΧΙΩΝ. ἀλλὰ καὶ τούτων ἔγωγε καὶ τῶν

ἄλλων, ὦ Ζεύξιππε, πρόθυμος ἀκροατὴς ἡδέως ἂν γενοίμην.

ΖΕΥΞΙΠΠΟΣ. φιλόσοφος γὰρ εἶ τὴν φύσιν, ὦ Μοσχίων, καὶ τῷ μὴ φιλιατροῦντι χαλεπαίνεις φιλοσόφῳ, καὶ ἀγανακτεῖς εἰ μᾶλλον αὑτὸν οἴεται προσήκειν γεωμετρίας καὶ διαλεκτικῆς καὶ μουσικῆς ὁρᾶσθαι μεταποιούμενον ἢ ζητεῖν καὶ μανθάνειν βουλόμενον

  1. ὅττι τοι ἐν μεγάροισι κακὸν τʼ ἀγαθόν τε τέτυκται
  2. [*](Homer. δ 392)
τῷ σώματι. καίτοι πλείους ἂν ἴδοις ἐκεῖ θεατάς, ὅπου θεωρικόν τι νέμεται τοῖς συνιοῦσιν, ὥσπερ Ἀθήνησι· τῶν ἐλευθερίων δὲ τεχνῶν ἰατρικὴ τὸ μὲν γλαφυρὸν καὶ περιττὸν καὶ ἐπιτερπὲς οὐδεμιᾶς ἐνδεέστερον ἔχει, θεωρικὸν δὲ μέγα τοῖς φιλομαθοῦσι τὴν σωτηρίαν καὶ τὴν ὑγίειαν ἐπιδίδωσιν. ὥστʼ οὐ παράβασιν ὅρων ἐπικαλεῖν δεῖ τοῖς περὶ ὑγιεινῶν διαλεγομένοις φιλοσόφοις, ἀλλʼ εἰ μὴ παντάπασιν ἀνελόντες τοὺς ὅρους οἴονται δεῖν[*](τοὶς ὅρους οἴονται δεῖν R: οἴονται δεῖν τοὺς ὅρους ) ὥσπερ ἐν μιᾷ χώρᾳ κοινῶς ἐμφιλοκαλεῖν, ἅμα τὸ ἡδὺ τῷ λόγῳ καὶ τὸ ἀναγκαῖον διώκοντες.

ΜΟΣΧΙΩΝ. ἀλλὰ Γλαῦκον μὲν ἐῶμεν, ὦ Ζεύξιππε , ὑπὸ σεμνότητος αὐτοτελῆ βουλόμενον εἶναι καὶ ἀπροσδεᾶ φιλοσοφίας, σὺ δὲ τοὺς λόγους ἡμῖν δίελθε πάντας εἰ δὲ βούλει, πρώτους ἐκείνους ὧν ἔφης οὐ πάνυ μετὰ σπουδῆς εἰρημένων ἐπιλαμβάνεσθαι τὸν Γλαῦκον.

ΖΕΥΞΙΠΠΟΣ. ἔφη τοίνυν ὁ ἑταῖρος ἡμῶν ἀκοῦσαί τινος λέγοντος ὡς τὸ τὰς χεῖρας ἀεὶ θερμὰς ἔχειν καὶ μὴ περιορᾶν ψυχομένας οὐ μικρὸν εἴη πρὸς ὑγίειαν, καὶ τοὐναντίον ἡ τῶν ἄκρων περίψυξις εἰς τὰ μέσα συνελαύνουσα τὸ θερμὸν ὥσπερ τινὰ συνήθειαν ἢ μελέτην ἐμποιεῖ πυρετοῦ· τὸ δʼ ἔξω στρέφοντα μετὰ τῆς θερμότητος ἕλκειν ἐπὶ πάντα καὶ διανέμειν τὴν ὕλην ὑγιεινόν. ἂν μὲν οὖν ἐνεργοῦντές τι ταῖς χερσὶ καὶ χρώμενοι τυγχάνωμεν, αὐτὴν τὴν κίνησιν ἐπάγειν ἐνταῦθα καὶ συνέχειν τὸ θερμόν· ἔργων δὲ τοιούτων σχολὴν ἄγοντας ἥκιστα δεῖν προσδέχεσθαι τοῖς ἄκροις· τὸ ψυχρόν.

ΖΕΥΞΙΠΠΟΣ. ἓν μὲν οὖν τοῦτο τῶν γελασθέντων ἦν· δεύτερον δʼ οἶμαι τὸ περὶ τὰς τροφὰς ἃς προσφέρετε τοῖς κάμνουσιν. ἅπτεσθαι γὰρ αὐτῶν διὰ χρόνου παρῄνει καὶ γεύεσθαι, συνεθίζοντας αὑτοὺς ἐν τῷ ὑγιαίνειν καὶ μὴ τρέμοντας ὥσπερ τὰ παιδάρια μηδὲ μισοῦντας ἐκείνην τὴν δίαιταν, ἀλλὰ ποιουμένους ἀτρέμα χειροήθη ταῖς ὀρέξεσι καὶ σύντροφον, ὅπως ἐν τῷ νοσεῖν μὴ δυσχεραίνωμεν ὡς φάρμακα τὰ σιτία μηδʼ ἀσχάλλωμεν ἁπλοῦν τι καὶ ἄνοψον καὶ ἄκνισον λαμβάνοντες. ὅθεν οὐδʼ ἀλούτους ποτὲ φευκτέον ἐλθεῖν ἐπὶ τροφὴν οὐδʼ ὕδωρ πιεῖν οἴνου παρόντος οὐδὲ θερμὸν ἐν θέρει, χιόνος παρακειμένης, τὰς μὲν ἐπιδεικτικὰς καὶ σοφιστικὰς χαίρειν ἐῶντας ἀποσχέσεις τῶν τοιούτων καὶ μεγαλαυχίας ἐπὶ ταῖς ἀποσχέσεσιν, αὐτοὺς δὲ καθʼ ἑαυτοὺς σιωπῇ τήν τε ὄρεξιν ἅμα τοῦ συμφέροντος ὑπήκοον ἐθίζοντας εἶναι μετʼ εὐκολίας, καὶ τῆς ψυχῆς ἀφαιροῦντας

πόρρωθεν ἔτι τὴν περὶ ταῦτα μικρολογίαν ἐν ταῖς νόσοις καὶ τὸ ἐπιθρηνεῖν, ἀνοδυρομένης ὡς ἐξ ἡδονῶν μεγάλων καὶ ἀγαπητῶν εἰς ἀγεννῆ καὶ ταπεινὴν ἀπελήλαται δίαιταν. εὖ γὰρ εἰρημένον τὸ ἑλοῦ βίον τὸν ἄριστον, ἡδὺν δʼ αὐτὸν ἡ συνήθεια ποιήσει καὶ κατὰ μέρος ὡς ἕκαστα[*](ὡς ἕκαστα] ὡς ἑκάστω Pantazides. ἕκαστα? cf. Hom. δ 119. ω 239) πειρωμένῳ χρήσιμόν ἐστι, μάλιστα δὲ τῶν περὶ τὸ σῶμα διαιτημάτων ἐν τοῖς ὑγιεινοτάτοις ἐπάγοντα τὴν συνήθειαν εὐμενῆ καὶ γνώριμα τῇ φύσει καὶ οἰκεῖα παρασκευάζειν, μεμνημένον ἃ πάσχουσιν ἔνιοι καὶ ποιοῦσιν ἐν ταῖς ἀρρωστίαις, χαλεπαίνοντες καὶ δυσανασχετοῦντες ὕδατος θερμοῦ προσφερομένου καὶ ῥοφήματος ἢ ἄρτου, μιαρὰ μὲν ταῦτα καὶ ἀηδῆ μιαροὺς δὲ καὶ χαλεποὺς τοὺς ἀναγκάζοντας ἀποκαλοῦντες. πολλοὺς δὲ καὶ λουτρὸν ἀπώλεσεν, οὐδὲν ἐν ἀρχῇ μέγα κακὸν ἔχοντας ἀλλʼ ἢ τὸ μὴ δύνασθαι μηδʼ ὑπομένειν γεύσασθαι τροφῆς ἀλούτους· ὧν καὶ Τίτος ἦν ὁ αὐτοκράτωρ, ὥς φασιν οἱ νοσηλεύσαντες.

ΖΕΥΞΙΠΠΟΣ. ἔτι τοίνυν ἐλέχθη τοιοῦτον, ὡς ἀεὶ μὲν ὑγιεινότερα σώματι τὰ εὐτελέστερα, μάλιστα δὲ φυλακτέον πλησμονὰς καὶ μέθας καὶ ἡδυπαθείας ἑορτήν τινα μέλλουσαν ἢ φίλων, ὑποδοχὴν ἐν χερσὶν ἔχοντας ἢ προσδοκῶντας ἑστίασιν βασιλικὴν καὶ ἡγεμονικὴν καὶ[*](καὶ del. Madvigius) συμπεριφορὰν ἀπαραίτητον, οἷον ἐπιόντος ἀνέμου καὶ κύματος εὐσταλὲς τὸ σῶμα καὶ κοῦφον ἐν εὐδίᾳ παρασκευάζοντας. ἔργον γάρ ἐστιν ἐν συνουσίαις καὶ φιλοφροσύναις αὑτὸν ἐπὶ τῶν

μετρίων καὶ τῶν συνήθων φυλάξαι μὴ πᾶσι μετʼ ἀηδίας δεινῆς ἐπαχθῆ φανέντα καὶ φορτικόν. ἵνʼ οὖν μὴ πῦρ ἐπὶ πυρί, ὥς φασι, πλησμονή τις ἐπὶ πλησμονῇ καὶ ἄκρατος ἐπʼ ἀκράτῳ γένηται, τὸ παιχθὲν ἀστείως ὑπὸ Φιλίππου μετὰ σπουδῆς μιμητέον· ἦν δὲ τοιοῦτον. ἄνθρωπος αὐτὸν ἐπὶ χώρας ὡς σὺν ὀλίγοις ὄντα δειπνῆσαι παρεκάλεσεν, εἶθʼ ὁρῶν πολλοὺς; ἄγοντα παρεσκευασμένων οὐ πολλῶν ἐταράττετο. συναισθόμενος οὖν ὁ Φίλιππος ὑπέπεμπε τῶν φίλων ἑκάστῳ κελεύων πλακοῦντι καταλιπεῖν χώραν, οἱ δὲ πειθόμενοι καὶ προσδοκῶντες ἐφείδοντο τῶν παρακειμένων. ἤρκεσεν οὖν ἅπασι, τὸ δεῖπνον. οὕτω δὴ προπαρασκευαστέον αὑτοὺς τῶν ἀναγκαίων συμπεριφορῶν, καὶ ὄψῳ καὶ πέμματι καὶ νὴ Δία μέθῃ χώραν φυλάττοντας ἐν τῷ σώματι, καὶ πρόσφατον ἐπὶ ταῦτα καὶ[*](ταῦτα καὶ R: ταῦτα ) βουλομένην τὴν ὄρεξιν ἄγοντας.

ΖΕΥΞΙΠΠΟΣ. ἂν δὲ τοιαῦταί τινες ἄφνω βαρεῖς ὄντας ἡμᾶς καὶ διακειμένους φαύλως ἀνάγκαι καταλάβωσιν ἡγεμόνων καλούντων ἢ ξένων ἐπιφανέντων ὑπʼ αἰδοῦς βαδίζειν εἰς ταὐτὸ τοῖς ἱκανῶς ἔχουσι καὶ συμπίνειν, ἐνταῦθα μάλιστα δεῖ παρατετάχθαι πρὸς τὴν[*](τὴν] Homer. Ω 45. Hesiod. OD 318) μέγα σινομένην ἄνδρας αἰδῶ καὶ δυσωπίαν, τὰ τοῦ τραγικοῦ Κρέοντος λέγοντας

  1. κρεῖσσον δέ μοι νῦν πρὸς σʼ ἀπέχθεσθαι, ξένε,[*](Eurip. Med. 290)
  2. ἢ μαλθακισθένθʼ ὕστερον μέγα στένειν.
τὸ γὰρ ἀγροικίας φοβηθέντα δόξαν εἰς πλευρῖτιν ἢ φρενῖτιν ἐμβάλλειν ἑαυτὸν ἀγροίκου τινὸς ὡς ἀληθῶς
ἐστι καὶ νοῦν οὐκ ἔχοντος οὐδὲ λόγον ἄνευ κύλικος καὶ κνίσης ἀνθρώποις ἐπιστάμενον ὁμιλεῖν. ἥ τε γὰρ παραίτησις ἂν τὸ ἐπιδέξιον καὶ τὸ ἀστεῖον ἔχῃ, οὐχ ἧττον ἔσται κεχαρισμένη τῆς συμπεριφορᾶς· ἄν τέ τις παρέχων ἑστίασιν ὥσπερ θυσίαν ἄγευστον[*](ἀγεύστου θυσίας H. θυσίας ἄγευστος?) αὐτὸς ἀπέχηται παρά τε[*](παρά τε] παρῇ δὲ H: αὐτὸν ) τῇ κύλικι καὶ τῇ τραπέζῃ, μετὰ προθυμίας καὶ φιλοφροσύνης ἅμα τι παίζων καὶ λέγων εἰς ἑαυτόν, ἡδίων φανεῖται τοῦ συμμεθυσκομένου καὶ συνοψοφαγοῦντος. ἐμνήσθη δὲ τῶν μὲν παλαιῶν Ἀλεξάνδρου μετὰ πότον πολὺν αἰσχυνθέντος ἀντειπεῖν Μηδίῳ παρακαλοῦντι καὶ καταβαλόντος[*](καταβαλόντοςscripsi: καταβάλλοντι) αὖθις ἐξ ἀρχῆς αὑτὸν[*](αὐτὸν H: αὐτὸν ) εἰς ἄκρατον ἀφʼ[*](ἀφʼ] ὑφʼ?) οὗ διεφθάρη, τῶν δὲ καθʼ ἡμᾶς Ῥήγλου τοῦ παγκρατιαστοῦ. καλοῦντος γὰρ ἐπὶ τὸ λουτρὸν ἅμʼ ἡμέρᾳ Τίτου Καίσαρος ἧκε καὶ συνελούσατο, καὶ πιὼν ἅπαξ, ὥς φασιν, ἀποπληξίας καταλαβούσης εὐθὺς ἀπέθανε. ταῦθʼ ἡμῖν ὁ Γλαῦκος ἐν γέλωτι προύφερεν ὡς παιδαγωγικά· τῶν δʼ ἄλλων οὐ πάνυ πρόθυμος ἦν ἀκούειν, οὐδʼ ἡμεῖς ἐκείνῳ διηγεῖσθαι. σὺ δʼ ἐπισκόπει τῶν λεχθέντων ἕκαστον.

ΖΕΥΞΙΠΠΟΣ. πρῶτος[*](προῶτον W: πρῶτος ) μὲν ὁ Σωκράτης παρακελευόμενος φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει , καὶ τῶν πωμάτων ὅσα πίνειν μὴ διψῶντας, οὐχ ἁπλῶς τὸ χρῆσθαι τούτοις ἀπηγόρευσεν, ἀλλὰ χρῆσθαι δεομένους ἐδίδασκε καὶ τὸ ἡδὺ κατατάττοντας αὐτῶν εἰς τὸ ἀναγκαῖον, ὥσπερ

οἱ τὰ θεωρικὰ ποιοῦντες ἐν ταῖς πόλεσι στρατιωτικά. τὸ γὰρ ἡδὺ τῇ φύσει μέχρι ἂν ᾖ μέρος τοῦ τρέφοντος οἰκεῖόν ἐστι, καὶ δεῖ πεινῶντας ἔτι τῶν ἀναγκαίων ἀπολαύειν[*](ἀπολαύειν W: ἀπολαύειν ἢ ) τῶν ἡδέων, ἰδίᾳ δὲ μὴ κινεῖν ἑτέρας ὀρέξεις τῶν κοινῶν ἀπηλλαγμένους. ὥσπερ γὰρ αὖ τῷ[*](αὖ τῷ W: αὐτῷ ) Σωκράτει[*](Σωκράτει] Xenoph. Conv. II 17) γυμνάσιον ἦν οὐκ ἀηδὲς ἡ ὄρχησις, οὕτως ᾧτινι τὸ πέμμα καὶ τὸ τράγημα δεῖπνόν ἐστι καὶ σιτίον, ἧττον βλάπτεται· τὸ δʼ ἀπέχοντα τῇ φύσει τὸ μέτριον καὶ πεπληρωμένον ἐπιδράττεσθαι τῶν τοιούτων φυλακτέον ἐν τοῖς μάλιστα. φυλακτέον δὲ τῆς περὶ ταῦτα φιληδονίας καὶ γαστριμαργίας οὐδὲν ἧττον ἀπειροκαλίαν καὶ φιλοτιμίαν καὶ γὰρ αὗται πολλάκις συναναπείθουσι μὴ πεινῶντας ἐσθίειν, ἔνια καὶ πίνειν μὴ διψῶντας, ἀνελευθέρους κομιδῇ καὶ φορτικὰς ὑποβάλλουσαι φαντασίας, ὡς· ἄτοπόν ἐστι πράγματος σπανίου καὶ πολυτελοῦς μὴ ἀπολαῦσαι παρόντος, οἷον οὔθατος ἢ μυκήτων Ἰταλικῶν ἢ Σαμίου πλακοῦντος ἢ χιόνος ἐν Αἰγύπτῳ. ταῦτα γὰρ δήπου προάγεται πολλάκις χρῆσθαι τοῖς περιβοήτοις καὶ σπανίοις, ὥσπερ ὑπὸ κνίσης τῆς κενῆς δόξης ἀγομένους καὶ τὸ σῶμα κοινωνεῖν μηδὲν δεόμενον ἀναγκάζοντας, ὅπως ἔχωσιν ἑτέροις διηγεῖσθαι, ζηλούμενοι τῆς ἀπολαύσεως τῶν οὕτω δυσπορίστων καὶ περιττῶν. ὅμοια δὲ καὶ πρὸς· γυναῖκας ἐνδόξους· πάσχουσιν. ἰδίαις μὲν γὰρ ἔστιν ὅτε καὶ καλαῖς· καὶ ἀγαπώσαις συναναπαυόμενοι τὴν ἡσυχίαν ἄγουσι, Φρύνῃ δὲ τελέσαντες ἀργύριον ἢ
Λαΐδι καὶ τὸ σῶμα φαύλως καὶ πρὸς συνουσίαν ἀργῶς ἔχοντες διακείμενον ἐγείρουσιν ἅμα καὶ παρακαλοῦσι τὸ ἀκόλαστον ἐπὶ τὴν ἡδονὴν ὑπὸ τῆς κενῆς δόξης. αὐτὴ γοῦν ἔλεγεν ἡ Φρύνη πρεσβυτέρα γεγενημένη τὴν τρύγα πλείονος πωλεῖν διὰ τὴν δόξαν.

ΖΕΥΞΙΠΠΟΣ. ἔστι δὲ μέγα καὶ θαυμαστόν, ἂν ὅσον ἡ φύσις δεομένη δέχεται τῶν ἡδονῶν προσιέμενοι τῷ σώματι, μᾶλλον δʼ ἂν τὰ πολλὰ παρὰ[*](παρὰ] πρὸς R) τὰς ὀρέξεις αὐτῷ διαμαχόμενοι καὶ ἀναβαλλόμενοι καὶ μόλις πάνυ ταῖς ἀναγκαίαις χρηματίζοντες ἢ ὥς φησιν ὁ Πλάτων καὶ δάκνοντος καὶ κατατείνοντος ἐνδιδόντες ἀβλαβεῖς ἀπαλλάττωμεν. τὰς δʼ ἀνάπαλιν ἐκ τῆς ψυχῆς ἐπὶ τὸ σῶμα κατιούσας ἐπιθυμίας καὶ καταβιαζομένας τοῖς ἐκείνης ὑπηρετεῖν καὶ συνεξανίστασθαι πάθεσιν οὐδεμία μηχανὴ τὸ μὴ σφοδροτάτας; βλάβας καὶ μεγίστας ἐφʼ ἡδοναῖς ἀσθενέσι καὶ ἀμαυραῖς ἐναπολιπεῖν. ἥκιστα δὲ ψυχῆς ἐπιθυμίᾳ σῶμα πρὸς ἡδονὰς κινητέον· ἡ γὰρ ἀρχὴ παρὰ φύσιν γίγνεται. καὶ καθάπερ αἱ τῶν μασχαλῶν ψηλαφήσεις οὐκ ἴδιον οὐδὲ πρᾶον οὐδʼ ἵλεων γέλωτα τῇ ψυχῇ παρέχουσιν ἀλλʼ ἐοικότα σπασμῷ καὶ χαλεπόν, οὕτω πάλιν ὅσας τὸ σῶμα νυττόμενον ὑπὸ τῆς ψυχῆς ἡδονὰς ἴσχει καὶ ταραττόμενον, ἐκστατικαὶ καὶ ταρακτικαὶ αὗται καὶ ἀλλότριαι τῆς φύσεώς εἰσιν. ὅταν οὖν τι τῶν σπανίων ἀπολαυσμάτων ἢ ἐνδόξων παραγένηται, φιλοτιμητέον ταῖς ἀποσχέσεσι μᾶλλον ἢ ταῖς ἀπολαύσεσι, μεμνημένους ὅτι καθάπερ ὁ Σιμωνίδης

ἔλεγε μηδέποτʼ αὐτῷ μεταμελῆσαι σιγήσαντι, φθεγξαμένῳ δὲ πολλάκις, οὕτως ἡμῖν οὔτʼ ὄψον παρωσαμένοις μετεμέλησεν οὔθʼ ὕδωρ ἀντὶ Φαλερίνου πιοῦσιν. ἀλλὰ τοὐναντίον οὐ μόνον οὐ προσβιαστέον ἐστὶ τὴν φύσιν, ἀλλὰ κἂν δεομένῃ προσφέρηταί τι τῶν τοιούτων, ἐπὶ τὰ λιτὰ καὶ συνήθη πολλάκις ἀποτρεπτέον ἔθους ἕνεκα καὶ μελέτης τὴν ὄρεξιν.
  1. εἴπερ γὰρ ἀδικεῖν χρὴ
  2. [*](Eurip. Phoen. 527)
φησὶν ὁ Θηβαῖος οὐκ ὀρθῶς λέγων,
  1. τυραννίδος πέρι
  2. κάλλιστον ἀδικεῖν
ἡμεῖς δὲ βέλτιον ὡς, εἴπερ φιλοδοξεῖν πρὸς τὰ τοιαῦτα, ἐγκρατείᾳ[*](ἐγκρατείᾳ W: ἐγκράτεια ) κάλλιστον ὑπὲρ ὑγιείας. οὐ μὴν ἀλλὰ καὶ μικρολογία καὶ γλισχρότης ἐνίους ἀναγκάζει πιέζοντας οἴκοι τὰς ἐπιθυμίας καὶ κατισχναίνοντας ἐμπίπλασθαι παρʼ ἑτέροις τῶν πολυτελῶν καὶ ἀπολαύειν, καθάπερ ἐκ πολεμίας ἀφειδῶς ἐπισιτιζομένους· εἶτα κακῶς διατεθέντες ἀπίασιν, εἰς τὴν ὑστεραίαν ἐφόδιον τῆς ἀπληστίας τὴν ἀπεψίαν ἔχοντες. ὁ μὲν οὖν Κράτης διὰ τρυφὴν καὶ πολυτέλειαν οἰόμενος οὐχ ἥκιστα τὰς στάσεις καὶ τὰς τυραννίδας ἐμφύεσθαι ταῖς πόλεσι, μετὰ παιδιᾶς παρῄνει
  1. μὴ πρὸ φακῆς λοπάδʼ αὔξων[*](Bergk. 2 p. 267)
  2. εἰς[*](εἰς Athenaeus IV p. 158 b: ἀεὶ ἐς ) στάσιν ἄμμε βάλῃς
αὐτὸς δέ τις ἑαυτῷ παρακελευέσθω μὴ πρὸ φακῆς
λοπάδʼ αὔξων[*](αὔξων H: αὔξων αἰεὶ ) μηδὲ πάντως ὑπερβαίνων τὴν καρδαμίδα καὶ τὴν ἐλαίαν ἐπὶ τὸ θρῖον καὶ τὸν ἰχθὺν εἰς στάσιν ἐκ πλησμονῆς τὸ σῶμα καὶ ταραχὰς ἐμβάλλειν καὶ διαρροίας. τὰ γὰρ εὐτελῆ κρατεῖ τὴν ὄρεξιν ἐπὶ τῶν φυσικῶν μέτρων, ὀψοποιῶν δὲ τέχναι καὶ δημιουργῶν καὶ
  1. τὰ πανοῦργα ταῦτʼ ὀψάρια χὐποτρίμματα
κατὰ τὸν κωμικὸν[*](κωμικὸν] Meinek. IV p. 670) ἀεὶ τοὺς ὅρους τῆς ἡδονῆς μετατίθησιν εἰς τοὔμπροσθεν καὶ παραλλάττει τὸ συμφέρον. οὐκ οἶδα δʼ ὅντινα τρόπον, ἡμῶν τὰς γυναῖκας ὅσαι φίλτρα μηχανῶνται καὶ γοητείας ἐπὶ τοὺς ἄνδρας βδελυττομένων καὶ δυσχεραινόντων, μισθωτοῖς τε καὶ δούλοις προσεφιᾶσι[*](προσεφιᾶσι] τινὲς ἐφιᾶσι?) τὰ σιτία καὶ τὰ ὄψα μονονοὺ μαγγανεύειν καὶ φαρμάττειν. εἰ τοίνυν καὶ πικρότερον φανεῖται τὸ τοῦ Ἀρκεσιλάου πρὸς τοὺς μοιχικοὺς καὶ ἀκολάστους εἰρημένον, μηδὲν διαφέρειν ὄπισθέν τινα ἢ ἔμπροσθεν εἶναι κίναιδον οὐκ ἀνάρμοστόν ἐστι τοῖς ὑποκειμένοις. τί γὰρ ὡς ἀληθῶς διαφέρει σατύρια προσάγοντα κινεῖν καὶ παροξύνειν τὸ ἀκόλαστον ἐπὶ τὰς ἡδονάς, ἢ τὴν γεῦσιν ὀσμαῖς καὶ καρυκείαις ἐθίζειν[*](ἐθίζειν Meziriacus: ἐρεθίζειν ) ὥσπερ τὰ ψωριῶντα κνησμῶν ἀεὶ δεῖσθαι καὶ γαργαλισμῶν;

ΖΕΥΞΙΠΠΟΣ. ἄλλοτε μὲν οὖν πρὸς τὰς ἡδονὰς λεκτέον ἴσως, τὸ καλὸν καὶ σεμνὸν ἐφʼ ἑαυτοῦ τῆς ἐγκρατείας οἷόν ἐστι, δεικνύοντας· ὁ δὲ νῦν λόγος ὑπὲρ πολλῶν ἡδονῶν καὶ μεγάλων ἐστίν. οὔτε γὰρ

πράξεις οὔτʼ ἐλπίδας οὔτʼ ἀποδημίας οὔτε διαγωγὰς αἱ νόσοι τοσαύτας ὅσας ἡδονὰς ἡμῶν ἀφαιροῦνται καὶ διαφθείρουσιν. ὅθεν ἥκιστα λυσιτελεῖ καταφρονεῖν τῆς ὑγιείας τοῖς μάλιστα τὴν ἡδονὴν διώκουσι. καὶ γὰρ φιλοσοφεῖν ἀρρωστίαι πολλοῖς παρέχουσι καὶ στρατηγεῖν νὴ Δία καὶ βασιλεύειν, ἡδοναὶ δὲ σωματικαὶ καὶ ἀπολαύσεις ἔνιαι μὲν οὐδʼ ὅλως γένεσιν ἐν νόσῳ λαμβάνουσιν, αἱ δὲ λαμβάνουσαι βραχὺ τὸ οἰκεῖον καὶ οὐ καθαρὸν ἀλλὰ συμπεφυρμένον πολλῷ τῷ ἀλλοτρίῳ καὶ μεμωλωπισμένον ὥσπερ ἐκ ζάλης καὶ χειμῶνος ἀναφέρουσιν. οὐ γὰρ ἐν πλησμοναῖς[*](ἐν πλησμοναῖς] Nauck. p. 506) Κύπρις, ἀλλὰ μᾶλλον ἐν εὐδίᾳ σαρκὸς καὶ γαλήνῃ καὶ Κύπρις εἰς ἡδονὴν τελευτᾷ καὶ βρῶσις καὶ πόσις· ἡ δʼ ὑγίεια ταῖς ἡδοναῖς ὥσπερ ἡ γαλήνη ταῖς ἀλκυόσιν ἀσφαλῆ καὶ καλὴν γένεσιν καὶ λοχείαν ἐνδίδωσι. κομψῶς γὰρ ἔοικεν ὁ Πρόδικος εἰπεῖν ὅτι τῶν ἡδυσμάτων ἄριστόν ἐστι τὸ πῦρ· ἀληθέστερον δʼ[*](δʼ Meziriacus: γὰρ ) ἄν τις εἴποι τὴν ὑγίειαν ἥδυσμα θειότατον εἶναι καὶ προσηνέστατον· ἑφθὰ μὲν γὰρ καὶ ὀπτὰ καὶ πεπτὰ βρώματα νοσοῦσιν ἢ κραιπαλῶσιν ἢ ναυτιῶσιν οὐδεμίαν ἡδονὴν οὐδὲ χάριν ἀποδίδωσι, καθαρὰ δὲ καὶ ἀκραιφνὴς ὄρεξις ὑγιαίνοντι· σώματι πᾶν ἡδὺ ποιεῖ καὶ ἁρπαλέον, ὡς Ὅμηρος[*](Ὅμηρος] θ 164) ἔφη, καὶ πρόσφορον.

ΖΕΥΞΙΠΠΟΣ. ἐπεὶ δʼ ὥσπερ ὁ Δημάδης πολεμικοὺς ἀκαίρως τοὺς Ἀθηναίους ὄντας ἔλεγε μηδέποτε χειροτονεῖν εἰρήνην ἄνευ μελάνων ἱματίων, οὕτω καὶ ἡμεῖς

οὐδέποτε μεμνήμεθα λιτῆς διαίτης καὶ σώφρονος ἄνευ καύσεων καὶ καταπλασμάτων ἔν τε τούτοις γιγνόμενοι πιέζομεν σφόδρα τὰς ἁμαρτίας, ἀντερειδόμενοι[*](ἀντερειδόμενοι H: ἐναπερειδόμενοι ) τῇ μνήμῃ καὶ καθάπερ οἱ πολλοὶ νῦν μὲν ἀέρας νῦν δὲ χώρας ἐπιμεμφόμενοι νοσώδεις,[*](νοσώδεις H: νοσώδεις ἀποδημίας τέ τινας λέγουσι ) ἐξαιρούμενοι τῆς αἰτίας τὴν ἀκρασίαν καὶ φιληδονίαν ὥσπερ[*](ὡσπερscripsi: ἀλλʼ ὥσπερ) ὁ Λυσίμαχον ἐν Γέταις συσχεθεὶς δίψῃ καὶ παραδοὺς ἑαυτὸν μετὰ τοῦ στρατεύματος αἰχμάλωτον εἶτα πιὼν ὕδωρ ψυχρὸν ὦ θεοί εἶπεν, ὡς βραχείας ἡδονῆς ἕνεκα μεγάλην εὐδαιμονίαν ἀπεβάλομεν,[*](ἀπεβάλομενscripsi: ἀπεβαλόμην) οὕτως ἀνοιστέον ἐν ταῖς ἀρρωστίαις πρὸς αὑτοὺς ὡς διὰ ψυχροποσίαν ἢ λουτρὸν ἄκαιρον ἢ συμπεριφορὰν πολλὰς μὲν αὑτῶν διεφθείραμεν[*](διεφθείραμεν R: διαφθείρομεν ) ἡδονάς, καλὰς δὲ[*](δὲ W: τε ) πράξεις ἐπιτερπεῖς τε διαγωγὰς ἀπωλέσαμεν. ὁ γὰρ ἐκ τῶν τοιούτων ἀναλογισμῶν δηγμὸς αἱμάσσει τὴν μνήμην, ὥστε οἷον οὐλὴν παραμένουσαν ἐν τῷ ὑγιαίνειν εὐλαβεστέρους ποιεῖν περὶ τὴν δίαιταν, οὐδὲ γὰρ ἄγαν τὸ ὑγιαῖνον σῶμα φύσει μεγάλας ἐπιθυμίας οὐδὲ δυσπειθεῖς οὐδʼ ἀσυνήθεις οὐδὲ δυσεκβιάστους, ἀλλὰ δεῖ θαρρεῖν πρὸς τὰς ὀρέξεις ἐκφερομένας καὶ ἐπιπηδώσας ταῖς ἀπολαύσεσιν, ὡς ἐλαφρὸν καὶ παιδικὸν ἐχούσας τὸ μεμψιμοιροῦν καὶ κλαυθμυριζόμενον, εἶτα παυομένας ἀρθείσης τῆς τραπέζης καὶ μηδὲν ἐγκαλούσας μηδʼ ἀδικουμένας, ἀλλὰ τοὐναντίον καθαρὰς καὶ ἱλαρὰς καὶ οὐ βαρείας οὐδὲ ναυτιώδεις περιμενούσας τὴν
αὔριον. ὥσπερ ἀμέλει καὶ Τιμόθεος εἶπε τῇ προτεραίᾳ δεδειπνηκὼς ἐν Ἀκαδημείᾳ παρὰ Πλάτωνι μουσικὸν καὶ λιτὸν δεῖπνον, ὡς οἱ παρὰ Πλάτωνι δειπνήσαντες καὶ εἰς αὔριον ἡδέως γίγνονται. λέγεται δὲ καὶ Ἀλέξανδρος εἰπεῖν τοὺς τῆς Ἄδας ὀψοποιοὺς ἀποπεμψάμενος ὡς ἔχει βελτίονας[*](βελτίονας Stobaeus Floril. CI 8: βελτίονας ἄγειν ) ἀεὶ σὺν αὑτῷ, πρὸς μὲν τὸ ἄριστον τὴν νυκτοπορίαν, πρὸς δὲ τὸ δεῖπνον τὴν ὀλιγαριστίαν.

ΖΕΥΞΙΠΠΟΣ. οὐκ ἀγνοῶ δʼ ὅτι καὶ διὰ κόπους πυρέττουσιν ἄνθρωποι καὶ διʼ ἐγκαύσεις καὶ διὰ περιψύξεις. ἀλλʼ ὥσπερ αἱ τῶν ἀνθέων ὀσμαὶ καθʼ ἑαυτὰς ἀσθενεῖς εἰσι, μιχθεῖσαι δὲ τῷ ἐλαίῳ ῥώμην ἴσχουσι καὶ τόνον, οὕτω ταῖς ἔξωθεν αἰτίαις καὶ ἀρχαῖς οἷον οὐσίαν καὶ σῶμα παρέχει τὸ πλῆθος ὑποκείμενον. ἄνευ δὲ τούτων[*](τούτων] τούτου R) χαλεπὸν οὐδέν, ἀλλʼ ἐξαμαυροῦνται καὶ διαχέονται ῥᾳδίως, αἵματος λεπτοῦ. καὶ πνεύματος καθαροῦ δεχομένου τὴν κίνησιν ἐν δὲ πλήθει καὶ περιττώματι οἷον ἰλὺς ἀναταραττομένη μιαρὰ ποιεῖ πάντα καὶ δυσχερῆ καὶ δυσαπάλλακτα. διὸ δεῖ μὴ καθάπερ οἱ ἄπλοοι[*](ἄπλοοιscripsi: ἀγαθοὶ) ναύκληροι πολλὰ διʼ ἀπληστίαν ἐμβαλόμενοι, τοὐντεῦθεν ἤδη διατελοῦσιν ἀντλοῦντες καὶ ὑπεξαιροῦντες τὴν θάλατταν, οὕτως ἐμπλήσαντας τὸ σῶμα καὶ βαρύναντας ὑποκαθαίρειν αὖθις καὶ ὑποκλύζειν, ἀλλὰ διατηρεῖν εὐσταλές, ὅπως κἂν πιεσθῇ ποτε, φελλοῦ δίκην ὑπὸ κουφότητος, ἀναφέρηται.

ΖΕΥΞΙΠΠΟΣ. μάλιστα δὲ προφυλακτέον ἐν ταῖς

προπαθείαις καὶ προαισθήσεσιν. οὐ γὰρ ἅπασαι κατὰ τὸν Ἡσίοδον[*](Ἡσίοδον] OD 104) ἐπιφοιτῶσιν αἱ νόσοι
  1. σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς
, ἀλλʼ αἱ πλεῖσται καθάπερ προαγγέλους καὶ προδρόμους καὶ κήρυκας ἔχουσιν ἀπεψίας καὶ δυσκινησίας. βαρύτητες καὶ κόποι φησὶν Ἱπποκράτης[*](Ἱπποκράτης] Aphor. II 5) αὐτόματοι νοῦσον φράζουσι διὰ πλῆθος ὡς ἔοικεν ἐντὸς διάτασιν καὶ σφήνωσιν τοῦ περὶ τὰ νεῦρα πνεύματος ἔχοντος. ἀλλʼ ὅμως αὐτοῦ μονονουχὶ τοῦ σώματος ἀντιτείνοντος καὶ κατασπῶντος ἐπὶ τὸ κλινίδιον καὶ τὴν ἡσυχίαν οἱ μὲν ὑπὸ λαιμαργίας καὶ φιληδονίας ἐμβάλλουσιν ἑαυτοὺς ἐπὶ τὰ βαλανεῖα καὶ σπεύδουσιν ἐπὶ τὰς προπόσεις, ὥσπερ εἰς πολιορκίαν ἐπισιτιζόμενοι καὶ δεδιότες μὴ φθάσῃ καταλαβὼν αὐτοὺς ὁ πυρετὸς ἀναρίστους, οἱ δὲ κομψότεροι ταύτῃ μὲν οὐχ ἁλίσκονται, πάνυ δʼ ἀβελτέρως αἰσχυνόμενοι κραιπάλην ἢ ἀπεψίαν ὁμολογεῖν καὶ διημερεύειν ἐν ἱματίοις, ἑτέρων εἰς τὸ γυμνάσιον βαδιζόντων καὶ παρακαλούντων ἀναστάντες συναποδύονται καὶ ταὐτὰ πράττουσι τοῖς ὑγιαίνουσι. τοὺς δὲ πλείους ἀκρασίας καὶ μαλακίας[*](ἀκρασίας καὶ μαλακίας Erasmus: ἀκρασία καὶ μαλακία ) συνήγορον ἔχουσα παροιμίαν[*](τὴν παροιμίαν R) ἐλπὶς ἀναπείθει καὶ προάγεται βαδίζειν ἀναστάντας ἰταμῶς ἐπὶ τὴν συνήθειαν, ὡς οἴνῳ δὴ τὸν οἶνον κραιπάλῃ δὲ τὴν κραιπάλην ἐξελῶντας καὶ διαφορήσοντας.[*](ἐξελῶντας καὶ διαφορήσοντας W: ἐξελόντας καὶ διαφορήσαντας ) πρὸς μὲν οὖν ταύτην τὴν
ἐλπίδα τὴν τοῦ Κάτωνος εὐλάβειαν ἀντιτακτέον ἥν φησιν ἐκεῖνος ὁ ἀνὴρ τὰ μὲν μεγάλα μικρὰ ποιεῖν τὰ δὲ μικρὰ παντελῶς ἀναιρεῖν καὶ ὅτι κρεῖττον ἔνδειαν ὑπομεῖναι διὰ κενῆς καὶ ἡσυχίαν ἢ διακυβεῦσαι πρὸς λουτρὸν ὠσαμένους καὶ δεῖπνον. εἰ μὲν γὰρ ἔστι τι, βλάψει τὸ μὴ φυλάξασθαι μηδʼ ἐπισχεῖν εἰ δὲ μηδέν, οὐ βλάψει τὸ συσταλῆναι τῷ σώματι καὶ γενέσθαι καθαρώτερον. ὁ δὲ παιδαριώδης ἐκεῖνος καὶ τοῖς φίλοις δεδιὼς καὶ τοῖς οἰκέταις φανερὸς γενέσθαι διακείμενος ἐκ πλησμονῆς ἢ κραιπάλης ἀηδῶς, αἰσχυνόμενος ἀπεψίαν ὁμολογῆσαι τήμερον, αὔριον ὁμολογήσει κατάρροιαν ἢ πυρετὸν ἢ στρόφον·
  1. αἰσχυνόμενος αἴσχιστα πενίαν ἂν[*](ἂν Porsonus) φέροις,
  2. [*](Meinek. IV p. 291)
πολὺ δʼ αἴσχιον ἀπεψίαν καὶ βαρύτητα καὶ πλησμονὴν σώματος εἰς βαλανεῖον ἑλκομένου καθάπερ εἰς θάλασσαν σαθροῦ πλοίου καὶ μὴ στέγοντος. ὥσπερ γὰρ ἀμέλει πλέοντες ἔνιοι χειμῶνος ὄντος αἰδοῦνται διατρίβειν ἐπʼ ἀκτῆς·, εἶτʼ ἀναχθέντες αἴσχιστα διάκεινται βοῶντες καὶ ναυτιῶντες, οὕτως ἐν ὑποψίᾳ καὶ προπαθείᾳ σώματος ἀγεννὲς ἡγούμενοι μίαν ἡμέραν ἐν κλίνῃ διάγειν[*](malim διαγαγεῖν ) καὶ μὴ παραθέσθαι τράπεζαν, αἴσχιστα πολλὰς ἡμέρας κεῖνται καθαιρόμενοι καὶ καταπλασσόμενοι καὶ θωπεύοντες ἰατροὺς καὶ θεραπεύοντες, οἶνον αἰτοῦντες ἢ ψυχρὸν ὕδωρ, ἄτοπα καὶ ἀγεννῆ πολλὰ ποιεῖν καὶ φθέγγεσθαι διὰ τὸν πόνον καὶ τὸν φόβον ὑπομένοντες. καὶ μὴν
τούς γε διὰ τὰς ἡδονὰς μὴ κρατοῦντας ἑαυτῶν ἀλλʼ ἐγκλίνοντας ἢ φερομένους ὑπὸ τῶν ἐπιθυμιῶν καλῶς ἔχει διδάσκειν καὶ ἀναμιμνῄσκειν ὅτι πλεῖστον ἐκ τοῦ σώματος αἱ ἡδοναὶ λαμβάνουσι·.

ΖΕΥΞΙΠΠΟΣ. καὶ καθάπερ οἱ Λάκωνες ὄξος καὶ ἅλας διδόντες τῷ μαγείρῳ τὰ λοιπὰ κελεύουσιν ἐν τῷ ἱερείῳ ζητεῖν, οὕτως ἐν τῷ σώματι τοῦ προσφερομένου τὰ κάλλιστα τῶν ἡδυσμάτων ἐστίν, ἄνπερ ὑγιαίνοντι καὶ καθαρῷ προσφέρηται. γλυκὺ μὲν γὰρ ἢ πολυτελὲς ἔξω καὶ καθʼ αὑτὸ τῶν τοιούτων ἕκαστόν ἐστιν, ἡδὺ δὲ πέφυκεν ἐν τῷ ἡδομένῳ καὶ μετὰ τοῦ ἡδομένου γίγνεσθαι κατὰ φύσιν ἔχοντος· ἐν δὲ δυσαρέστοις καὶ κραιπαλῶσι καὶ φαύλως διακειμένοις πάντα τὴν αὑτῶν χάριν καὶ ὥραν ἀπόλλυσι. διὸ δεῖ μὴ σκοπεῖν τὸν ἰχθὺν εἰ πρόσφατος, μηδὲ τὸν ἄρτον εἰ καθαρός, μηδὲ τὸ βαλανεῖον εἰ θερμόν, μηδὲ τὴν ἑταίραν εἰ εὔμορφος, ἀλλʼ ἑαυτὸν,[*](ἑαυτὸν Stobaeus Floril. CI 11: αὑτὸν ) εἰ μὴ ναυτιώδης μηδὲ θολερὸς μηδʼ ἕωλος μηδὲ τεταραγμένος. εἰ δὲ μή, καθάπερ εἰς οἰκίαν πενθοῦσαν ἐμβαλόντες ἐπίκωμοι μεθύοντες οὐ φιλοφροσύνην παρέσχον οὐδʼ ἡδονὴν ἀλλὰ κλαυθμοὺς καὶ ὀδυρμοὺς[*](καὶ ὀδυρμοὺς idem) ἐποίησαν, οὕτω καὶ ἀφροδίσια καὶ ὄψα καὶ βαλανεῖα καὶ οἶνος ἐν σώματι κακῶς καὶ παρὰ φύσιν ἔχοντι μιγνύμενα τοῖς μὴ καθεστῶσι καὶ διεφθορόσι φλέγμα καὶ χολὴν κινεῖ καὶ ταράττει καὶ προσεξίστησιν,[*](παρεξίστησιν H) ἡδὺ δʼ οὐδὲν ἀξιολόγως οὐδʼ ἀπολαυστικὸν οὐδὲν οἷον προσεδοκήσαμεν ἀποδίδωσιν.

ΖΕΥΞΙΠΠΟΣ. ἡ μὲν οὖν ἀκριβὴς σφόδρα καὶ διʼ ὄνυχος λεγομένη δίαιτα τό τε σῶμα κομιδῇ ψοφοδεὲς; παρέχεται καὶ σφαλερόν, αὐτῆς τε[*](τε Stobaeus: δὲ ) τῆς ψυχῆς τὸ γαῦρον κολούει πάντα πράγματα καὶ πᾶσαν οὐχ ἧττον ἐν ἡδοναῖς ἢ[*](ἢ Madvigius: καὶ ) πόνοις διατριβὴν καὶ πρᾶξιν ὑφορωμένης καὶ πρὸς μηδὲν ἰταμῶς καὶ θαρραλέως βαδιζούσης. δεῖ δʼ ὥσπερ ἱστίον τὸ σῶμα μήτε συστέλλειν εὐδίας οὔσης καὶ πιέζειν σφόδρα, μήτʼ ἀνειμένως χρῆσθαί τε καὶ καταφρονεῖν ἐν ὑποψίᾳ γενόμενον,[*](γενόμενον Stobaeus: γινόμενον ) ἀλλʼ ἐνδιδόναι καὶ ποιεῖν ἐλαφρὸν ὥσπερ εἴρηται, καὶ μὴ περιμένειν ἀπεψίας καὶ διαρροίας μηδὲ θερμασίας μηδὲ, νάρκας, ὑφʼ ὧν ἔνιοι μόλις ὥσπερ ὑπʼ ἀγγέλων ἢ κλητόρων, πυρετοῦ περὶ θύρας ὄντος ἤδη, θορυβούμενοι συστέλλουσιν ἑαυτούς, ἀλλὰ πόρρωθεν ἐξευλαβεῖσθαι

  1. πρὸ χείματος, ὥστʼ ἀνὰ ποντίαν ἄκραν
  2. [*](Bergk. 3 p. 721)
  3. βορέα[*](βορέα idem: βορρᾶ ) πνέοντος

ΖΕΥΞΙΠΠΟΣ. ἄτοπον γάρ ἐστι κοράκων μὲν λαρυγγισμοῖς καὶ κλωσμοῖς ἀλεκτορίδων καὶ συσὶν ἐπὶ φορυτῷ μαργαινούσαις, ὡς ἔφη Δημόκριτος,[*](Δημόκριτος] Mullach. 1 p. 343) ἐπιμελῶς προσέχειν, σημεῖα ποιουμένους πνευμάτων καὶ ὄμβρων, τὰ δὲ τοῦ σώματος κινήματα καὶ σάλους καὶ προπαθείας μὴ προλαμβάνειν μηδὲ προφυλάττειν, μηδʼ ἔχειν σημεῖα χειμῶνος ἐν ἑαυτῷ γενησομένου καὶ μέλλοντος. ὅθεν οὐ περὶ τροφὴν μόνον οὐδὲ γυμνάσια δεῖ φυλάττειν τὸ σῶμα μὴ παρὰ τὸ εἰωθὸς

ἅπτεται τούτων ὀκνηρῶς καὶ ἀπροθύμως ἢ πάλιν διψῶδές ἐστι καὶ πειναλέον ὡς οὐ πέφυκεν, ἀλλὰ καὶ τῶν ὕπνων τὸ μὴ συνεχὲς μηδὲ λεῖον ἀλλʼ ἀνωμαλίας ἔχον καὶ διασπασμοὺς εὐλαβεῖσθαι, καὶ τῶν ἐνυπνίων τὴν ἀτοπίαν, ἄνπερ ὦσι μὴ νόμιμοι μηδὲ συνήθεις αἱ φαντασίαι, πλῆθος ἢ πάχος ὑγρῶν ἢ πνεύματος[*](πνεύματος Stobaeus Floril. CI 11: πνευμάτων ) ταραχὴν ἐντὸς κατηγοροῦσαν. ἤδη δὲ καὶ τὰ τῆς ψυχῆς κινήματα τὸ σῶμα μηνύει πρὸς νόσον ἐπισφαλῶς ἔχειν. ἄλογοι γὰρ ἴσχουσιν ἀθυμίαι καὶ φόβοι πολλάκις ἀπʼ οὐδενὸς φανεροῦ, τὰς ἐλπίδας ἄφνω κατασβεννύουσαι· γίγνονται δὲ καὶ ταῖς ὀργαῖς ἐπίχολοι καὶ ὀξεῖς καὶ μικρόλυποι, καὶ δακρυρροοῦσι καὶ ἀδημονοῦσιν ὅταν ἀτμοὶ πονηροὶ καὶ ἀναθυμιάσεις πικραὶ συνιστάμεναι ταῖς τῆς ψυχῆς, ὥς φησιν ὁ Πλάτων,[*](Πλάτων] Tim. p. 47 d) ἀνακραθῶσι περιόδοις. διὸ δεῖ σκοπεῖν οἷς ἂν ταῦτα συμπίπτῃ καὶ μνημονεύειν[*](μνημονεύειν H: μνημονεύειν ἂν μηδὲν ᾖ πνευματικον ) ὅτι σωματικόν ἐστιν αἴτιον ὑποστολῆς τινος ἢ κατακράσεως δεόμενον.

ΖΕΥΞΙΠΠΟΣ. χρήσιμον δὲ πάνυ καὶ τὸ τοὺς φίλους ἐπισκεπτόμενον ἀσθενοῦντας ἐκπυνθάνεσθαι τὰς αἰτίας, μὴ σοφιστικῶς μηδὲ περιέργως ἐνστάσεις καὶ παρεμπτώσεις καὶ κοινότητας λαλοῦντα καὶ παρεπιδεικνύμενον ἰατρικῶν ὀνομάτων καὶ γραμμάτων ἐμπειρίαν, ἀλλὰ ταυτὶ τὰ φαῦλα καὶ κοινὰ μὴ παρέργως ἀκούοντα, πλῆθος ἡλίωσιν[*](ἡλίωσιν Erasmus: ἢ λείωσιν ) κόπον ἀγρυπνίαν, μάλιστα δὲ δίαιταν ᾗ χρώμενος ἐπύρεξεν. εἶθʼ ὥσπερ ὁ

Πλάτων ἐπὶ τοῖς ἀλλοτρίοις ἁμαρτήμασιν[*](τῶν ἀλλοτρίων ἁμαρτημάτων H) εἰώθει λέγειν ἀπιών[*](ἀπιών] del. H ἄρʼ H: ἄρα καὶ ) μή που ἄρ ἐγὼ τοιοῦτος; οὕτω τὰ περὶ αὑτὸν ἐν τοῖς πλησίον εὖ τίθεσθαι , καὶ φυλάττεσθαι καὶ μνημονεύειν ὅπως οὐ περιπεσεῖται τοῖς αὐτοῖς οὐδʼ αὐτὸς εἰς τὴν κλίνην καταπεσὼν ὑμνήσει ποθῶν τὴν πολυτίμητον ὑγίειαν, ἀλλʼ ἑτέρου πάσχοντος ἐνσημανεῖται πρὸς ἑαυτὸν ὡς ἄξιον πολλοῦ τὸ ὑγιαίνειν καὶ δεῖ τοῦτο διατηρεῖν αὑτῷ προσέχοντα καὶ φειδόμενον. οὐ χεῖρον δὲ καὶ τὴν ἑαυτῶν παρεπισκοπεῖν δίαιταν· ἂν γὰρ ἐν πόσεσι καὶ προσφοραῖς ἤ τισι πόνοις καὶ ἀταξίαις ἑτέραις τυγχάνωμεν γεγονότες, τὸ δὲ σῶμα μηδεμίαν ὑποψίαν παρέχῃ μηδὲ προαίσθησιν, ὅμως αὑτοὺς δεῖ φυλάττεσθαι καὶ προκαταλαμβάνειν ἐκ μὲν ἀφροδισίων καὶ κόπων ὄντας ἀναπαύσει καὶ ἡσυχίᾳ, μετὰ δʼ οἴνωσιν καὶ συμπεριφορὰν ὑδροποσίᾳ, μάλιστα δὲ τροφαῖς κεχρημένους· ἐμβριθέσι καὶ κρεώδεσιν ἢ ποικίλαις ὀλιγοσιτεῖν καὶ μηδὲν ὑπολείπειν[*](ὑπολείπειν scripsi: ὑπολιπεῖν ) περιττώματος πλῆθος ἐν τῷ σώματι. καὶ γὰρ αὐτὰ ταῦτα διʼ αὑτὰ πολλῶν αἴτια νόσων ἐστί, καὶ προστίθησι ταῖς ἄλλαις αἰτίαις ὕλην καὶ δύναμιν. ὅθεν ἄριστα λέλεκται τροφῆς ἀκορίην καὶ πόνων ἀοκνίην καὶ σπέρματος οὐσίης συντήρησιν ὑγιεινότατα εἶναι καὶ γὰρ ἡ περὶ τὰς συνουσίας ἀκρασία τῷ μάλιστα τὴν δύναμιν ἐκλύειν ὑφʼ ἧς ἡ τροφὴ διαπονεῖται, πλέον περίττωμα ποιεῖ καὶ πλῆθος.

ΖΕΥΞΙΠΠΟΣ. αὖθις οὖν ἀναλαβόντες ἐξ ἀρχῆς περὶ

ἑκάστου, πρῶτον δὲ περὶ γυμνασίων φιλολόγοις ἁρμοζόντων λέγομεν[*](λέγομεν scripsi: λέγωμεν ) ὅτι ὥσπερ ὁ φήσας μηδὲν γράφειν παραθαλασσίοις περὶ ὀδόντων[*](περὶ ὀδόντων] περὶ τριοδόντων?) ἐδίδαξε τὴν χρείαν, οὕτω καὶ φιλολόγοις φαίη τις ἂν μὴ[*](μὴ] μηδὲν R) γράφειν περὶ γυμνασίων. ἡ γὰρ καθʼ ἡμέραν τοῦ λόγου χρεία διὰ φωνῆς περαινομένη θαυμαστὸν οἷόν ἐστι γυμνάσιον οὐ μόνον πρὸς ὑγίειαν ἀλλὰ καὶ πρὸς ἰσχύν, οὐ παλαιστικὴν οὐδὲ σαρκοῦσαν καὶ πυκνοῦσαν τὰ ἐκτὸς ὥσπερ οἰκοδομήματος, ἀλλὰ τοῖς ζωτικωτάτοις μέρεσι ῥώμην ἐνδιάθετον καὶ τόνον ἀληθινὸν ἐμποιοῦσαν. ὅτι μὲν γὰρ ἰσχὺν[*](ἰσχὺν Meziriacus: ἰσχύειν ) δίδωσι τὸ πνεῦμα, δηλοῦσιν οἱ ἀλεῖπται, τοὺς ἀθλητὰς κελεύοντες ἀντερείδειν ταῖς τρίψεσι καὶ παρεγκόπτειν[*](παρεγκάπτειν Madvigius: παρεγκόπτειν ) τείνοντας[*](τείνοντας Meziriacus: τηροῦντας ) ἀεὶ τὰ πλασσόμενα μέρη καὶ ψηλαφώμενα τοῦ σώματος· ἡ δὲ φωνή, τοῦ πνεύματος οὖσα κίνησις, οὐκ ἐπιπολαίως ἀλλʼ ὥσπερ ἐν πηγαῖς περὶ τὰ σπλάγχνα ῥωννυμένη, τὸ θερμὸν αὔξει καὶ λεπτύνει τὸ αἷμα, καὶ πᾶσαν μὲν ἐκκαθαίρει φλέβα, πᾶσαν δʼ ἀρτηρίαν ἀνοίγει, σύστασιν δὲ καὶ πῆξιν ὑγρότητος οὐκ ἐᾷ περιττωματικῆς ὥσπερ ὑποστάθμην ἐγγενέσθαι τοῖς τὴν τροφὴν παραλαμβάνουσι καὶ κατεργαζομένοις ἀγγείοις. διὸ δεῖ μάλιστα ποιεῖν ἑαυτοὺς τούτῳ τῷ γυμνασίῳ συνήθεις καὶ συντρόφους ἐνδελεχῶς λέγοντας, ἂν δʼ ᾖ τις ὑποψία τοῦ σώματος ἐνδεέστερον ἢ κοπωδέστερον ἔχοντος, ἀναγιγνώσκοντας καὶ[*](καὶ W: ἢ ) ἀναφωνοῦντας. ὅπερ γὰρ αἰώρα πρὸς γυμνάσιόν
ἐστι, τοῦτο πρὸς διάλεξιν ἀνάγνωσις, ὥσπερ ἐπʼ ὀχήματος ἀλλοτρίου λόγου κινοῦσα μαλακῶς καὶ διαφοροῦσα πράως τὴν φωνήν. ἡ δὲ διάλεξις ἀγῶνα καὶ σφοδρότητα προστίθησιν, ἅμα τῆς ψυχῆς τῷ σώματι συνεπιτιθεμένης. κραυγὰς μέντοι περιπαθεῖς καὶ σπαραγμώδεις εὐλαβητέον· αἱ γὰρ ἀνώμαλοι προβολαὶ[*](προβολαὶ Salmasius: προσβολαὶ ) καὶ διατάσεις τοῦ πνεύματος ῥήγματα καὶ σπάσματα ποιοῦσιν. ἀναγνόντα δʼ ἢ διαλεχθέντα λιπαρᾷ καὶ ἀλεεινῇ τρίψει χρηστέον πρὸ τοῦ περιπάτου καὶ μαλάξει τῆς σαρκός, ὡς ἀνυστόν[*](ἀνυστόν Stephanus: ἀνοιστόν ) ἐστι, τῶν σπλάγχνων ποιούμενον ἁφὴν καὶ τὸ πνεῦμα πράως διομαλύνοντα καὶ διαχέοντα μέχρι τῶν ἄκρων. μέτρον δὲ τοῦ πλήθους τῆς τρίψεως ἔστω τὸ προσφιλὲς τῇ αἰσθήσει καὶ ἄλυπον. ὁ γὰρ οὕτω καταστήσας τὴν ἐν βάθει ταραχὴν καὶ διάτασιν τοῦ πνεύματος, ἀλύπῳ τε χρῆται τῷ περιττώματι, κἂν ἀκαιρία τις ἢ χρεία κωλύσῃ τὸν περίπατον, οὐδέν ἐστι πρᾶγμα· τὸ γὰρ οἰκεῖον ἡ φύσις ἀπείληφεν. ὅθεν οὔτε πλοῦν ποιητέον οὔτε καταγωγὴν ἐν πανδοκείῳ σιγῆς πρόφασιν, οὐδʼ ἂν πάντες καταγελῶσιν. ὅπου γὰρ οὐκ αἰσχρὸν τὸ φαγεῖν, οὐδὲ τὸ γυμνάζεσθαι δήπουθεν αἰσχρόν· ἀλλʼ αἴσχιον τὸ δεδοικέναι καὶ δυσωπεῖσθαι ναύτας καὶ ὀρεωκόμους καὶ πανδοκεῖς καταγελῶντας οὐ τοῦ σφαιρίζοντος καὶ σκιαμαχοῦντος ἀλλὰ τοῦ λέγοντος, ἂν ἅμα διδάσκῃ τι καὶ ζητῇ καὶ μανθάνῃ καὶ ἀναμιμνῄσκηται γυμναζόμενος. ὁ μὲν γὰρ Σωκράτης[*](Σωκράτης] Xenoph. Conv. II 18) ἔλεγεν ὅτι τῷ
κινοῦντι διʼ ὀρχήσεως αὑτὸν ἑπτάκλινος οἶκος ἱκανός ἐστιν ἐγγυμνάζεσθαι, τῷ δὲ διʼ ᾠδῆς λόγου γυμναζομένῳ γυμνάσιον ἀποχρῶν[*](γυμναζομένῳ γυμνάσιον ἀποχρῶν R: γυμνάσιον ἀπόχρη γυμναζομένῳ ) καὶ ἑστῶτι καὶ κατακειμένῳ πᾶς τόπος παρέχει. μόνον ἐκεῖνο φυλακτέον, ὅπως μήτε πλησμονὴν μήτε λαγνείαν μήτε κόπον ἑαυτοῖς συνειδότες ἐντεινώμεθα τῇ φωνῇ τραχύτερον , ὃ πάσχουσι πολλοὶ τῶν ῥητόρων καὶ τῶν σοφιστῶν, οἱ μὲν ὑπὸ δόξης καὶ φιλοτιμίας, οἱ δὲ διὰ μισθοὺς ἢ πολιτικὰς ἁμίλλας ἐξαγόμενοι παρὰ τὸ συμφέρον ἀγωνίζεσθαι. Νίγρος δʼ ὁ ἡμέτερος ἐν Γαλατίᾳ σοφιστεύων ἄκανθαν ἐτύγχανεν ἰχθύος καταπεπωκώς. ἑτέρου δʼ ἐπιφανέντος ἔξωθεν σοφιστοῦ καὶ μελετῶντος, ὀρρωδῶν ὑφειμένου δόξαν παρασχεῖν, ἔτι τῆς ἀκάνθης ἐνισχομένης ἐμελέτησε· μεγάλης δὲ φλεγμονῆς καὶ σκληρᾶς γενομένης, τὸν πόνον οὐ φέρων ἀνεδέξατο τομὴν ἔξωθεν βαθεῖαν. ἡ μὲν οὖν ἄκανθα διὰ τοῦ τραύματος ἐξῃρέθη, τὸ δὲ τραῦμα χαλεπὸν γενόμενον καὶ ῥευματικὸν ἀνεῖλεν αὐτόν. ἀλλὰ ταῦτα μὲν ἄν τις ὕστερον εὐκαίρως ὑπομνήσειε.

ΖΕΥΞΙΠΠΟΣ. λουτρῷ δὲ χρῆσθαι γυμνασαμένους ψυχρῷ μὲν ἐπιδεικτικὸν καὶ νεανικὸν μᾶλλον ἢ ὑγιεινόν ἐστιν. ἣν γὰρ δοκεῖ ποιεῖν δυσπάθειαν πρὸς τὰ ἔξω καὶ σκληρότητα τοῦ σώματος, αὕτη μεῖζον ἀπεργάζεται περὶ τὰ ἐντὸς κακόν, ἐνισταμένη τοῖς πόροις καὶ τὰ ὑγρὰ συνάγουσα καὶ πηγνύουσα τὰς ἀναθυμιάσεις ἀεὶ χαλᾶσθαι καὶ διαφορεῖσθαι βουλομένας.

ἔτι δʼ ἀνάγκη τοὺς ψυχρολουτοῦντας εἰς ἐκείνην αὖθις μεταβαίνειν ἣν φεύγομεν ἀκριβῆ καὶ τεταγμένην ἀποτόμως δίαιταν, ἀεὶ προσέχοντας αὑτοῖς μὴ παραβαίνωσι[*](παραβαίνωσι R: παραβαίνειν ) ταύτην , ὡς εὐθὺς ἐξελεγχομένου πικρῶς παντὸς ἁμαρτήματος. ἡ δὲ θερμολουσία δίδωσι πολλὴν[*](πολλὴν idem: πολλῷ ) συγγνώμην. οὐ γὰρ τοσοῦτον εὐτονίας ὑφαιρεῖ καὶ ῥώμης, ὅσον ὠφελεῖ πρὸς ὑγίειαν, ἐνδόσιμα τῇ πέψει καὶ μαλακὰ[*](μαλακτικὰ H) παρέχουσα, τοῖς δὲ τὴν πέψιν διαφεύγουσιν, ἄν γε δὴ μὴ παντάπασιν ὠμὰ καὶ μετέωρα μείνῃ, διαχύσεις ἀλύπους παρασκευάζουσα καὶ κόπους ἐκλεαίνουσα λανθάνοντας. οὐ μὴν ἀλλʼ ὅταν ἡ φύσις παρέχῃ μετρίως διακειμένου καὶ ἱκανῶς τοῦ σώματος αἴσθησιν, ἐατέον τὸ βαλανεῖον. ἄλειμμα δὲ τὸ πρὸς πυρὶ[*](πῦρ R) βέλτιον, ἂν ἀλέας δέηται τὸ σῶμα, ταμιεύεται γὰρ αὑτῷ τῆς θερμότητος. ὁ δʼ ἥλιος οὔτε μᾶλλον οὔθʼ ἧττον ἀλλʼ ὡς κέκραται πρὸς τὸν ἀέρα κεχρῆσθαι δίδωσι. ταῦτα μὲν οὖν ἱκανὰ περὶ γυμνασίων.

ΖΕΥΞΙΠΠΟΣ. ἐπὶ δὲ τροφὴν παραγενομένους, ἂν μὲν ᾖ τι τῶν πρόσθεν ὄφελος λόγων οἷς τὰς ὀρέξεις κηλοῦμεν[*](ἐκηλοῦμεν καὶ κατεπραῦνομεν R) καὶ καταπραΰνομεν, ἄλλο τι χρὴ παραινεῖν τῶν ἐφεξῆς· ἂν δʼ ὥσπερ ἐκ δεσμῶν λελυμένῃ[*](λελυμέναις) χαλεπὸν ᾖ χρῆσθαι καὶ φιλονεικεῖν πρὸς γαστέρα ὦτα μὴ ἔχουσαν, ὡς ἔλεγε Κάτων, διαμηχανητέον τῇ ποιότητι τῆς τροφῆς ἐλαφρότερον ποιεῖν τὸ πλῆθος. καὶ τὰ μὲν στερεὰ καὶ πολύτροφα τῶν σιτίων, οἷον τὰ

κρεώδη καὶ τυρώδη καὶ σύκων τὰ ξηρὰ καὶ ᾠῶν τὰ ἑφθά, προσφέρεσθαι πεφυλαγμένως ἁπτόμενον ἔργον γὰρ ἀεὶ παραιτεῖσθαι, τοῖς δὲ λεπτοῖς ἐμφύεσθαι καὶ κούφοις, οἷα τὰ πολλὰ τῶν λαχάνων καὶ τὰ πτηνὰ καὶ τῶν ἰχθύων οἱ μὴ πίονες. ἔστι γὰρ τὰ τοιαῦτα προσφερόμενον καὶ χαρίζεσθαι ταῖς ὀρέξεσι καὶ τὸ σῶμα μὴ πιέζειν. μάλιστα δὲ τὰς ἀπὸ κρεῶν φοβητέον ἀπεψίας· καὶ γὰρ εὐθὺς σφόδρα καὶ βαρύνουσι, καὶ λείψανον εἰσαῦθις πονηρὸν ἀπʼ αὐτῶν παραμένει. καὶ κράτιστον μὲν ἐθίσαι τὸ σῶμα μηδεμιᾶς προσδεῖσθαι σαρκοφαγίας· πολλὰ γὰρ οὐ μόνον πρὸς διατροφὴν ἄφθονα ἀλλὰ καὶ πρὸς εὐπάθειαν καὶ ἀπόλαυσιν ἀναδίδωσιν ἡ γῆ, τοῖς μὲν αὐτόθεν ἀπραγμόνως χρῆσθαι παρέχουσα, τὰ δὲ μιγνύμενα παντοδαπῶς καὶ σκευαζόμενα συνηδύνειν. ἐπεὶ δὲ τὸ ἔθος τρόπον τινὰ φύσις τοῦ παρὰ φύσιν γέγονεν, οὐ δεῖ χρῆσθαι κρεοφαγίᾳ πρὸς ἀποπλήρωσιν ὀρέξεως, ὥσπερ λύκους ἢ λέοντας, ἀλλʼ οἷον ὑπέρεισμα καὶ διάζωμα τῆς τροφῆς ἐμβαλλομένους ἑτέροις σιτίοις χρῆσθαι καὶ ὄψοις, ἃ καὶ τῷ σώματι μᾶλλόν ἐστι[*](Xylander: ἐστι καὶ ) κατὰ φύσιν, καὶ τῆς ψυχῆς ἧττον ἀμβλύνει τὸ λογικόν, ὥσπερ ἐκ λιτῆς καὶ ἐλαφρᾶς ὕλης ἀναπτόμενον.

ΖΕΥΞΙΠΠΟΣ. τῶν δʼ ὑγρῶν γάλακτι μὲν οὐχ ὡς ποτῷ χρηστέον, ἀλλʼ ὡς σιτίῳ δύναμιν ἐμβριθῆ καὶ πολύτροφον ἔχοντι. πρὸς δὲ τὸν οἶνον ἅπερ Εὐριπίδης[*](Εὐριπίδης] Nauck. p. 525) πρὸς τὴν Ἀφροδίτην διαλεκτέον[*](λεκτέον R)

  1. εἴης μοι, μέτριον δέ πως[*](δέ πως] δὲ πῶμʼ?)
  2. εἴης, μηδʼ ἀπολείποις
καὶ γὰρ ποτῶν ὠφελιμώτατόν ἐστι καὶ φαρμάκων ἥδιστον καὶ ὄψων ἀσικχότατον, ἂν τύχῃ τῆς πρὸς τὸν καιρὸν εὐκρασίας μᾶλλον ἢ τῆς πρὸς τὸ ὕδωρ. ὕδωρ δʼ οὐ μόνον τὸ μιγνύμενον πρὸς οἶνον, ἀλλὰ καὶ τὸ καθʼ ἑαυτὸ τοῦ κεκραμένου μεταξὺ πινόμενον ἀβλαβέστερον ποιεῖ τὸ κεκραμένον. ἐθιστέον οὖν παρὰ τὴν καθʼ ἡμέραν δίαιταν ὕδατος προσφέρεσθαι καὶ δύο καὶ τρία ποτήρια, τήν τε δύναμιν τοῦ οἴνου ποιοῦντα μαλακωτέραν καὶ τοῦ σώματος συνήθη τὴν ὑδροποσίαν, ὅπως, ὅταν ἐν χρείᾳ γένηται, μὴ ξενοπαθῇ μηδʼ ἀπαναίνηται. συμβαίνει γὰρ ἐνίους φέρεσθαι μάλιστα πρὸς τὸν οἶνον ὅταν μάλιστα χρείαν ὑδροποσίας ἔχωσι. καὶ γὰρ ἡλιωθέντες καὶ ῥιγώσαντες πάλιν καὶ σφοδρότερον εἰπόντες καὶ συντονώτερον φροντίσαντες καὶ ὅλως μετὰ τοὺς κόπους καὶ τοὺς ἀγῶνας οἴονται ποτέον εἶναι τὸν οἶνον ὡς καὶ τῆς φύσεως ἀπαιτούσης εὐπάθειάν τινα τῷ σώματι καὶ μεταβολὴν ἐκ τῶν πόνων. ἡ δὲ φύσις εὐπάθειαν μέν, εἴ τις εὐπάθειαν καλεῖ τὴν ἡδυπάθειαν, οὐκ ἀπαιτεῖ, μεταβολὴν δʼ ἀπαιτεῖ τὴν εἰς τὸ μέσον ἡδονῆς καὶ πόνου καθιστᾶσαν. διὸ καὶ τροφῆς ὑφαιρετέον ἐν τούτοις, καὶ τὸν οἶνον ἢ παντελῶς ἀφαιρετέον ἢ προσοιστέον πολλῇ κατακεραννύμενον διὰ μέσου καὶ κατακλυζόμενον ὑδροποσίᾳ. πλήκτης γὰρ ὢν καὶ ὀξὺς ἐπιτείνει τὰς τοῦ σώματος ταραχάς, καὶ τραχύτερα ποιεῖ καὶ παροξύνει τὰ
πεπληγμένα, παρηγορίας δεόμενα καὶ λειότητος, ἃς[*](ἃς R:οἷς ) μάλιστα τὸ ὕδωρ ἐνδίδωσι. καὶ γὰρ ἂν οὐ διψῶντες, ἄλλως 1 δὲ θερμὸν ὕδωρ πίωμεν μετὰ τοὺς κόπους καὶ τὰς διατάσεις καὶ τὰ καύματα, χαλάσματος καὶ μαλακότητος; αἰσθανόμεθα περὶ τὰ ἐντός· ἤπιος γὰρ ἡ τοῦ ὕδατος ὑγρότης καὶ ἄσφυκτος, ἡ δὲ τοῦ οἴνου φορὰν ἔχει πολλὴν καὶ δύναμιν οὐκ εὐμενῆ τοῖς προσφάτοις πάθεσιν οὐδὲ φιλάνθρωπον. καὶ γὰρ ἃς λέγουσιν ἔνιοι τῷ σώματι τὴν ἀσιτίαν δριμύτητας ἐγγεννᾶν καὶ πικρότητας εἴ τις δέδιεν ἢ καθάπερ οἱ παῖδες δεινὸν ἡγεῖται πρὸ τοῦ πυρέττειν μὴ παρατίθεσθαι τράπεζαν ἐν ὑποψίᾳ γεγονώς, εὐάρμοστον ἡ ὑδροποσία μεθόριον. καὶ γὰρ αὐτῷ τῷ Διονύσῳ πολλάκις νηφάλια θύομεν, ἐθιζόμενοι καλῶς μὴ ζητεῖν ἀεὶ τὸν ἄκρατον. ὁ δὲ Μίνως καὶ τὸν αὐλὸν ἀφεῖλε τῆς θυσίας καὶ τὸν στέφανον ὑπὸ λύπης. καίτοι λυπουμένην ψυχὴν ἴσμεν οὔθʼ ὑπὸ στεφάνων οὔθʼ ὑπʼ αὐλῶν παθοῦσαν· σῶμα δʼ οὐδὲν οὕτως ἰσχυρόν ἐστιν, ᾧ τεταραγμένῳ καὶ φλεγμαίνοντι προσπεσὼν οἶνος οὐκ ἠδίκησε.

ΖΕΥΞΙΠΠΟΣ. τοὺς μὲν οὖν Λυδοὺς ἐν τῷ λιμῷ λέγουσι διαγαγεῖν παρʼ ἡμέραν τρεφομένους, εἶτα παίζοντας καὶ κυβεύοντας· φιλόλογον δʼ ἄνδρα καὶ φιλόμουσον ἐν καιρῷ δεομένῳ[*](δεομένῳ Meziriacus: δεόμενον ) βραδυτέρου δείπνου διάγραμμα παρακείμενον ἤ τι βιβλίδιον ἢ λύριον οὐ προΐενται τῇ γαστρὶ λεηλατούμενον, ἀλλʼ ἀποστρέφων συνεχῶς καὶ μεταφέρων ἐπὶ ταῦτα τὴν διάνοιαν ἀπὸ τῆς τραπέζης ὥσπερ Ἁρπυίας τὰς ὀρέξεις διασοβήσει

ταῖς Μούσαις. οὐ γὰρ ὁ μὲν Σκύθης, ὅταν πίνῃ, πολλάκις ἐφάπτεται τοῦ τόξου καὶ παραψάλλει τὴν νευράν, ἐκλυόμενον ὑπὸ τῆς μέθης ἀνακαλούμενος τὸν θυμόν, Ἕλλην δʼ ἀνὴρ φοβήσεται τοὺς καταγελῶντας αὐτοῦ, γράμμασι καὶ βιβλίοις ἀγνώμονα καὶ δυσπαραίτητον ἐπιθυμίαν ἀνιέντος ἀτρέμα καὶ χαλῶντος. τῶν μὲν γὰρ παρὰ τῷ Μενάνδρῳ νεανίσκων ὑπὸ τοῦ πορνοβοσκοῦ παρὰ πότον ἐπιβουλευομένων καλὰς καὶ πολυτελεῖς εἰσάγοντος ἑταίρας ἕκαστος, ὥς φησι.
  1. κύψας καθʼ[*](καθʼ W: ἐς ) αὑτὸν τῶν τραγημάτων ἔφλα
  2. [*](Meinek. IV p. 280)
, φυλαττόμενος καὶ φοβούμενος ἐμβλέπειν οἱ δὲ φιλόλογοι πολλὰς καὶ καλὰς καὶ ἡδείας ἀπόψεις καὶ ἀποστροφὰς ἔχουσιν, ἄνπερ ἄλλως μὴ δύνωνται τὸ κυνικὸν καὶ θηριῶδες τῶν ὀρέξεων κατέχειν παρακειμένης τραπέζης. ἀλειπτῶν δὲ φωνὰς καὶ παιδοτριβῶν λόγους ἑκάστοτε λεγόντων ὡς τὸ παρὰ δεῖπνον φιλολογεῖν τὴν τροφὴν διαφθείρει καὶ βαρύνει τὴν κεφαλὴν τότε φοβητέον, ὅταν τὸν Ἰνδὸν ἀναλύειν ἢ διαλέγεσθαι περὶ τοῦ Κυριεύοντος ἐν δείπνῳ μέλλωμεν. τὸν μὲν γὰρ ἐγκέφαλον τοῦ φοίνικος, γλυκὺν ὄντα τῶν σφόδρα κεφαλαλγῶν[*](τῶν σφόδρα κεφαλαλγῶν scripsi: σφόδρα κεφαλαλγὸν ) λέγουσιν εἶναι· διαλεκτικὴ δὲ τρωγάλιον[*](τρωγάλιον] Bergk. 1 p. 423) ἐπὶ δείπνῳ γλυκὺ μὲν οὐδαμῶς κεφαλαλγὲς δὲ καὶ κοπῶδες ἰσχυρῶς ἐστιν. ἂν δʼ ἡμᾶς μὴ ἄλλο τι ζητεῖν ἢ φιλοσοφεῖν ἢ ἀναγιγνώσκειν παρὰ δεῖπνον ἐῶσι τῶν ἐν τῷ
καλῷ καὶ ὠφελίμῳ τὸ ἐπαγωγὸν ὑφʼ ἡδονῆς καὶ γλυκὺ μόριον ἐχόντων, κελεύσομεν αὐτοὺς μὴ ἐνοχλεῖν, ἀλλʼ ἀπιόντας ἐν τῷ ξυστῷ ταῦτα καὶ ταῖς παλαίστραις διαλέγεσθαι τοῖς ἀθληταῖς, οὓς τῶν βιβλίων ἐξελόντες ἀεὶ διημερεύειν ἐν σκώμμασι καὶ βωμολοχίαις ἐθίζοντες, ὡς ὁ κομψὸς Ἀρίστων ἔλεγε, τοῖς ἐν γυμνασίῳ κίοσιν ὁμοίως λιπαροὺς πεποιήκασι καὶ λιθίνους. αὐτοὶ δὲ πειθόμενοι τοῖς ἰατροῖς παραινοῦσιν ἀεὶ τοῦ δείπνου καὶ τοῦ ὕπνου λαμβάνειν μεθόριον καὶ μὴ συμφορήσαντας εἰς τὸ σῶμα τὰ σιτία καὶ τὸ πνεῦμα καταθλίψαντας εὐθὺς[*](εὐθὺς Xylander: μὴ εὐθὺς ) ὠμῇ καὶ ζεούσῃ τῇ τροφῇ βαρύνειν τὴν πέψιν ἀλλʼ ἀναπνοὴν καὶ χάλασμα παρέχειν,[*](παρέχειν Benselerus: ἔχειν ) ὥσπερ οἱ τὰ σώματα κινεῖν μετὰ δεῖπνον ἀξιοῦντες οὐ δρόμοις οὐδὲ παγκρατίοις τοῦτο ποιοῦσιν ἀλλὰ βληχροῖς[*](ἀλλὰ βληχροῖς L. Dindorfius: ἀλλʼ ἀβληχροῖς ) περιπάτοις καὶ χορείαις ἐμμελέσιν, οὕτω καὶ[*](οὕτω καὶ R: οὑτως ) ἡμεῖς οἰησόμεθα δεῖν τὰς ψυχὰς διαφέρειν μετὰ τὸ δεῖπνον μήτε πράγμασι μήτε φροντίσι μήτε σοφιστικοῖς ἀγῶσι πρὸς ἅμιλλαν ἐπιδεικτικὴν ἢ νικητικὴν περαινομένοις. ἀλλὰ πολλὰ μέν ἐστι τῶν φυσικῶν προβλημάτων ἐλαφρὰ καὶ πιθανά, πολλὰ δʼ ἠθικὰς[*](ἠθικὰς Duebnerus: ἤθη καὶ ) σκέψεις ἔχοντα καὶ τοῦτο[*](καὶ τοῦτο scripsi: τοῦτο ) δὴ τὸ μενοεικές, ὡς Ὅμηρος ἔφη, καὶ μὴ ἀντίτυπον. τὰς δʼ ἐν[*](τὰς δʼ ἐν R: ταῖς δὲ ) ἱστορικαῖς καὶ ποιητικαῖς ζητήσεσι διατριβὰς οὐκ ἀηδῶς ἔνιοι δευτέρας τραπέζας ἀνδράσι φιλολόγοις καὶ φιλομούσοις
προσεῖπον. εἰσὶ δὲ καὶ διηγήσεις ἄλυποι καὶ μυθολογίαι, καὶ τὸ περὶ αὐλοῦ τι καὶ λύρας ἀκοῦσαι καὶ εἰπεῖν ἐλαφρότερον ἢ λύρας αὐτῆς φθεγγομένης ἀκούειν καὶ αὐλοῦ. μέτρον δὲ τοῦ καιροῦ τὸ τῆς τροφῆς καθισταμένης ἀτρέμα καὶ συμπνεούσης τὴν πέψιν ἐγκρατῆ γενέσθαι καὶ ὑπερδέξιον.