Consolatio ad Apollonium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N, editor. Leipzig: Teubner, 1888.
λέγεται δʼ ὑπὸ μὲν τοῦ μελικοῦ Πινδάρου[*](Πινδάρου] Bergk. 1 p. 425) ταυτὶ περὶ τῶν εὐσεβῶν ἐν ᾍδου,
καὶ μικρὸν προελθὼν ἐν ἄλλῳ θρήνῳ περὶ ψυχῆς λέγων φησὶν
- τοῖσι λάμπει μὲν μένος ἀελίου τὰν ἐνθάδε νύκτα
- κάτω,
- φοινικορόδοις ἐν λειμώνεσσι προάστιον[*](προάστιον G. Hermannus: προάστειον ) αὐτῶν
[*](ita p. 1130 c: φοινικορόδιαί τε λειμῶνες )- καὶ λιβάνῳ σκιαρὸν καὶ χρυσοκάρποισι[*](χρυσέοις καρποῖς Boeckhius) βεβριθός.[*](βεβριθός R: βέβριθε )
- καὶ τοὶ μὲν ἵπποις γυμνασίοις τε[*](τε Hermannus) τοὶ δὲ πεσσοῖς,
- τοὶ δὲ φορμίγγεσι τέρπονται, παρὰ δέ σφισιν
- εὐανθὴς ἅπας τέθαλεν[*](idem: τέθηλεν ) ὄλβος,
- ὀδμὰ δʼ ἐρατὸν[*](Xylander: ἐρατῶν ) κατὰ χῶρον κίδναται
- αἰεὶ[*](Boeckhius: ἀεὶ ) θύα[*](θύα Hermannus: θύματα ) μιγνύντων πυρὶ τηλεφανεῖ παντοῖα
- θεῶν ἐπὶ βωμοῖς.
- ὀλβίᾳ δʼ ἅπαντες αἴσᾳ λυσίπονον τελευτάν.
[*](Bergk. 1 p. 427)- καὶ σῶμα μὲν πάντων ἕπεται θανάτῳ περισθενεῖ,
- ζωὸν δʼ ἔτι[*](ζωὸν δʼ ἔτι vit. Rom. c. 28: ζῶν δὲ ) λείπεται αἰῶνος εἴδωλον· τὸ γάρ
- ἐστι μόνον[*](ἐστι μόνον ibidem: μόνον ἐστί )
- ἐκ θεῶν. εὕδει δὲ πρασσόντων μελέων, ἀτὰρ
- εὑδόντεσσιν ἐν πολλοῖς ὀνείροις
- δείκνυσι τερπνῶν ἐφέρποισαν[*](ἐφέρποισαν Boeckhius: ἐφέρπουσαν ) χαλεπῶν τε κρίσιν.