Consolatio ad Apollonium

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N, editor. Leipzig: Teubner, 1888.

διὸ καὶ πάνυ καλῶς ὁ Πλάτων[*](Πλάτων] Rep. p. 604 b) ἔοικε παραινεῖν ἐν ταῖς τοιαύταις συμφοραῖς ἡσυχίαν ἔχειν, ὡς οὔτε δήλου ὄντος τοῦ κακοῦ καὶ τοῦ ἀγαθοῦ, οὔτʼ εἰς τὸ πρόσθεν οὐδὲν προβαῖνον τῷ χαλεπῶς φέροντι· ἐμποδὼν γὰρ γίγνεσθαι τὸ λυπεῖσθαι τῷ βουλεύεσθαι περὶ τοῦ γεγονότος καὶ ὥσπερ ἐν πτώσει κύβων πρὸς τὰ πεπτωκότα τίθεσθαι τὰ ἑαυτοῦ πράγματα, ὅπῃ λόγος αἱρεῖ βέλτιστʼ ἂν[*](βέλτιστʼ ἂν Plato: βέλτιστα ) ἔχειν. οὐ δεῖν οὖν προσπταίσαντας καθάπερ παῖδας ἐχομένους τοῦ πληγέντος βοᾶν, ἀλλʼ ἐθίζειν τὴν ψυχὴν ὅτι τάχιστα γίγνεσθαι περὶ τὸ ἰᾶσθαί τε καὶ ἐπανορθοῦν τὸ πεσόν τε καὶ νοσῆσαν, ἰατρικῇ θρηνῳδίαν ἀφανίζοντας. Τὸν τῶν Λυκίων νομοθέτην φασὶ προστάξαι τοῖς αὑτοῦ πολίταις, ἐπὰν πενθῶσι, γυναικείαν ἀμφιεσαμένους ἐσθῆτα πενθεῖν, ἐμφαίνειν βουληθέντα ὅτι γυναικῶδες τὸ πάθος καὶ οὐχ ἁρμόττον ἀνδράσι κοσμίοις καὶ παιδείας ἐλευθερίου[*](ἐλευθερίου Hertlinus: ἐλευθέρου )

μεταπεποιημένοις. θῆλυ γὰρ ὄντως καὶ ἀσθενὲς καὶ ἀγεννὲς; τὸ πενθεῖν· γυναῖκες; γὰρ ἀνδρῶν εἰσι φιλοπενθέστεραι καὶ οἱ βάρβαροι τῶν Ἑλλήνων καὶ οἱ χείρους ἄνδρες τῶν ἀμεινόνων, καὶ αὐτῶν δὲ τῶν βαρβάρων οὐχ οἱ γενναιότατοι Κελτοὶ καὶ Γαλάται καὶ πάντες οἱ φρονήματος ἀνδρειοτέρου πεφυκότες ἔμπλεοι, μᾶλλον δʼ, εἴπερ ἄρα, Αἰγύπτιοί τε καὶ Σύροι καὶ Λυδοὶ καὶ πάντες ὅσοι τούτοις παραπλήσιοι. τούτων γὰρ τοὺς μὲν εἰς βόθρους τινὰς καταδύντας ἱστοροῦσιν ἐπὶ πλείους ἡμέρας μένειν, μηδὲ τὸ τοῦ ἡλίου φῶς ὁρᾶν βουλομένους, ἐπειδὴ καὶ ὁ τετελευτηκὼς ἀπεστέρηται τούτου. Ἴων[*](Ἰων] Nauck. p. 576) γοῦν ὁ τραγικὸς ποιητής, οὐκ ἀνήκοος ὢν τῆς τούτων εὐηθείας, πεποίηκέ τινα λέγουσαν
  1. ἐξῆλθον ὑμῶν ἱκέτις ἡβώντων τροφὸς
  2. παίδων, βόθρους λιποῦσα πενθητηρίους
τινὲς δὲ τῶν βαρβάρων καὶ μέρη τοῦ σώματος ἀποτέμνουσι, ῥῖνας καὶ ὦτα καὶ τὸ ἄλλο σῶμα καταικίζοντες, δοκοῦντές τι χαρίζεσθαι τοῖς τετελευτηκόσιν ἀπαρτώμενοι τῆς κατὰ φύσιν ἐν τοῖς τοιούτοις μετριοπαθείας.

ἀλλὰ νὴ Δία τινὲς ὑποτυγχάνοντες οὐκ ἐπὶ παντὶ θανάτῳ τὰ πένθη δεῖν οἴονται γίγνεσθαι, ἀλλʼ ἐπὶ τοῖς ἀώροις, διὰ τὸ μηδενὸς τετυχηκέναι τῶν ἐν τῷ βίῳ νενομισμένων ἀγαθῶν, οἷον γάμου παιδείας τελειότητος πολιτείας ἀρχῶν (ταῦτα γὰρ εἶναι τὰ λυποῦντα μάλιστα τοὺς ἐπὶ τοῖς ἀώροις ἀτυχοῦντας, διὰ τὸ ἀφῃρῆσθαι πρὸ τοῦ δέοντος τῆς

ἐλπίδος), ἀγνοοῦντες ὅτι ὁ ἄωρος θάνατος ὡς πρὸς τὴν τῶν ἀνθρώπων φύσιν οὐδὲν διαφέρει. καθάπερ γὰρ τῆς εἰς κοινὴν πατρίδα πορείας προκειμένης πᾶσιν ἀναγκαίας καὶ ἀπαραιτήτου οἱ μὲν προπορεύονται οἱ δʼ ἐπακολουθοῦσι, πάντες δʼ ἐπὶ ταὐτὸν ἔρχονται, τὸν αὐτὸν τρόπον τῶν εἰς τὸ χρεὼν ὁδευόντων οὐδὲν πλέον ἔχοντες, τυγχάνουσιν οἱ βραδύτερον ἀφικνούμενοι τῶν θᾶττον παραγιγνομένων. εἴ γε μὴν ὁ ἄωρος θάνατος κακόν ἐστιν, ἀωρότατος ἂν εἴη ὁ τῶν νηπίων καὶ παίδων[*](καὶ παίδων del. H) καὶ ἔτι μᾶλλον ὁ τῶν ἄρτι γεγονότων. ἀλλὰ τοὺς τούτων θανάτους ῥᾳδίως φέρομεν καὶ εὐθύμως, τοὺς δὲ τῶν ἤδη προβεβηκότων δυσχερῶς καὶ πενθικῶς· διὰ τὸν ἐκ ματαίων ἐλπίδων ἀναπλασμόν, ἤδη νομιζόντων ἡμῶν βεβαίαν ἔχειν τὴν τῶν τηλικούτων διαμονήν. εἰ δʼ ὁ τῆς ζωῆς τῶν ἀνθρώπων χρόνος εἰκοσαέτης ἦν, τὸν πεντεκαιδεκαέτη ἀπογενόμενον ἐνομίζομεν ἂν μηκέτʼ ἄωρον τελευτᾶν ἀλλʼ ἤδη μέτρον ἡλικίας ἔχοντα ἱκανόν· τὸν δὲ τὴν τῶν εἴκοσιν ἐτῶν προθεσμίαν ἐκπληρώσαντα ἢ τὸν ἐγγὺς γενόμενον τοῦ τῶν εἴκοσιν ἐτῶν ἀριθμοῦ πάντως ἂν ἐμακαρίζομεν ὡς εὐδαιμονέστατον καὶ τελειότατον διαπεράσαντα βίον. εἰ δὲ διακοσίων ἐτῶν ἦν, τὸν ἑκατὸν ἐτῶν τελευτήσαντα πάντως ἂν ἄωρον νομίζοντες εἶναι πρὸς ὀδυρμοὺς καὶ θρήνους ἐτραπόμεθα.

δῆλον οὖν ὅτι καὶ ὁ λεγόμενος; ἄωρος θάνατος εὐπαραμύθητός ἐστι διά τε ταῦτα καὶ τὰ προειρημένα ἐν τοῖς ἔμπροσθεν. μεῖον γὰρ ὄντως

ἐδάκρυσε Τρωίλος ἢ Πρίαμος, κἂν[*](κἂν Πρίαμοςaddidi. Auditur μεῖον ἐδάκρυσεν) Πρίαμος αὐτός, εἰ προετελεύτησεν ἔτʼ ἀκμαζούσης αὐτῷ τῆς βασιλείας καὶ τῆς τοσαύτης τύχης ἣν ἐθρήνει. οἷα γοῦν πρὸς τὸν ἑαυτοῦ διελέχθη υἱὸν Ἕκτορα, παραινῶν ἀναχωρεῖν ἀπὸ τῆς πρὸς τὸν Ἀχιλλέα μάχης, ἐν οἷς φησιν
  1. ἀλλʼ εἰσέρχεο τεῖχος, ἐμὸν τέκος, ὄφρα σαώσῃς
  2. Τρῶας[*](Τρωάς Homer. X 56: τρωῖάδας ) καὶ Τρῳάς, μηδὲ μέγα κῦδος ὀρέξῃς
  3. Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς;
  4. πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον,
  5. δύσμορον, ὃν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος
  6. οὐδῷ
  7. αἴσῃ ἐν ἀργαλέῃ φθίσει, κακὰ πόλλʼ ἐπιδόντα,
  8. υἷάς τʼ ὀλλυμένους, ἑλκηθείσας τε θύγατρας,
  9. καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα
  10. βαλλόμενα ποτὶ γαίῃ, ἐν αἰνῇ δηϊοτῆτι,
  11. ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.
  12. αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσι
  13. ὠμησταὶ ἐρύωσιν,[*](ἐρύουσιν idem: ἐρύωσιν aut ἐρύσωσιν Vs. 24 - 26 del. H) ἐπεὶ κέ τις ὀξέι χαλκῷ
  14. τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται.
  15. ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον
  16. αἰδῶ τʼ αἰσχύνωσι κύνες, κταμένοιο γέροντος,
  17. τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.
  18. ἦ ῥʼ ὁ γέρων πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο
  19. χερσί,
  20. τίλλων ἐκ κεφαλῆς, οὐδʼ Ἕκτορι θυμὸν ἔπειθεν.
Ὄντων οὖν σοι παμπόλλων παραδειγμάτων περὶ τούτων ἐννοήθητι τὸν θάνατον οὐκ ὀλίγους ἀπαλλάττειν μεγάλων καὶ χαλεπῶν κακῶν, ὧν, εἰ ἐπεβίωσαν, πάντως ἂν ἐπειράθησαν. ἃ φειδόμενος τῆς τοῦ λόγου συμμετρίας παρέλιπον, ἀρκεσθεὶς τοῖς εἰρημένοις πρὸς τὸ μὴ δεῖν πέρα τοῦ φυσικοῦ καὶ μετρίου[*](καὶ μετρίου] μέτρου H) πρὸς ἄπρακτα πένθη καὶ θρήνους ἀγεννεῖς ἐκτρέπεσθαι.