Consolatio ad Apollonium

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N, editor. Leipzig: Teubner, 1888.

ἀλλʼ οὐ γὰρ ἤλπιζον φησὶ ταῦτα πείσεσθαι, οὐδὲ προσεδόκων ἀλλʼ ἐχρῆν σε προσδοκᾶν καὶ προκατακεκρικέναι τῶν ἀνθρωπείων τὴν ἀδηλότητα καὶ οὐδένειαν, καὶ οὐκ ἂν νῦν ἀπαράσκευος ὥσπερ ὑπὸ πολεμίων ἐξαίφνης ἐπελθόντων ἐλήφθης καλῶς γὰρ ὁ παρὰ τῷ Εὐριπίδῃ[*](Εὐριπίδῃ] auck. p. 381) Θησεὺς παρεσκευάσθαι φαίνεται πρὸς τὰ τοιαῦτα· ἐκεῖνος γάρ φησιν

  1. ἐγὼ δὲ τοῦτο παρὰ σοφοῦ τινος μαθὼν
  2. εἰς φροντίδας νοῦν[*](νοῦν Galenus vol. 5 p. 151 Chart.: εἰς ) συμφορὰς τʼ[*](τʼ idem) ἐβαλλόμην,
  3. φυγὰς τʼ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς
  4. θανάτους τʼ ἀώρους καὶ κακῶν ἄλλας ὁδούς,
  5. ἵνʼ εἴ τι πάσχοιμʼ ὧν ἐδόξαζον φρενί,
  6. μή μοι νεῶρες[*](νεωρὲς Musgravius: νεαρὸν ) προσπεσὸν μᾶλλον δάκοι[*](δάκοι Galenus vol. 5 p. 151 Chart.: δάκῃ )
οἱ δʼ ἀγεννέστεροι καὶ ἀνασκήτως διακείμενοι οὐδʼ ἀναστροφὴν ἐνίοτε λαμβάνουσι πρὸς τὸ βουλεύσασθαί τι τῶν εὐσχημόνων καὶ συμφερόντων, ἀλλʼ ἐκτρέπονται πρὸς τὰς ἐσχάτας ταλαιπωρίας, τὸ μηδὲν αἴτιον σῶμα τιμωρούμενοι καὶ τὰ μὴ νοσοῦντα κατὰ τὸν Ἀχαιὸν[*](Ἀχαιὸν] Nauck. p. 587) συναλγεῖν, ἀναγκάζοντες.