Consolatio ad Apollonium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N, editor. Leipzig: Teubner, 1888.
ἐπεὶ δὲ νῦν[*](ἐπεὶ δὲ νῦν R: ἐπειδὴ οὖν ) καὶ χρόνος ὁ πάντα πεπαίνειν εἰωθὼς ἐγγέγονε τῇ συμφορᾷ καὶ ἡ περὶ σὲ διάθεσις ἀπαιτεῖν ἔοικε τὴν παρὰ τῶν φίλων βοήθειαν, καλῶς
ἔχειν ὑπέλαβον τῶν παραμυθητικῶν σοι μεταδοῦναι λόγων πρὸς ἄνεσιν τῆς λύπης καὶ παῦλαν τῶν πενθικῶν καὶ ματαίων ὀδυρμῶν.κατὰ γὰρ τὸν σοφὸν Εὐριπίδην[*](Εὐριπίδην] Nauck. p. 524)
- ψυχῆς[*](ψυχῆς] Aesch. Prom. 379) γὰρ νοσούσης εἰσὶν ἰατροὶ λόγοι,
- ὅταν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ.
πολλῶν γὰρ ὄντων ψυχικῶν παθῶν, ἡ λύπη τὸ χαλεπώτατον πέφυκεν εἶναι πάντων· διὰ λύπην γάρ φασὶ καὶ μανίαν γίγνεσθαι πολλοῖς[*](καὶ μανία γίγνεται πολλοῖσι Stobaeus Flor. XCIX 1)[*](Meinek. IV p. 43)
- ἄλλο δὲ γʼ ἐπʼ ἄλλῃ φάρμακον κεῖται νόσῳ·
- λυπουμένῳ μὲν μῦθος εὐμενὴς φίλων,
- ἄγαν δὲ μωραίνοντι νουθετήματα
- καὶ νοσήματʼ οὐκ ἰάσιμα,
- αὑτούς τʼ ἀνῃρήκασι διὰ λύπην τινές