Consolatio ad Apollonium

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N, editor. Leipzig: Teubner, 1888.

ματαίους γὰρ καὶ πολλῆς εὐηθείας ἡγητέον εἶναι τὰς τοιαύτας ἐκφωνήσεις ἀλλʼ οὐκ ἔδει νέον ὄντα ἀναρπαγῆναι. τίς γὰρ ἂν εἴποι ὡς ἔδει; πολλὰ δὲ καὶ ἄλλα ἐφʼ ὧν ἄν τις εἴποι ὡς οὐκ ἔδει πραχθῆναι πέπρακται καὶ πράττεται καὶ πραχθήσεται πολλάκις. οὐ γὰρ νομοθετήσοντες πάρεσμεν εἰς τὸν βίον, ἀλλὰ πεισόμενοι τοῖς διατεταγμένοις ὑπὸ τῶν τὰ ὅλα πρυτανευόντων θεῶν καὶ τοῖς τῆς εἱμαρμένης καὶ προνοίας θεσμοῖς.