Consolatio ad Apollonium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N, editor. Leipzig: Teubner, 1888.
οἶμαι δὲ καὶ τὴν φύσιν ὁρῶσαν τὸ τʼ ἄτακτον καὶ βραχυχρόνιον τοῦ βίου ἄδηλον ποιῆσαι τὴν τοῦ θανάτου προθεσμίαν τοῦτο γὰρ ἦν ἄμεινον. εἰ γὰρ προῄδειμεν, κἂν προεξετήκοντό τινες ταῖς λύπαις καὶ πρὶν ἀποθανεῖν ἐτεθνήκεσαν. ὅρα δὲ καὶ τοῦ βίου τὸ ὀδυνηρὸν καὶ τὸ πολλαῖς φροντίσιν ἐπηντλημένον, ἃς εἰ βουλοίμεθα καταριθμεῖσθαι, λίαν ἂν αὐτοῦ καταγνοίημεν, ἐπαληθεύσαιμεν δὲ καὶ τὴν παρʼ ἐνίοις κρατοῦσαν δόξαν ὡς ἄρα κρεῖττόν ἐστι τὸ τεθνάναι τοῦ ζῆν. ὁ γοῦν Σιμωνίδης[*](Σιμωνίδης] Bergk. 3 p. 407)
Πίνδαρος[*](Πίνδαρος] Pyth. III 81) δὲ
- ἀνθρώπων φησὶν ὀλίγον μὲν κάρτος, ἄπρακτοι
- δὲ μεληδόνες,
- αἰῶνι δὲ παύρῳ πόνος ἀμφὶ πόνῳ.
- ὁ δʼ ἄφυκτος ὁμῶς ἐπικρέμαται θάνατος·
- κείνου γὰρ ἴσον λάχον μέρος οἳ τʼ ἀγαθοὶ
- ὅστις τε κακός.
Σοφοκλῆς[*](Σοφοκλῆς] Nauck. p. 248) δέ
- ἓν παρʼ ἐσθλὸν σύνδυο πήματα δαίονται[*](δαίονται Pindarus: δαίνυνται ) βροτοῖς.
- ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν
Εὐριπίδης[*](Εὐριπίδης] Alc. 780) δὲ
- σὺ δʼ ἄνδρα θνητὸν εἰ κατέφθιτο στένεις,
- εἰδὼς τὸ μέλλον οὐδὲν εἰ κέρδος φέρει;
τοιούτου δὴ τοῦ βίου τῶν ἀνθρώπων ὄντος οἷον οὗτοί φασι, πῶς οὐκ εὐδαιμονίζειν μᾶλλον προσήκει τοὺς ἀπολυθέντας τῆς ἐν αὐτῷ λατρείας ἢ κατοικτίρειν τε καὶ θρηνεῖν, ὅπερ οἱ πολλοὶ δρῶσι διʼ ἀμαθίαν;
- τὰ θνητὰ πράγματʼ οἶδας ἣν ἔχει φύσιν;
- δοκῶ μὲν οὔ πόθεν γάρ; ἀλλʼ ἄκουέ μου.
- βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,
- κοὐκ ἔστιν αὐτῶν ὅστις ἐξεπίσταται
- τὴν αὔριον μέλλουσαν εἰ βιώσεται.
- τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται.