De fortuna

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1888.

τύχη τὰ θνητῶν πράγματʼ, οὐκ εὐβουλία.[*](Nauck. p. 607) πότερον οὐδὲ δικαιοσύνη τὰ θνητῶν πράγματα οὐδʼ ἰσότης οὐδὲ σωφροσύνη οὐδὲ κοσμιότης, ἀλλʼ ἐκ τύχης μὲν καὶ διὰ τύχην Ἀριστείδης ἐνεκαρτέρησε τῇ πενίᾳ, πολλῶν χρημάτων κύριος γενέσθαι δυνάμενος, καὶ Σκιπίων Καρχηδόνα ἑλὼν οὐδὲν οὔτʼ ἔλαβεν οὔτʼ εἶδε τῶν λαφύρων, ἐκ τύχης δὲ καὶ διὰ τύχην Φιλοκράτης λαβὼν χρυσίον παρὰ Φιλίππου πόρνας καὶ ἰχθῦς ἠγόραζε καὶ Λασθένης καὶ Εὐθυκράτης ἀπώλεσαν Ὄλυνθον, τῇ γαστρὶ μετροῦντες καὶ τοῖς αἰσχίστοις τὴν εὐδαιμονίαν; ἀπὸ τύχης δʼ ὁ μὲν Φιλίππου Ἀλέξανδρος αὐτός τε τῶν αἰχμαλώτων ἀπείχετο γυναικῶν καὶ τοὺς ὑβρίζοντας ἐκόλαζεν, ὁ δὲ Πριάμου δαίμονι κακῷ καὶ τύχῃ χρησάμενος συνεκοιμᾶτο τῇ τοῦ ξένου γυναικί, καὶ λαβὼν αὐτὴν ἐνέπλησε πολέμου καὶ κακῶν τὰς δύο ἠπείρους; εἰ γὰρ ταῦτα γίγνεται διὰ τύχην, τί κωλύει καὶ τὰς γαλᾶς καὶ τοὺς τράγους καὶ τοὺς πιθήκους συνέχεσθαι φάναι διὰ τύχην ταῖς λιχνείαις καὶ ταῖς ἀκρασίαις καὶ ταῖς βωμολοχίαις;

p.237

Εἰ δʼ ἔστι σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία, πῶς λόγον ἔχει μὴ εἶναι φρόνησιν, εἰ δὲ φρόνησις, πῶς οὐ καὶ εὐβουλίαν; ἥ τε γὰρ[*]( ἥ τε γὰρ scripsi: ἤτε aut ἡ γὰρ ) σωφροσύνη φρόνησίς τίς ἐστιν ὥς φασι καὶ εὐβουλία,[*]( καὶ εὐβουλία addidi) καὶ ἡ δικαιοσύνη τῆς φρονήσεως δεῖται παρούσης· μᾶλλον δὲ τὴν εὐβουλίαν γέ τοι καὶ φρόνησιν ἐν μὲν ἡδοναῖς ἀγαθοὺς παρεχομένην ἐγκράτειαν καὶ σωφροσύνην καλοῦμεν, ἐν δὲ κινδύνοις καὶ πόνοις καρτερίαν καὶ ἀνδραγαθίαν, ἐν δὲ κοινωνήμασι καὶ πολιτείαις εὐνομίαν καὶ δικαιοσύνην. ὅθεν εἰ τὰ τῆς εὐβουλίας ἔργα τῆς τύχης δικαιοῦμεν εἶναι, ἔστω τύχης καὶ τὰ τῆς δικαιοσύνης καὶ τὰ τῆς σωφροσύνης, καὶ νὴ Δία τὸ κλέπτειν τύχης ἔστω καὶ τὸ βαλλαντιοτομεῖν καὶ τὸ ἀκολασταίνειν, καὶ μεθέμενοι τῶν οἰκείων λογισμῶν εἰς τὴν τύχην ἑαυτοὺς ἀφῶμεν ὥσπερ ὑπὸ πνεύματος πολλοῦ κονιορτὸν ἢ συρφετὸν ἐλαυνομένους καὶ[*](καὶ W: ἢ) διαφερομένους. εὐβουλίας τοίνυν μὴ οὔσης οὐδὲ βουλὴν εἰκὸς εἶναι περὶ πραγμάτων οὐδὲ σκέψιν οὐδὲ ζήτησιν τοῦ συμφέροντος, ἀλλʼ ἐλήρησεν εἰπὼν ὁ Σοφοκλῆς[*](Σοφοκλὴς] OR 110) ὅτι

  1. πᾶν τὸ ζητούμενον
  2. ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον
καὶ πάλιν αὖ τὰ πράγματα διαιρῶν
  1. τὰ μὲν διδακτὰ μανθάνω, τὰ δʼ εὑρετὰ[*](Nauck. p. 243)
  2. ζητῶ, τὰ δʼ εὐκτὰ παρὰ θεῶν ᾐτησάμην
τί γὰρ εὑρετὸν ἢ τί μαθητόν ἐστιν ἀνθρώποις, εἰ πάντα περαίνεται κατὰ τύχην; ποῖον δʼ οὐκ ἀναιρεῖται
p.238
βουλευτήριον πόλεως ἢ ποῖον οὐ καταλύεται συνέδριον βασιλέως, εἰ ὑπὸ τῇ τύχῃ πάντʼ ἐστίν, ἣν τυφλὴν λοιδοροῦμεν, ὡς τυφλοὶ περιπίπτοντες αὐτῇ; τί δʼ οὐ μέλλομεν, ὅταν ὥσπερ ὄμματα τὴν εὐβουλίαν ἐκκόψαντες αὑτῶν τοῦ βίου τυφλὴν χειραγωγὸν λαμβάνωμεν;

καίτοι φέρε λέγειν τινὰ ἡμῶν ὡς τύχη τὰ τῶν βλεπόντων πράγματα, οὐκ ὄψις οὐδʼ ὄμματα φωσφόρα φησὶ Πλάτων,[*](Πλάτων ] Tim. p. 45 b) καὶ τύχη τὰ τῶν ἀκουόντων, οὐ δύναμις ἀντιληπτικὴ πληγῆς ἀέρος διʼ ὠτὸς καὶ ἐγκεφάλου προσφερομένης· καλὸν δʼ, ὡς ἔοικεν, εὐλαβεῖσθαι τὴν αἴσθησιν. ἀλλὰ μὴν τὴν ὄψιν καὶ ἀκοὴν καὶ γεῦσιν καὶ ὄσφρησιν καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος καὶ τάς δυνάμεις[*](καὶ τὰς δυνάμεις R: δυνάμεως) αὐτῶν ὑπηρεσίαν εὐβουλίας καὶ φρονήσεως ἡ φύσις ἤνεγκεν ἡμῖν, καὶ νοῦς[*]( νοῦς ] Mullach. 1 p. 144) ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα δὲ κωφὰ καὶ τυφλά καὶ ὥσπερ ἡλίου μὴ ὄντος ἕνεκα τῶν ἄλλων ἄστρων εὐφρόνην ἂν ἤγομεν, ὥς φησιν Ἡράκλειτος,[*](Ἡράκλειτος] id. 1 p. 319) οὕτως ἕνεκα τῶν αἰσθήσεων, εἰ μὴ νοῦν μηδὲ λόγον ὁ ἄνθρωπος ἔσχεν, οὐδὲν ἂν διέφερε τῷ βίῳ τῶν θηρίων. νῦν δʼ οὐκ ἀπὸ τύχης οὐδʼ αὐτομάτως περίεσμεν αὐτῶν καὶ κρατοῦμεν, ἀλλʼ ὁ Προμηθεύς, τουτέστιν ὁ λογισμὸς αἴτιος

  1. ἵππων ὄνων τʼ ὀχεῖα καὶ ταύρων γονὰς[*](Nauck. p. 50)
  2. δοὺς ἀντίδωρα καὶ πόνων ἐκδέκτορα
κατʼ Αἰσχύλον. ἐπεὶ τύχῃ γε καὶ φύσει γενέσεως ἀμείνονι τὰ πλεῖστα τῶν ἀλόγων κέχρηται. τὰ μὲν
p.239
γὰρ ὥπλισται κέρασι καὶ ὀδοῦσι καὶ κέντροις, αὐτὰρ ἐχίνοις[*]( ἐχίνοις Stephanus:ἐχῖνος ) φησὶν Ἐμπεδοκλῆς[*]( Ἐμπεδοκλὴς ] Mullach. 1 p. 9)
  1. ὀξυβελεῖς χαῖται νώτοις ἐπιπεφρίκασι,
τὰ δʼ ὑποδέδεται καὶ ἠμφίεσται φολίσι καὶ λάχναις καὶ χηλαῖς καὶ ὁπλαῖς ἀποκρότοις· μόνος δʼ ὁ ἄνθρωπος κατὰ τὸν Πλάτωνα[*]( Πλάτωνα ] Protag. p. 321 c) γυμνὸς καὶ ἄοπλος καὶ ἀνυπόδητος[*]( ἄοπλος καὶ ἀνυπόδητος H ex Platone: ἄνοπλος καὶ ἀνυπόδετος ) καὶ ἄστρωτος ὑπὸ τῆς φύσεως ἀπολέλειπται.
  1. ἀλλʼ ἓν διδοῦσα πάντα μαλθάσσει τάδε,
  2. [*](Nauck. p. 300)
τὸν λογισμὸν καὶ τὴν ἐπιμέλειαν καὶ τὴν πρόνοιαν.
  1. ἦ βραχὺ μὲν σθένος ἀνέρος· ἀλλὰ
  2. [*](id. p. 295)
  3. ποικιλίᾳ πραπίδων
  4. δεινὰ μὲν φῦλα[*]( φῦλα ex p. 959 d) πόντου
  5. χθονίων τʼ ἀερίων τε
  6. δάμναται βουλεύματα.
κουφότατον ἵπποι καὶ ὠκύτατον, ἀνθρώπῳ δὲ θέουσι· μάχιμον κύων καὶ θυμοειδές, ἀλλʼ ἄνθρωπον φυλάττει· ἡδύτατον ἰχθὺς καὶ πολύσαρκον ὗς, ἀνθρώπῳ[*]( ἀνθρώπῳ H: ἀνθρωποις ) δὲ τροφὴ καὶ ὄψον ἐστί. τί μεῖζον ἐλέφαντος; ἢ φοβερώτερον ἰδεῖν; ἀλλὰ καὶ τοῦτο[*]( τοῦτο] οὗτος R) παίγνιον γέγονεν ἀνθρώπου καὶ θέαμα πανηγυρικόν, ὀρχήσεις τε μανθάνει καὶ χορείας καὶ προσκυνήσεις, οὐκ ἀχρήστως τῶν τοιούτων παρεισαγομένων, ἀλλʼ ἵνα μανθάνωμεν ποῖ[*]( ποῖ H: ποῦ ) τὸν ἄνθρωπον ἡ φρόνησις αἴρει καὶ
p.240
τίνων ὑπεράνω ποιεῖ, καὶ πῶς κρατεῖ πάντων καὶ περίεστιν.
  1. οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
  2. [*](Homer. θ 246)
  3. οὐδὲ ποσὶ κραιπνῶς θέομεν,
ἀλλʼ ἐν πᾶσι τούτοις ἀτυχέστεροι τῶν θηρίων ἐσμέν· ἐμπειρίᾳ δὲ καὶ μνήμῃ καὶ σοφίᾳ καὶ τέχνῃ κατʼ Ἀναξαγόραν σφῶν[*]( σφῶν] ἐργω Sauppius. Fort. ἐρίω) τʼ αὐτῶν χρώμεθα καὶ βλίττομεν καὶ ἀμέλγομεν καὶ φέρομεν καὶ ἄγομεν συλλαμβάνοντες, ὥστʼ, ἐνταῦθα τῆς τύχης ἀλλὰ πάντα τῆς εὐβουλίας εἶναι.

ἀλλὰ μὴν καὶ τὰ τεκτόνων δήπου πράγματα θνητῶν ἐστι, καὶ τὰ χαλκοτύπων καὶ οἰκοδόμων καὶ ἀνδριαντοποιῶν, ἐν οἷς οὐδὲν αὐτομάτως οὐδʼ ὡς ἔτυχε κατορθούμενον ὁρῶμεν. ὅτι γὰρ τούτοις βραχεῖά[*]( βραχεῖα] Epicurus ap. Diog. L. X 114) τις παρεμπίπτει τύχη, τὰ δὲ πλεῖστα καὶ μέγιστα τῶν ἔργων αἱ τέχναι συντελοῦσι διʼ αὑτῶν, καὶ οὗτος ὑποδεδήλωκε

  1. βᾶτʼ εἰς ὁδὸν δὴ πᾶς ὁ χειρῶναξ λεώς,
  2. [*](Nauck. p. 248)
  3. οἳ τὴν Διὸς γοργῶπιν Ἐργάνην στατοῖς
  4. λίκνοισι προστρέπεσθε.
τὴν γὰρ Ἐργάνην[*]( Ρ̓γάνην H:) αἱ τέχναι πάρεδρον οὐ τὴν Τύχην ἔχουσι. Νεάλκη[*]( Νεάλκη Madvigius: ) μέντοι φασὶν ἵππον ζωγραφοῦντα τοῖς μὲν ἄλλοις κατορθοῦν εἴδεσι καὶ χρώμασι, τοῦ δʼ ἀφροῦ τὴν περὶ τῷ χαλινῷ κοπτομένην χαυνότητα καὶ τὸ συνεκπῖπτον ἆσθμα κατορθοῦντα
p.241
γράφειν τε πολλάκις καὶ ἐξαλείφειν, τέλος δʼ ὑπʼ ὀργῆς προσβαλεῖν τῷ πίνακι τὸν σπόγγον ὥσπερ εἶχε τῶν φαρμάκων ἀνάπλεων, τὸν δὲ προσπεσόντα θαυμαστῶς ἐναπομάξαι καὶ ποιῆσαι τὸ δέον. τοῦτʼ ἔντεχνον τύχης μόνον ἱστορεῖται. κανόσι καὶ σταθμοῖς καὶ μέτροις καὶ ἀριθμοῖς πανταχοῦ χρῶνται, ἵνα μηδαμοῦ τὸ εἰκῆ καὶ ὡς ἔτυχε τοῖς ἔργοις ἐγγένηται. καὶ μὴν αἱ τέχναι μικραί τινες εἶναι λέγονται φρονήσεις, μᾶλλον δʼ ἀπορροαὶ[*]( ἀπορροαὶ H: ) φρονήσεως καὶ ἀποτρίμματα ἐνδιεσπαρμένα ταῖς χρείαις ταῖς[*]( χρείαις ταῖς H: χρείαις ) περὶ τὸν βίον, ὥσπερ αἰνίττεται τὸ πῦρ ὑπὸ τοῦ Προμηθέως μερισθὲν ἄλλο ἄλλῃ διασπαρῆναι. καὶ γὰρ τῆς φρονήσεως μόρια καὶ σπάσματα μικρὰ θραυομένης καὶ κατακερματιζομένης εἰς τάξεις κεχώρηκε.

θαυμαστὸν οὖν ἐστι πῶς αἱ μὲν τέχναι τῆς τύχης οὐ δέονται πρὸς τὸ οἰκεῖον τέλος, ἡ δὲ πασῶν μεγίστη καὶ τελειοτάτη τέχνη καὶ τὸ κεφάλαιον τῆς ἀνθρωπίνης εὐφημίας καὶ δικαιώσεως οὐδέν ἐστιν. ἀλλʼ ἐπιτάσει μὲν καὶ ἀνέσει χορδῶν[*]( καὶ ἀνε.σει χορδῶν Benselerus (coll. Plat. Rep. p. 349 e): χορδῶν καὶ ἀέσει ) εὐβουλία τίς ἔνεστιν ἣν μουσικὴν καλοῦσι, καὶ περὶ ἄρτυσιν ὄψων ἣν μαγειρικὴν ὀνομάζομεν, καὶ περὶ πλύσιν ἱματίων ἣν γναφικήν, τούς τε[*]( τε H: δὲ ) παῖδας καὶ ὑποδεῖσθαι καὶ περιβάλλεσθαι διδάσκομεν καὶ τῇ[*]( τῇ μὲν H) δεξιᾷ λαμβάνειν τοῦ ὄψου τῇ δʼ ἀριστερᾷ κρατεῖν τὸν ἄρτον, ὡς οὐδὲ τούτων γιγνομένων ἀπὸ τύχης ἀλλʼ ἐπιστάσεως καὶ προσοχῆς δεομένων τὰ δὲ μέγιστα

p.242
καὶ κυριώτατα πρὸς εὐδαιμονίαν οὐ παρακαλεῖ τὴν φρόνησιν, οὐδὲ μετέχει τοῦ κατὰ λόγον καὶ πρόνοιαν; ἀλλὰ γῆν μὲν οὐδεὶς ὕδατι δεύσας ἀφῆκεν, ὡς ἀπὸ τύχης καὶ αὐτομάτως πλίνθων ἐσομένων, οὐδʼ ἔρια καὶ σκύτη κτησάμενος κάθηται τῇ τύχῃ προσευχόμενος ἱμάτιον αὐτῷ καὶ ὑποδήματα γενέσθαι· χρυσίον δὲ πολὺ συμφορήσας καὶ ἀργύριον καὶ πλῆθος ἀνδραπόδων καὶ πολυθύρους αὐλὰς περιβαλόμενος καὶ κλίνας προσθέμενος πολυτελεῖς καὶ τραπέζας οἴεται ταῦτα φρονήσεως αὐτῷ μὴ παραγενομένης εὐδαιμονίαν ἔσεσθαι καὶ βίον ἄλυπον καὶ μακάριον καὶ ἀμετάβλητον; ἠρώτα τις Ἰφικράτην τὸν στρατηγόν, ὥσπερ ἐξελέγχων, τίς ἐστιν; οὔτε γὰρ ὁπλίτης οὔτε τοξότης οὔτε πελταστής. κἀκεῖνος ὁ τούτοις ἔφη πᾶσιν ἐπιτάττων καὶ χρώμενος.

Οὐ χρυσίον ἡ φρόνησίς ἐστιν οὐδʼ ἀργύριον οὐδὲ δόξα οὐδὲ πλοῦτος οὐδʼ ὑγίεια οὐδʼ ἰσχὺς οὐδὲ κάλλος. τί οὖν ἐστι; τὸ πᾶσι τούτοις καλῶς χρῆσθαι δυνάμενον καὶ διʼ ὃ τούτων ἕκαστον ἡδὺ γίγνεται καὶ ἔνδοξον καὶ ὠφέλιμον ἄνευ δὲ τούτου δύσχρηστα καὶ ἄκαρπα καὶ βλαβερά, καὶ· βαρύνει καὶ καταισχύνει τὸν κεκτημένον. ἦ που καλῶς ὁ Ἡσιόδου[*]( Ἡσιόδου ] OD 86) Προμηθεὺς τῷ Ἐπιμηθεῖ παρακελεύεται

  1. μή ποτε δῶρα
  2. δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου ἀλλʼ ἀποπέμπειν
τὰ τυχηρὰ λέγων καὶ τὰ ἐκτός, ὡς εἰ παρεκελεύετο μὴ συρίζειν[*]( λυρίζειν H) ἄμουσον ὄντα μηδʼ ἀναγιγνώσκειν
p.243
ἀγράμματον μηδʼ ἱππεύειν ἄνιππον, οὕτω παρακελευόμενος αὐτῷ μὴ ἄρχειν ἀνόητον ὄντα μηδὲ πλουτεῖν ἀνελεύθερον μηδὲ γαμεῖν κρατούμενον ὑπὸ γυναικός. οὐ γὰρ μόνον τὸ εὖ πράσσειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίγνεται, ὡς Δημοσθένης[*]( Δημοσθένης] Olynth. I 23) εἶπεν, ἀλλὰ τὸ εὐτυχεῖν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς πράττειν τοῖς μὴ φρονοῦσιν.