Quomodo adulator ab amico internoscatur
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
οὐ τοίνυν μάλιστα τῷ περὶ τὰς ὑπουργίας ἐπαχθεῖ τοῦ κόλακος οὐδὲ τῇ περὶ τὰς ἐπαγγελίας εὐχερείᾳ γνοίη τις ἂν τὴν φύσιν, ἀλλὰ μᾶλλον ἐν τῷ καλῷ τῆς χρείας ἢ αἰσχρῷ καὶ διαφέροντι πρὸς ἡδονὴν ἢ ὠφέλειαν. ὁ μὲν γὰρ φίλος οὐχ, ὥσπερ ἀπεφαίνετο Γοργίας, αὑτῷ μὲν ἀξιώσει τὰ δίκαια τὸν φίλον ὑπουργεῖν, ἐκείνῳ δʼ αὐτὸς ὑπηρετήσει πολλὰ καὶ τῶν μὴ δικαίων·
μᾶλλον οὖν κἀκεῖνον ἀποτρέψει τῶν μὴ προσηκόντων· ἂν δὲ μὴ πείθῃ, καλὸν τὸ Φωκίωνος πρὸς Ἀντίπατρον, οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι, τουτέστι καὶ φίλῳ καὶ μὴ φίλῳ. συνεργεῖν γὰρ δεῖ τῷ φίλῳ μὴ συμπανουργεῖν, καὶ συμβουλεύειν μὴ συνεπιβουλεύειν, καὶ συμμαρτυρεῖν μὴ συνεξαπατᾶν, καὶ συνατυχεῖν νὴ Δία μὴ συναδικεῖν. οὐδὲ γὰρ· τὸ συνειδέναι τοῖς φίλοις τὰ αἰσχρά, πόθεν γε· δὴ τὸ συμπράττειν καὶ συνασχημονεῖν αἱρετόν ἐστιν; ὥσπερ οὖν Λακεδαιμόνιοι μάχῃ κρατηθέντες ὑπʼ Ἀντιπάτρου καὶ ποιούμενοι διαλύσεις ἠξίουν ὅ τι βούλεται ζημιῶδες, αἰσχρὸν δὲ μηδὲν ἐπιτάττειν αὐτοῖς, οὕτως ὁ φίλος, ἄν τις ἢ δαπάνην ἢ κίνδυνον ἢ πόνον ἔχουσα χρεία καταλαμβάνῃ, πρῶτος ἀξιῶν καλεῖσθαι καὶ μετέχειν ἀπροφασίστως καὶ προθύμως, ὅπου δὲ πρόσεστιν αἰσχύνη, μόνον ἐᾶν καὶ φείδεσθαι παραιτούμενος. ἀλλʼ ἥ γε κολακεία τοὐναντίον ἐν μὲν ταῖς ἐπιπόνοις καὶ κινδυνώδεσιν ὑπουργίαις ἀπαγορεύει, κἂν διαπειρώμενος κρούσῃς, σαθρὸν ἔκ τινος προφάσεως ὑπηχεῖ καὶ ἀγεννές· ἐν δὲ ταῖς αἰσχραῖς καὶ ταπειναῖς καὶ ἀδόξοις διακονίαις ἀπόχρησαι πάτησον, οὐδὲν ἡγεῖται δεινὸν οὐδʼ ὑβριστικόν. ὁρᾷς τὸν πίθηκον; οὐ δύναται τὴν οἰκίαν φυλάττειν ὡς ὁ κύων, οὐδὲ βαστάζειν ὡς ὁ ἵππος, οὐδʼ ἀροῦν τὴν γῆν ὡς οἱ βόες· ὕβριν οὖν φέρει καὶ βωμολοχίαν καὶ παιδιὰς ἀνέχεται, γέλωτος ὄργανον ἐμπαρέχων ἑαυτόν. οὕτω δὴ καὶ ὁ κόλαξ οὐ συνειπεῖν οὐ συνεισενεγκεῖν οὐ συναγωνίσασθαι δυνάμενος, πόνου τε καὶ σπουδῆς ἁπάσης ἀπολειπόμενος, ἐν ταῖς ὑπὸ μάλης πράξεσιν ἀπροφάσιστός ἐστι, καὶ πιστὸς ἔρωτος ὑπηρέτης καὶ περὶ λύσιν πόρνης ἀκριβὴς καὶ πότου δαπάνης ἐκκαθῆραι λογισμὸν οὐκ ἀμελής, οὐδὲ ῥᾴθυμος ἐν δείπνων παρασκευαῖς, θεραπευτικὸς δὲ παλλακίδων, πρὸς δὲ κηδεστὰς ἀποθρασύνεσθαι κελευσθεὶς καὶ συνεκβαλεῖν γαμετὴν ἄτεγκτος καὶ ἀδυσώπητος. ὥστε μηδὲ ταύτῃ δυσφώρατον εἶναι τὸν ἄνδρα· προσταττόμενος γὰρ ὅ τι βούλει τῶν ἀδόξων καὶ μὴ καλῶν ἕτοιμος ἀφειδεῖν ἑαυτοῦ, τῷ προστάττοντι χαριζόμενος.
- συσσωφρονεῖν γάρ, οὐχὶ συννοσεῖν ἔφυ.
[*](Eur. Iph. A. 407)