Quomodo adulator ab amico internoscatur

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

τοῖς μὲν οὖν ταύροις τὸν οἶστρον ἐνδύεσθαι παρὰ τὸ οὖς λέγουσι, καὶ τοῖς κυσὶ τὸν κρότωνα· τῶν δὲ φιλοτίμων ὁ κόλαξ τὰ ὦτα κατέχων τοῖς ἐπαίνοις καὶ προσπεφυκὼς δυσαπότριπτός ἐστιν.

ὅθεν ἐνταῦθα δεῖ μάλιστα τὴν κρίσιν ἔχειν ἐγρηγορυῖαν καὶ παραφυλάττουσαν πότερον τοῦ πράγματος ἢ τοῦ ἀνδρὸς 5 ἔπαινός ἐστιν. ἔστι δὲ τοῦ πράγματος , ἂν ἀπόντας μᾶλλον ἢ παρόντας ἐπαινῶσιν, ἂν καὶ αὐτοὶ ταὐτὰ βουλόμενοι καὶ ζηλοῦντες μὴ μόνους ἡμᾶς ἀλλὰ πάντας ἐπὶ τοῖς ὁμοίοις ἐπαινῶσιν, ἂν μὴ νῦν μὲν ταῦτα νῦν δὲ τἀναντία πράττοντες καὶ λέγοντες φαίνωνται·[*](φαίνωνται H: φαίνοιντο ) τὸ δὲ μέγιστον, ἂν αὐτοὶ γιγνώσκωμεν ἑαυτοὺς μὴ μεταμελομένους ἐφʼ οἷς ἐπαινούμεθα μηδʼ αἰσχυνομένους μηδὲ μᾶλλον ἡμῖν τἀναντία τούτων πεπρᾶχθαι καὶ λελέχθαι βουλομένους. ἡ γὰρ οἴκοθεν κρίσις ἀντιμαρτυροῦσα καὶ μὴ προσδεχομένη τὸν ἔπαινον ἀπαθής ἐστι καὶ ἄθικτος καὶ ὑπὸ τοῦ κολακεύοντος ἀνάλωτος. ἀλλʼ οὐκ οἶδʼ ὅπως οἱ πολλοὶ τὰς μὲν ἐπὶ τοῖς ἀτυχήμασι παρηγορίας οὐχ ὑπομένουσιν, ἀλλὰ μᾶλλον ὑπὸ τῶν συνεπιθρηνούντων ἄγονται καὶ συνοδυρομένων ὅταν δʼ ἁμαρτάνωσι καὶ πλημμελῶσιν, ὁ μὲν ἐλέγχῳ καὶ ψόγῳ δηγμὸν ἐμποιῶν καὶ μετάνοιαν ἐχθρὸς δοκεῖ καὶ κατήγορος, τὸν δʼ ἐπαινοῦντα καὶ κατευλογοῦντα τὰ πεπραγμένα ἀσπάζονται καὶ νομίζουσιν εὔνουν καὶ φίλον. ὅσοι μὲν οὖν ἢ πρᾶξιν ἢ λόγον ἢ σπουδάσαντος ὁτιοῦν ἢ σκώψαντος εὐχερῶς ἐπαινοῦσι καὶ συνεπικροτοῦσιν, εἰς τὸ παρὸν εἰσιν οὗτοι καὶ τὰ ὑπὸ χεῖρα βλαβεροὶ μόνον· ὅσοι δὲ πρὸς τὸ ἦθος ἐξικνοῦνται τοῖς ἐπαίνοις καὶ νὴ Δία τοῦ τρόπου τῇ κολακείᾳ θιγγάνουσι, ταὐτὸ ποιοῦσι τῶν οἰκετῶν τοῖς μὴ ἀπὸ
τοῦ σωροῦ κλέπτουσιν ἀλλʼ ἀπὸ τοῦ σπέρματος σπέρμα γὰρ τῶν πράξεων οὖσαν τὴν διάθεσιν καὶ τὸ ἦθος ἀρχὴν καὶ πηγὴν τοῦ βίου διαστρέφουσι, τὰ τῆς ἀρετῆς ὀνόματα τῇ κακίᾳ περιτιθέντες. ἐν μὲν γὰρ ταῖς στάσεσι καὶ τοῖς πολέμοις ὁ Θουκυδίδης[*](Θουκυδίδης] III 82) φησὶν ὅτι τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει. τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα, καὶ τὸ πρὸς ἅπαν συνετὸν ἐπὶ πᾶν ἀργόν ἐν δὲ ταῖς κολακείαις ὁρᾶν χρὴ καὶ παραφυλάττειν ἀσωτίαν μὲν ἐλευθεριότητα καλουμένην καὶ δειλίαν ἀσφάλειαν, ἐμπληξίαν δʼ ὀξύτητα, μικρολογίαν δὲ σωφροσύνην, τὸν δʼ ἐρωτικὸν φιλοσυνήθη καὶ φιλόστοργον, ἀνδρεῖον δὲ τὸν ὀργίλον καὶ ὑπερήφανον, φιλάνθρωπον δὲ τὸν εὐτελῆ καὶ ταπεινόν. ὥς που καὶ Πλάτων[*](Πλάτων] Rep. p. 474 e) φησὶ τὸν ἐραστὴν κόλακα τῶν ἐρωμένων ὄντα τὸν μὲν σιμὸν καλεῖν ἐπίχαριν, τὸν δὲ γρυπὸν βασιλικόν, μέλανας δʼ ἀνδρικούς, λευκοὺς δὲ θεῶν παῖδας· τὸ δὲ μελίχρουν ὅλως ἐραστοῦ ποίημα[*](ποίημα Plato: προσπόημα ) εἶναι ὑποκοριζομένου καὶ εὐκόλως φέροντος τὴν ὠχρότητα. καίτοι καλὸς μὲν εἶναι πεισθεὶς ὁ αἰσχρὸς ἢ μέγας ὁ μικρὸς οὔτε χρόνον πολὺν τῇ ἀπάτῃ σύνεστι καὶ βλάπτεται βλάβην ἐλαφρὰν καὶ οὐκ ἀνήκεστον. ὁ δὲ ταῖς κακίαις ἐθίζων ἔπαινος ὡς ἀρεταῖς μὴ ἀχθόμενον ἀλλὰ χαίροντα χρῆσθαι, καὶ τὸ αἰδεῖσθαι τῶν
ἁμαρτανομένων ἀφαιρῶν, οὗτος ἐπέτριψε Σικελιώτας, τὴν Διονυσίου καὶ Φαλάριδος ὠμότητα μισοπονηρίαν προσαγορεύων, οὗτος Αἴγυπτον ἀπώλεσε, τὴν Πτολεμαίου θηλύτητα καὶ θεοληψίαν καὶ ὀλολυγμοὺς καὶ τυμπάνων ἐγχαράξεις[*](χαράξεις L. Dindorfius) εὐσέβειαν ὀνομάζων καὶ θεῶν λατρείαν, οὗτος τὰ Ῥωμαίων ἤθη τηνικαῦτα παρʼ οὐδὲν ἦλθεν ἀνατρέψαι καὶ ἀνελεῖν, τὰς Ἀντωνίου τρυφὰς καὶ ἀκολασίας καὶ πανηγυρισμοὺς ἱλαρὰ πράγματα[*](πράγματα] παίγματα H) καὶ φιλάνθρωπα χρωμένης ἀφθόνως αὐτῷ δυνάμεως καὶ τύχης ὑποκοριζόμενος Πτολεμαίῳ δὲ τί περιῆψεν ἄλλο φορβειὰν καὶ αὐλούς, τί δὲ Νέρωνι τραγικὴν ἐπήξατο σκηνὴν καὶ προσωπεῖα· καὶ κοθόρνους περιέθηκεν; οὐχ ὁ τῶν κολακευόντων ἔπαινος; οἱ δὲ πολλοὶ τῶν βασιλέων οὐκ Ἀπόλλωνες μὲν ἂν μινυρίσωσι, Διόνυσοι δʼ ἂν μεθυσθῶσιν, Ἡρακλεῖς δʼ ἂν παλαίσωσι προσαγορευόμενοι καὶ χαίροντες εἰς ἅπασαν αἰσχύνην ὑπὸ τῆς κολακείας ἐξάγονται;