Quomodo adulator ab amico internoscatur
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰς τὸν οἰκεῖον ἀναθώμεθα τοῦ λόγου τόπον· ἐκεῖνο δὲ μὴ παρῶμεν ἐν ταῖς μιμήσεσι τὸ σόφισμα τοῦ κόλακος, ὅτι κἂν τῶν καλῶν τι μιμῆται τοῦ κολακευομένου, διαφυλάττει τὴν ὑπεροχὴν ἐκείνῳ. τοῖς μὲν γὰρ ἀληθῶς φίλοις οὔτε ζῆλος οὐδείς ἐστι πρὸς ἀλλήλους οὔτε φθόνος, ἀλλὰ κἂν ἴσον ἔχωσιν ἐν τῷ κατορθοῦν κἂν ἔλαττον, ἀνεπαχθῶς καὶ μετρίως φέρουσιν. ὁ δὲ κόλαξ ἀεὶ μνημονεύων τοῦ τὰ δεύτερα λέγειν ὑφίεται τῇ ὁμοιότητι τῆς ἰσότητος, ἡττᾶσθαι πανταχοῦ καὶ ἀπολείπεσθαι πλὴν τῶν φαύλων ὁμολογῶν. ἐν δὲ τοῖς φαύλοις οὐ παρίησι τὸ πρωτεῖον, ἀλλά φησιν, ἂν ἐκεῖνος δύσκολος, αὑτὸν εἶναι μελαγχολικὸν ἂν ἐκεῖνος δεισιδαίμων, αὑτὸν θεοφόρητον· ἐρᾶν ἐκεῖνον, μαίνεσθαι δʼ αὑτόν. ἀκαίρως φησὶν ἐγέλας, ἐγὼ δʼ ἐξέθνῃσκον ὑπὸ τοῦ γέλωτος. ἀλλʼ ἔν γε τοῖς χρηστοῖς τοὐναντίον. αὐτός φησι ταχέως τρέχειν, ἵπτασθαι δʼ ἐκεῖνον· αὐτὸς ἱππεύειν ἐπιεικῶς, ἀλλὰ τί πρὸς τὸν ἱπποκένταυρον τοῦτον; εὐφυής εἰμι ποιητὴς καὶ στίχον οὐ φαυλότατον γράφω,
ἅμα γὰρ αὐτοῦ δοκεῖ καὶ τὴν προαίρεσιν ἀποφαίνειν καλὴν μιμούμενος καὶ τὴν δύναμιν ἀνέφικτον ἡττώμενος. ἐν μὲν οὖν ταῖς ἐξομοιώσεσι τοιαῦταί τινὲς εἰσιν αἱ τοῦ κόλακος διαφοραὶ πρὸς τὸν φίλον.
- βροντᾶν δʼ οὐκ ἐμὸν ἀλλὰ Διός.
[*](Bergk. 3 p. 736)