Quomodo adolescens poetas audire debeat
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
εἰ μέν, ὡς Φιλόξενυς ὁ ποιητὴς ἔλεγεν, ὦ Μάρκε Σήδατε,[*](Σήδατε Basileensis: σήδαπε ) τῶν κρεῶν τὰ μὴ κρέα ἥδιστά ἐστι καὶ τῶν ἰχθύων οἱ μὴ ἰχθύες, ἐκείνοις ἀποφαίνεσθαι παρῶμεν οἷς ὁ Κάτων ἔφη τῆς καρδίας τὴν ὑπερῴαν εὐαισθητοτέραν ὑπάρχειν. ὅτι δὲ τῶν ἐν φιλοσοφίᾳ λεγομένων οἱ σφόδρα νέοι τοῖς μὴ δοκοῦσι φιλοσόφως μηδʼ ἀπὸ σπουδῆς λέγεσθαι χαίρουσι μᾶλλον καὶ παρέχουσιν ὑπηκόους ἑαυτοὺς καὶ χειροήθεις, δῆλόν ἐστιν ἡμῖν. οὐ γὰρ μόνον τὰ Αἰσώπεια μυθάρια καὶ τὰς ποιητικὰς ὑποθέσεις ἀλλὰ καὶ τὸν Ἄβαριν τὸν Ἡρακλείδου καὶ τὸν Λύκωνα τὸν Ἀρίστωνος διερχόμενοι καὶ τὰ[*](καὶ τὰ W: τὰ ) περὶ τῶν ψυχῶν δόγματα μεμιγμένα μυθολογίᾳ μεθʼ ἡδονῆς ἐνθουσιῶσι. διὸ δεῖ μὴ μόνον ἐν ταῖς περὶ ἐδωδὴν καὶ πόσιν ἡδοναῖς διαφυλάττειν εὐσχήμονας αὐτούς, ἔτι δὲ μᾶλλον ἐν ταῖς ἀκροάσεσιν καὶ ἀναγνώσεσιν ἐθίζειν, ὥσπερ ὄψῳ χρωμένους μετρίως τῷ τέρποντι,
τὸ χρήσιμον ἀπʼ αὐτοῦ καὶ τὸ σωτήριον διώκειν. οὔτε γὰρ πόλιν αἱ κεκλειμέναι πύλαι τηροῦσιν ἀνάλωτον, ἂν διὰ μιᾶς παραδέξηται τοὺς πολεμίους, οὔτε νέον αἱ περὶ τὰς ἄλλας ἡδονὰς ἐγκράτειαι σῴζουσιν, ἄν γε διʼ ἀκοῆς λάθῃ προέμενος αὑτόν, ἀλλʼ ὅσον μᾶλλον αὕτη τοῦ φρονεῖν καὶ λογίζεσθαι πεφυκότος ἅπτεται, τοσοῦτο μᾶλλον ἀμεληθεῖσα βλάπτει καὶ διαφθείρει τὸν παραδεξάμενον. ἐπεὶ τοίνυν οὔτʼ ἴσως δυνατόν ἐστιν οὔτʼ ὠφέλιμον ποιημάτων ἀπείργειν τὸν τηλικοῦτον ἡλίκος οὑμός τε τὸ νῦν Σώκλαρός ἐστι καὶ ὁ σὸς Κλέανδρος, εὖ μάλα παραφυλάττωμεν αὐτούς, ὡς ἐν ταῖς ἀναγνώσεσι μᾶλλον ἢ ταῖς ὁδοῖς παιδαγωγίας δεομένους. ἃ δʼ οὖν ἐμοὶ περὶ ποιημάτων εἰπεῖν πρῴην ἐπῆλθε, νῦν πρὸς σὲ γεγραμμένα πέμψαι διενοήθην. καὶ λαβὼν ταῦτα δίελθε, κὰν δοκῇ σοι μηδὲν εἶναι φαυλότερα τῶν ἀμεθύστων καλουμένων, ἅ τινες ἐν τοῖς πότοις περιάπτονται καὶ προλαμβάνουσι,[*](προσλαμβάνουσι Stephanus) μεταδίδου τῷ Κλεάνδρῳ καὶ προκαταλάμβανε τὴν φύσιν αὐτοῦ διὰ τὸ μηδαμοῦ νωθρὸν ἀλλὰ πανταχοῦ σφοδρὸν καὶ δεδορκὸς εὐαγωγοτέραν ὑπὸ τῶν τοιούτων οὖσαν.ὅτι βρωθῆναι μέν ἐστιν ἥδιστος, δυσόνειρον δʼ ὕπνον ποιεῖ, φαντασίας ταραχώδεις καὶ ἀλλοκότους δεχόμενον, ὡς λέγουσιν. οὕτω δὴ καὶ ποιητικῇ πολὺ μὲν τὸ ἡδὺ καὶ τρόφιμον νέου ψυχῆς ἔνεστιν, οὐκ ἔλαττον δὲ τὸ ταρακτικὸν καὶ παράφορον, ἂν μὴ τυγχάνῃ παιδαγωγίας ὀρθῆς ἡ ἀκρόασις. οὐ γὰρ μόνον ὡς ἔοικε περὶ τῆς Αἰγυπτίων χώρας ἀλλὰ καὶ περὶ τῆς ποιητικῆς ἔστιν εἰπεῖν ὅτι
- πουλύποδος κεφαλῇ ἔνι μὲν κακὸν ἐν δὲ καὶ ἐσθλόν
τοῖς χρωμένοις ἀναδίδωσιν.
- φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά
[*](Homer δ 230)
οὐ γὰρ ἅπτεται τὸ ἀπατηλὸν αὐτῆς ἀβελτέρων κομιδῇ καὶ ἀνοήτων. διὸ καὶ Σιμωνίδης μὲν ἀπεκρίνατο πρὸς τὸν εἰπόντα τί δὴ μόνους οὐκ ἐξαπατᾷς Θετταλούς; ἀμαθέστεροι γάρ εἰσιν ἢ ὡς ὑπʼ ἐμοῦ ἐξαπατᾶσθαι. Γοργίας δὲ τὴν τραγῳδίαν εἶπεν ἀπάτην, ἣν ὅ τʼ ἀπατήσας δικαιότερος τοῦ μὴ ἀπατήσαντος καὶ ὁ ἀπατηθεὶς σοφώτερος τοῦ μὴ ἀπατηθέντος. πότερον οὖν τῶν νέων ὥσπερ τῶν Ἰθακησίων σκληρῷ[*](σκληρῷ Mehlerus: χηρῷ ) τινι τὰ ὦτα καὶ ἀτέγκτῳ κηρῷ καταπλάσσοντες ἀναγκάζωμεν αὐτοὺς τὸ Ἐπικούρειον ἀκάτιον ἀραμένους ποιητικὴν φεύγειν καὶ παρεξελαύνειν , ἢ μᾶλλον ὀρθῷ τινι λογισμῷ παριστάντες καὶ καταδέοντες, τὴν κρίσιν, ὅπως μὴ παραφέρηται τῷ τέρποντι πρὸς τὸ βλάπτον, ἀπευθύνωμεν καὶ παραφυλάττωμεν;
- ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς
- πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.
[*](id. Ξ )
ὑγιαίνοντα νοῦν εἶχεν, ὅτι πολλῶν μεθυσκομένων καὶ παροινούντων τὰς ἀμπέλους περιιὼν ἐξέκοπτεν ἀντὶ τοῦ τὰς κρήνας ἐγγυτέρω προσαγαγεῖν καὶ μαινόμενον θεόν, ὥς φησιν ὁ Πλάτων,[*](Πλάτων] Legg. p. 773 d) ἑτέρῳ θεῷ νήφοντι κολαζόμενον σωφρονίζειν. ἀφαιρεῖ γὰρ ἡ κρᾶσις τοῦ οἴνου τὸ βλάπτον, οὐ συναναιροῦσα τὸ χρήσιμον; μηδʼ ἡμεῖς οὖν τὴν ποιητικὴν ἡμερίδα τῶν Μουσῶν ἐκκόπτωμεν μηδʼ ἀφανίζωμεν, ἀλλʼ ὅπου μὲν ὑφʼ ἡδονῆς ἀκράτου πρὸς δόξαν αὐθάδως θρασυνόμενον ἐξυβρίζει καὶ ὑλομανεῖ τὸ μυθῶδες αὐτῆς καὶ θεατρικόν, ἐπιλαμβανόμενοι κολούωμεν καὶ πιέζωμεν· ὅπου δʼ ἅπτεταί τινος μούσης τῇ χάριτι καὶ τὸ γλυκὺ τοῦ λόγου καὶ ἀγωγὸν οὐκ ἄκαρπόν ἐστιν οὐδὲ κενόν, ἐνταῦθα φιλοσοφίαν εἰσάγωμεν καὶ καταμιγνύωμεν. ὥσπερ γὰρ ὁ μανδραγόρας ταῖς ἀμπέλοις παραφυόμενος καὶ διαδιδοὺς τὴν δύναμιν εἰς τὸν οἶνον μαλακωτέραν ποιεῖ τὴν καταφορὰν τοῖς πίνουσιν, οὕτω τοὺς λόγους ἡ ποίησις ἐκ φιλοσοφίας ἀναλαμβάνουσα μιγνυμένους πρὸς τὸ μυθῶδες ἐλαφρὰν καὶ προσφιλῆ παρέχει τοῖς νέοις τὴν μάθησιν. ὅθεν οὐ φευκτέον ἐστὶ τὰ ποιήματα τοῖς φιλοσοφεῖν μέλλουσιν, ἀλλὰ προφιλοσοφητέον τοῖς ποιήμασιν ἐθιζομένους ἐν τῷ τέρποντι τὸ χρήσιμον ζητεῖν καὶ ἀγαπᾶν· εἰ δὲ μή, διαμάχεσθαι καὶ δυσχεραίνειν. ἀρχὴ γὰρ αὕτη παιδεύσεως,
- οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
[*](Homer. Z 130)
κατὰ τὸν Σοφοκλέα.
- ἔργου δὲ παντὸς ἤν τις ἄρχηται καλῶς,
[*](Nauck. p. 246)- καὶ τὰς τελευτὰς εἰκὸς ἐσθʼ οὕτως ἔχειν
πρῶτον μὲν οὖν εἰσάγειν εἰς τὰ ποιήματα δεῖ τὸν νέον μηδὲν οὕτω μεμελετημένον ἔχοντα καὶ
πρόχειρον ὡς τὸ πολλὰ ψεύδονται ἀοιδοὶ[*](Aristot. Metaph. I) τὰ μὲν ἑκόντες τὰ δʼ ἄκοντες. ἑκόντες μέν, ὅτι πρὸς ἡδονὴν ἀκοῆς καὶ χάριν, ἣν οἱ πλεῖστοι διώκουσιν, αὐστηροτέραν ἡγοῦνται τὴν ἀλήθειαν τοῦ ψεύδους. ἡ μὲν γὰρ ἔργῳ γιγνομένη, κἂν ἀτερπὲς ἔχῃ τὸ τέλος, οὐκ ἐξίσταται· τὸ δὲ πλαττόμενον λόγῳ ῥᾷστα περιχωρεῖ καὶ τρέπεται πρὸς τὸ ἥδιον ἐκ τοῦ λυποῦντος. οὔτε γὰρ μέτρον οὔτε τρόπος οὔτε λέξεως ὄγκος οὔτʼ εὐκαιρία μεταφορᾶς οὔθʼ ἁρμονία καὶ σύνθεσις ἔχει τοσοῦτον αἱμυλίας καὶ χάριτος ὅσον εὖ πεπλεγμένη διάθεσις μυθολογίας· ἀλλʼ ὥσπερ ἐν γραφαῖς κινητικώτερόν ἐστι χρῶμα γραμμῆς διὰ τὸ ἀνδρείκελον καὶ ἀπατηλόν, οὕτως ἐν ποιήμασι μεμιγμένον πιθανότητι ψεῦδος ἐκπλήττει καὶ ἀγαπᾶται μᾶλλον τῆς ἀμύθου καὶ ἀπλάστου περὶ μέτρον καὶ λέξιν κατασκευῆς. ὅθεν ὁ Σωκράτης ἔκ τινων ἐνυπνίων ποιητικῆς ἁψάμενος αὐτὸς μέν, ἅτε δὴ γεγονὼς ἀληθείας ἀγωνιστὴς τὸν ἅπαντα βίον, οὐ πιθανὸς ἦν οὐδʼ εὐφυὴς ψευδῶν δημιουργός, τοὺς δʼ Αἰσώπου μύθους ἔπεσιν ἐνέτεινεν[*](μύθους ἔπεσιν ἐνέτεινεν H: τοῖς ἔπεσι μύθους ἐνόμιζεν ), ὡς ποίησιν οὐκ οὖσαν ψεῦδος μὴ πρόσεστι. · θυσίας μὲν γὰρ ἀχόρους καὶ ἀναύλους ἴσμεν, οὐκ ἴσμεν δʼ ἄμυθον οὐδʼ ἀψευδῆ ποίησιν. τὰ δʼ Ἐμπεδοκλέους ἔπη καὶ Παρμενίδου καὶ θηριακὰ Νικάνδρου καὶ γνωμολογίαι Θεόγνιδος λόγοι εἰσὶ[*](εἰσι λόγοι?) κιχράμενοι[*](κιχράμενοι Madvigius: κεχρημένοι ) παρὰ ποιητικῆς ὥσπερ ὄχημα τὸ μέτρον καὶ τὸν ὄγκον, ἵνα τὸ πεζὸν διαφύγωσιν. ὅταν οὖν ἄτοπόν τι καὶ δυσχερὲς ἐν τοῖς ποιήμασι λέγηται περὶ θεῶν ἢ δαιμόνων ἢ ἀρετῆς ὑπʼ ἀνδρὸς ἐλλογίμου καὶ δόξαν ἔχοντος, ὁ μὲν ὡς ἀληθῆ προσδεξάμενος λόγον οἴχεται φερόμενος καὶ διέφθαρται τὴν δόξαν, ὁ δὲ μεμνημένος ἀεὶ καὶ κατέχων ἐναργῶς τῆς ποιητικῆς τὴν περὶ τὸ ψεῦδος γοητείαν καὶ δυνάμενος λέγειν ἑκάστοτε πρὸς αὐτὴντί παίζουσα τὰς ὀφρῦς συνάγεις, τί δʼ ἐξαπατῶσα προσποιῇ διδάσκειν; οὐδὲν πείσεται δεινὸν οὐδὲ πιστεύσει φαῦλον, ἀλλʼ ἐπιλήψεται μὲν τοῦ[*](τοῦ Toupius: αὐτοῦ ) φοβουμένου τὸν Ποσειδῶνα καὶ ταρβοῦντος μὴ τὴν γῆν ἀναρρήξῃ καὶ ἀπογυμνώσῃ τὸν ᾍδην, ἐπιλήψεται δὲ τοῦ[*](δὲ τοῦ scripsi: δὲ τῷ ) Ἀπόλλωνι χαλεπαίνοντος ὑπὲρ τοῦ πρώτου τῶν Ἀχαιῶν,
παύσεται δὲ τὸν φθιτὸν Ἀχιλλέα καὶ τὸν Ἀγαμέμνονα τὸν καθʼ ᾍδου δακρύων, ἀδυνάτους καὶ ἀσθενεῖς χεῖρας ἐπιθυμίᾳ τοῦ ζῆν ὀρέγοντας. ἂν δέ που συνταράττηται τοῖς πάθεσι καὶ κρατῆται φαρμασσόμενος, οὐκ ὀκνήσει πρὸς ἑαυτὸν εἰπεῖν
- ὃν αὐτὸς ὑμνῶν αὐτὸς ἐν δαίτῃ παρὼν
[*](Nauck p. 83)- αὐτὸς τάδʼ εἰπὼν αὐτός ἐστιν ὁ κτανών
καὶ γὰρ τοῦτο χαριέντως Ὅμηρος εἰς τὴν νέκυιαν εἶπεν, ὡς γυναικὸς ἀκρόασιν οὖσαν διὰ τὸ μυθῶδες. Τοιαῦτα γάρ ἐστιν ἃ πλάττουσιν ἑκόντες οἱ ποιηταί· πλείονα δʼ ἃ μὴ πλάττοντες ἀλλʼ οἰόμενοι καὶ δοξάζοντες αὐτοὶ προσαναχρώννυνται τὸ ψεῦδος ἡμῖν οἷον ἐπὶ τοῦ Διὸς εἰρηκότος Ὁμήρου[*](Ὁμήρου] X 63)
- ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα[*](Homer. λ 222)
- ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικὶ
τραγῳδίαν ὁ Αἰσχύλος[*](Αἰσχύλος] Nauck. p. 69) ὅλην τῷ μύθῳ περιέθηκεν, ἐπιγράψας Ψυχοστασίαν καὶ παραστήσας ταῖς πλάστιγξι τοῦ Διὸς ἔνθεν μὲν τὴν Θέτιν ἔνθεν δὲ τὴν Ἠῶ, δεομένας ὑπὲρ τῶν υἱέων μαχομένων. τοῦτο δὲ παντὶ δῆλον, ὅτι μυθοποίημα καὶ πλάσμα πρὸς ἡδονὴν ἢ ἔκπληξιν ἀκροατοῦ γέγονε. τὸ δὲ
- ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
- τὴν μὲν Ἀχιλλῆος τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,
- ἕλκε δὲ μέσσα λαβών ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,
- ᾤχετο δʼ εἰς Ἀίδαο, λίπεν δʼ ἑ Φοῖβος Ἀπόλλων
καὶ τὸ
- Ζεύς, ὃς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται
[*](Homer. Δ 84)
ταῦτα δʼ ἤδη κατὰ δόξαν εἴρηται καὶ πίστιν αὐτῶν, ἣν ἔχουσιν ἀπάτην περὶ θεῶν καὶ ἄγνοιαν εἰς ἡμᾶς ἐκφερόντων καὶ μεταδιδόντων. πάλιν αἱ περὶ τὰς νεκυίας τερατουργίαι καὶ διαθέσεις ὀνόμασι φοβεροῖς ἐνδημιουργοῦσαι φάσματα καὶ εἴδωλα ποταμῶν φλεγομένων καὶ τόπων ἀγρίων καὶ κολασμάτων σκυθρωπῶν οὐ πάνυ πολλοὺς διαλανθάνουσιν ὅτι τὸ μυθῶδες αὐτοῖς πολὺ καὶ τὸ ψεῦδος ὥσπερ τροφαῖς τὸ φαρμακῶδες ἐγκέκραται. καὶ οὔθʼ Ὅμηρος οὔτε Πίνδαρος οὔτε Σοφοκλῆς πεπεισμένοι ταῦτʼ ἔχειν οὕτως ἔγραψαν
- θεὸς μὲν αἰτίαν φύει βροτοῖς,
[*](Nauck. p. 39)- ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ,
καὶ
- ἔνθεν τὸν ἄπειρον ἐρεύγονται σκότον
[*](Bergk. vol. 1 p. 426)- βληχροὶ δνοφερᾶς νυκτὸς ποταμοὶ
καί
- πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην
[*](Homer ω 11)
ὅσοι μέντοι τὸν θάνατον ὡς οἰκτρὸν ἢ τὴν ἀταφίαν ὡς δεινὸν ὀλοφυρόμενοι καὶ δεδιότες φωνὰς ἐξενηνόχασι καὶ
- στενωπὸς ᾍδου καὶ παλιρροία βυθοῦ
[*](Nauck p. 246)
- μή μʼ ἄκλαυστον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν
[*](12 Homer. λ ) 72
καί
- ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει,[*](id. Π X 362)
- ὃν πότμον γοόωσα, λιποῦσʼ ἁδρότητα καὶ ἥβην
αὗται πεπονθότων εἰσὶ καὶ προεαλωκότων ὑπὸ δόξης καὶ ἀπάτης. διὸ μᾶλλον ἅπτονται καὶ διαταράττουσιν ἡμᾶς, ἀναπιμπλαμένους τοῦ πάθους καὶ τῆς ἀσθενείας ἀφʼ ἧς λέγονται. πρὸς ταῦτα δὴ πάλιν παρασκευάζωμεν εὐθὺς ἐξ ἀρχῆς ἔχειν ἔναυλον ὅτι ποιητικῇ μὲν οὐ πάνυ μέλον ἐστὶ τῆς ἀληθείας, ἡ δὲ περὶ ταῦτʼ ἀλήθεια καὶ τοῖς μηδὲν ἄλλο πεποιημένοις ἔργον ἢ γνῶσιν καὶ μάθησιν τοῦ ὄντος εὖ μάλα δυσθήρατός ἐστι καὶ δύσληπτος, ὡς ὁμολογοῦσιν αὐτοί. καὶ τὰ Ἐμπεδοκλέους[*](Ἐμπεδοκλέους] Mullach. Fr. Phil. Graec. vol. 1 p. 2) ἔστω πρόχειρα ταυτί
- μή μʼ ἀπολέσῃς ἄωρον· ἡδὺ γὰρ τὸ φῶς
[*](Eurip. Iph. A. 1218)- λεύσσειν· τὰ δʼ ὑπὸ γῆν μὴ μʼ ἰδεῖν ἀναγκάσῃς,
καὶ τὰ Ξενοφάνους[*](Ξενοφάνους] Mullach. vol. 1 p. 103)
- οὕτως οὔτʼ[*](οὕτως οὔτʼ] οὔτʼ H) ἐπιδερκτὰ τάδʼ ἀνδράσιν οὔτʼ ἐπακουστά
- οὔτε νόῳ περιληπτά
καὶ νὴ Δία τὰ Σωκράτους ἐξομνυμένου παρὰ Πλάτωνι[*](Πλάτωνι] Phaedon. p. 69 d) τὴν περὶ τούτων γνῶσιν. ἧττον γὰρ ὡς εἰδόσι τι περὶ τούτων προσέξουσι τοῖς ποιηταῖς ἐν οἷς τοὺς φιλοσόφους ἰλιγγιῶντας ὁρῶσιν.
- καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ γένετʼ οὐδέ τις ἔσται
- εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων
ἔτι δὲ μᾶλλον ἐπιστήσομεν αὐτὸν ἅμα τῷ προσάγειν τοῖς ποιήμασιν ὑπογράφοντες τὴν ποιητικὴν ὅτι μιμητικὴ τέχνη καὶ δύναμίς ἐστιν ἀντίστροφος τῇ ζωγραφίᾳ. καὶ μὴ μόνον ἐκεῖνο τὸ θρυλούμενον ἀκηκοὼς ἔστω, ζωγραφίαν μὲν εἶναι φθεγγομένην τὴν ποίησιν, ποίησιν δὲ σιγῶσαν τὴν ζωγραφίαν, ἀλλὰ πρὸς τούτῳ διδάσκωμεν αὐτὸν ὅτι γεγραμμένην σαύραν ἢ πίθηκον ἢ Θερσίτου πρόσωπον ἰδόντες ἡδόμεθα καὶ θαυμάζομεν οὐχ ὡς καλὸν ἀλλʼ ὡς ὅμοιον. οὐσίᾳ μὲν γὰρ οὐ δύναται καλὸν γενέσθαι τὸ αἰσχρόν· ἡ δὲ μίμησις, ἄν τε περὶ φαῦλον ἄν τε περὶ χρηστὸν ἐφίκηται τῆς ὁμοιότητος, ἐπαινεῖται. καὶ τοὐναντίον ἂν αἰσχροῦ
σώματος εἰκόνα καλὴν παράσχῃ, τὸ πρέπον καὶ τὸ εἰκὸς οὐκ ἀπέδωκεν. γράφουσι δὲ καὶ πράξεις ἀτόπους ἔνιοι, καθάπερ Τιμόμαχος τὴν Μηδείας τεκνοκτονίαν καὶ Θέων τὴν Ὀρέστου μητροκτονίαν καὶ Παρράσιος τὴν Ὀδυσσέως προσποίητον μανίαν καὶ Χαιρεφάνης ἀκολάστους ὁμιλίας γυναικῶν πρὸς ἄνδρας. ἐν οἷς μάλιστα δεῖ τὸν νέον ἐθίζεσθαι, διδασκόμενον ὅτι τὴν πρᾶξιν οὐκ ἐπαινοῦμεν ἧς γέγονεν ἡ μίμησις, ἀλλὰ τὴν τέχνην εἰ μεμίμηται προσηκόντως τὸ ὑποκείμενον. ἐπεὶ τοίνυν καὶ ποιητικὴ πολλάκις ἔργα φαῦλα καὶ πάθη μοχθηρὰ καὶ ἤθη μιμητικῶς ἀπαγγέλλει, δεῖ τὸ θαυμαζόμενον ἐν τούτοις καὶ κατορθούμενον μήτʼ ἀποδέχεσθαι τὸν νέον ὡς ἀληθὲς μήτε δοκιμάζειν ὡς καλόν, ἀλλʼ ἐπαινεῖν μόνον ὡς ἐναρμόττον τῷ ὑποκειμένῳ προσώπῳ καὶ οἰκεῖον. ὥσπερ γὰρ ὑὸς βοὴν καὶ ψόφον τροχιλίας καὶ πνευμάτων ῥοῖζον καὶ θαλάττης κτύπον ἀκούοντες ἐνοχλούμεθα καὶ δυσχεραίνομεν, ἂν δέ τις πιθανῶς ταῦτα μιμῆται, καθάπερ Παρμένων τὴν ὗν καὶ Θεόδωρος τὰς τροχιλίας, ἡδόμεθα· καὶ νοσώδη μὲν ἄνθρωπον καὶ ὕπουλον ὡς ἀτερπὲς θέαμα φεύγομεν, τὸν δʼ Ἀριστοφῶντος Φιλοκτήτην καὶ τὴν Σιλανίωνος Ἰοκάστην ὁμοίους φθίνουσι καὶ ἀποθνῄσκουσι πεποιημένους ὁρῶντες χαίρομεν οὕτως ὁ νέος ἀναγιγνώσκων ἃ Θερσίτης ὁ γελωτοποιὸς ἢ Σίσυφος ὁ φθορεὺς[*](φθόρος H) ἢ Βάτραχος ὁ πορνοβοσκὸς λέγων ἢ πράττων πεποίηται, διδασκέσθω τὴν μιμουμένην ταῦτα δύναμιν καὶ τέχνην ἐπαινεῖν, ἃς δὲ διαθέσεις καὶ πράξεις μιμεῖται καὶ προβάλλεσθαι καὶ κακίζειν. οὐ γάρ ἐστι ταὐτὸ τὸ καλόν τι[*](καλῶς τι H: καλῶς ) καὶ καλῶς τι μιμεῖσθαι, καλῶς γάρ ἐστι τὸ πρεπόντως καὶ οἰκείως, οἰκεῖα δὲ καὶ πρέποντα τοῖς αἰσχροῖς τὰ αἰσχρά. καὶ γὰρ αἱ Δαμωνίδα τοῦ χωλοῦ κρηπῖδες, ἃς ἀπολέσας εὔχετο τοῖς τοῦ κλέψαντος ἐναρμόσαι ποσί, φαῦλαι μὲν ἦσαν ἐκείνῳ δʼ ἥρμοττον. καὶ τὸκαὶ τὸ
- εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι[*](Eurip. Phoen. 524)
- κάλλιστον ἀδικεῖν
καὶ
- τοῦ μὲν δικαίου τὴν δόκησιν ἄρνυσο,[*](Nauck. p. 652)
- τὰ δʼ ἔργα τοῦ πᾶν δρῶντος ἔνθα κερδανεῖς
μοχθηροὶ μέν εἰσι λόγοι καὶ ψευδεῖς, Ἐτεοκλεῖ δὲ καὶ Ἰξίονι καὶ τοκογλύφῳ πρεσβύτῃ πρέποντες. ἂν οὖν ὑπομιμνῄσκωμεν τοὺς παῖδας ὅτι ταῦτʼ οὐκ ἐπαινοῦντες οὐδὲ δοκιμάζοντες ἀλλʼ ὡς ἄτοπα καὶ φαῦλα φαύλοις καὶ ἀτόποις ἤθεσι καὶ προσώποις περιτιθέντες γράφουσιν, οὐκ ἂν ὑπὸ τῆς δόξης βλάπτοιντο τῶν ποιητῶν. ἀλλὰ τοὐναντίον ἡ πρὸς τὸ πρόσωπον ὑποψία διαβάλλει καὶ τὸ πρᾶγμα καὶ τὸν λόγον, ὡς φαῦλον ὑπὸ φαύλου καὶ λεγόμενον καὶ πραττόμενον. οἷόν ἐστι καὶ τὸ τῆς συγκοιμήσεως τοῦ Πάριδος ἐκ τῆς μάχης ἀποδράντος. οὐδένα γὰρ ἄλλον ἀνθρώπων[*](ἄθρωπον W: ἀνθρωπων. Delendum mihi vid.) ἡμέρας συγκοιμώμενον γυναικὶ ποιήσας ἢ τὸν ἀκόλαστον καὶ μοιχικὸν ἐν αἰσχύνῃ δῆλός ἐστι καὶ ψόγῳ τιθέμενος τὴν τοιαύτην ἀκρασίαν.
ἐν δὲ τούτοις εὖ μάλα προσεκτέον εἴ τινας ὁ ποιητὴς αὐτὸς ἐμφάσεις δίδωσι κατὰ τῶν λεγομένων ὡς δυσχεραινομένων ὑπʼ αὐτοῦ. καθάπερ ὁ Μένανδρος ἐν τῷ προλόγῳ τῆς Θαΐδος πεποίηκεν
ἄριστα δʼ Ὅμηρος τῷ γένει τούτῳ κέχρηται· καὶ γὰρ προδιαβάλλει τὰ φαῦλα καὶ προσυνίστησι τὰ χρηστὰ τῶν λεγομένων· προσυνίστησι μὲν οὕτως
- ἐμοὶ μὲν οὖν ἄειδε τοιαύτην, θεά,[*](Meinek. IV p. 131)
- θρασεῖαν ὡραίαν δὲ καὶ πιθανὴν ἅμα,
- ἀδικοῦσαν ἀποκλείουσαν αἰτοῦσαν πυκνά,
- μηδενὸς ἐρῶσαν, προσποιουμένην δʼ ἀεί
καὶ
- αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον[*](Homer. ζ 148)
ἐν δὲ τῷ προδιαβάλλειν μονονοὺ μαρτύρεται καὶ διαγορεύει μήτε χρῆσθαι μήτε προσέχειν ὡς οὖσιν ἀτόποις καὶ φαύλοις. οἷον τὸν τʼ Ἀγαμέμνονα μέλλων διηγεῖσθαι τῷ ἱερεῖ χρώμενον ἀπηνῶς προείρηκεν
- τόνδʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς[*](id. B 189)
τουτέστιν ἀγρίως καὶ αὐθάδως καὶ παρὰ τὸ προσῆκον· τῷ τʼ Ἀχιλλεῖ τοὺς θρασεῖς λόγους περιτίθησιν
- ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
- ἀλλὰ κακῶς ἀφίει,
τὴν αὑτοῦ κρίσιν ὑπειπὼν
- οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο
[*](Homer. A 225)
καλὸν γὰρ εἰκὸς οὐδὲν εἶναι μετʼ ὀργῆς καὶ αὐστηρῶς λεγόμενον. ὁμοίως καὶ ἐπὶ τῶν πράξεων
- Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
[*](id. A 223)- Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο
εὖ δὲ καὶ ταῖς ἐπιρρήσεσι χρῆται, καθάπερ τινὰ ψῆφον ἰδίαν ἐπιφέρων τοῖς πραττομένοις ἢ λεγομένοις, ἐπὶ μὲν τῆς μοιχείας τοῦ Ἄρεος τοὺς θεοὺς ποιῶν λέγοντας
- ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα,[*](id. Ψ 24)
- πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
, ἐπὶ δὲ τῆς τοῦ Ἕκτορος ὑπερφροσύνης καὶ μεγαλαυχίας
- οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν
[*](id. θ 329)
, ἐπὶ δὲ τῆς Πανδάρου τοξείας
- ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη
[*](id. Θ 198)
αὗται μὲν οὖν αἱ τῶν λόγων ἀποφάσεις καὶ δόξαι παντός εἰσι κατιδεῖν τοῦ προσέχοντος· ἑτέρας δʼ ἐκ τῶν πραγμάτων αὐτῶν παρέχουσι μαθήσεις, ὥσπερ ὁ Εὐριπίδης[*](Εὐριπίδης] Nauck. p. 389) εἰπεῖν λέγεται πρὸς τοὺς τὸν Ἰξίονα λοιδοροῦντας ὡς ἀσεβῆ καὶ μιαρόν, οὐ μέντοι πρότερον αὐτὸν ἐκ τῆς σκηνῆς ἐξήγαγον ἢ τῷ τροχῷ προσηλῶσαι παρὰ δʼ Ὁμήρῳ σιωπώμενόν ἐστι τὸ τοιοῦτο γένος τῆς διδασκαλίας, ἔχον δʼ ἀναθεώρησιν ὠφέλιμον ἐπὶ τῶν διαβεβλημένων μάλιστα μύθων, οὓς ταῖς πάλαι μὲν ὑπονοίαις ἀλληγορίαις δὲ νῦν λεγομέναις παραβιαζόμενοι καὶ διαστρέφοντες ἔνιοι μοιχευομένην φασὶν Ἀφροδίτην ὑπʼ Ἄρεος μηνύειν Ἥλιον, ὅτι τῷ τῆς Ἀφροδίτης ἀστέρι συνελθὼν ὁ τοῦ Ἄρεος μοιχικὰς ἀποτελεῖ γενέσεις, Ἡλίου δʼ ἐπαναφερομένου καὶ καταλαμβάνοντος οὐ λανθάνουσιν. τὸν δὲ τῆς Ἥρας καλλωπισμὸν ἐπὶ τὸν Δία καὶ τὰς περὶ τὸν κεστὸν γοητείας ἀέρος τινὰ[*](τινὰ H: τινὸς ) κάθαρσιν εἶναι βούλονται τῷ πυρώδει πλησιάζοντος, ὥσπερ οὐκ αὐτοῦ τὰς λύσεις τοῦ ποιητοῦ διδόντος. ἐν μὲν γὰρ τοῖς περὶ τῆς Ἀφροδίτης διδάσκει τοὺς προσέχοντας, ὅτι μουσικὴ φαύλη καὶ ᾄσματα πονηρὰ καὶ λόγοι μοχθηρὰς ὑποθέσεις λαμβάνοντες ἀκόλαστα ποιοῦσιν ἤθη καὶ βίους ἀνάνδρους καὶ ἀνθρώπους τρυφὴν καὶ μαλακίαν καὶ γυναικοκρασίαν[*](γυναικοκρατίαν Meziriacus) ἀγαπῶντας
- ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν
[*](id. Δ 104)
. διὸ καὶ τὸν Ὀδυσσέα τῷ κιθαρῳδῷ προστάττοντα πεποίηκεν
- εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐνάς
[*](Hom. θ 249)
καλῶς ὑφηγούμενος τὸ παρὰ τῶν φρονίμων καὶ νοῦν ἐχόντων χρῆναι λαμβάνειν τοὺς μουσικοὺς καὶ ποιητικοὺς τὰς ὑποθέσεις. ἐν δὲ τοῖς περὶ τῆς Ἥρας ἄριστα τὴν ἀπὸ φαρμάκων καὶ γοητείας καὶ μετὰ δόλου πρὸς τοὺς ἄνδρας ὁμιλίαν καὶ χάριν ἔδειξεν οὐ μόνον ἐφήμερον καὶ ἁψίκορον καὶ ἀβέβαιον οὖσαν, ἀλλὰ καὶ μεταβάλλουσαν εἰς ἔχθραν καὶ ὀργήν, ὅταν τὰ τῆς ἡδονῆς ἀπομαρανθῇ. τοιαῦτα γὰρ ὁ Ζεὺς ἀπειλεῖ καὶ λέγει πρὸς αὐτὴν
- ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον,
[*](id. θ 492)
ἡ γὰρ τῶν φαύλων διάθεσις ἔργων καὶ μίμησις ἂν προσαποδῷ τὴν συμβαίνουσαν αἰσχύνην καὶ βλάβην τοῖς ἐργασαμένοις, ὠφέλησεν οὐκ ἔβλαψε τὸν ἀκροώμενον. οἱ γοῦν φιλόσοφοι παραδείγμασι χρῶνται, νουθετοῦντες καὶ παιδεύοντες ἐξ ὑποκειμένων οἱ δὲ ποιηταὶ ταὐτὰ ποιοῦσι πλάττοντες αὐτοὶ πράγματα καὶ μυθολογοῦντες. ὁ μὲν οὖν Μελάνθιος εἴτε παίζων εἴτε σπουδάζων ἔλεγε διασῴζεσθαι τὴν Ἀθηναίων πόλιν ὑπὸ τῆς τῶν ῥητόρων διχοστασίας καὶ ταραχῆς οὐ γὰρ ἀποκλίνειν ἅπαντας εἰς τὸν αὐτὸν τοῖχον, ἀλλὰ γίγνεσθαί τινα τοῦ βλάπτοντος ἀνθολκὴν ἐν τῇ διαφορᾷ τῶν πολιτευομένων. αἱ δὲ τῶν ποιητῶν ὑπεναντιώσεις πρὸς αὑτοὺς ἀνταναφέρουσαι τὴν πίστιν οὐκ ἐῶσιν ἰσχυρὰν ῥοπὴν γενέσθαι πρὸς τὸ βλάπτον. ὅπου μὲν οὖν αὐτοῖς τὸ τιθέναι σύνεγγυς ἐκφανεῖς ποιεῖ τὰς ἀντιλογίας, δεῖ τῷ βελτίονι συνηγορεῖν ὥσπερ ἐν τούτοις
- ὄφρα ἴδῃς ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,
[*](Hom. O 32)- ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καὶ μʼ ἀπάτησας
καὶ πάλιν
- πόλλʼ, ὦ τέκνον, σφάλλουσιν ἀνθρώπους θεοί.
[*](Nauck. p. 345)- τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς
καὶ
- χρυσοῦ σε πλήθει, τούσδε δʼ οὐ χαίρειν χρεών
- σκαιὸν τὸ[*](τὸ Stobaeus Flor. 93, 7 (Nauck. p. 542): γε ) πλουτεῖν κἄλλο μηδὲν εἰδέναι
τὰ γὰρ τοιαῦτα τὰς λύσεις ἔχει προδήλους, ἄν, ὥσπερ εἴρηται, πρὸς τὰ βελτίονα τῇ κρίσει τοὺς νέους κατευθύνωμεν. ὅσα δʼ εἴρηται μὲν ἀτόπως εὐθὺς δʼ οὐ λέλυται, ταῦτα δεῖ τοῖς ἀλλαχόθι πρὸς τοὐναντίον εἰρημένοις ὑπʼ αὐτῶν ἀνταναιρεῖν, μὴ ἀχθομένους τῷ ποιητῇ μηδὲ χαλεπαίνοντας ἀλλʼ ἐν ἤθει καὶ μετὰ παιδιᾶς δεχομένους.[*](δεχομένους (sc. ταῦτα) scripsi: λεγομένοις ) εὐθύς, εἰ βούλει, πρὸς τὰς Ὁμηρικὰς τῶν θεῶν ῥίψεις ὑπʼ ἀλλήλων καὶ τρώσεις ὑπʼ ἀνθρώπων καὶ διαφορὰς καὶ χαλεπότητας
καὶ νοεῖς νὴ Δία καὶ λέγεις κρεῖττον ἀλλαχόθι καὶ βέλτιον τὰ τοιαῦτα
- οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι
[*](Homer. H 358)
καὶ
- θεοὶ ῥεῖα ζώοντες
[*](id. Z 138)
καί
- τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα
[*](id. ζ 46)
αὗται γάρ εἰσιν ὑγιαίνουσαι περὶ θεῶν δόξαι καὶ ἀληθεῖς, ἐκεῖνα δὲ πέπλασται πρὸς ἔκπληξιν ἀνθρώπων. πάλιν Εὐριπίδου λέγοντος
- ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι;
[*](id. Ω 525)- ζώειν ἀχνυμένοις· αὐτοὶ δὲ τʼ ἀκηδέες εἰσίν.
οὐ χεῖρόν ἐστιν ὑπενεγκεῖν τὸ
- πολλαῖσι μορφαῖς οἱ θεοὶ σοφισμάτων[*](Nauck. p. 519)
- σφάλλουσιν ἡμᾶς κρείττονες πεφυκότες
, βέλτιον εἰρημένον ὑπʼ αὐτοῦ. καὶ τοῦ Πινδάρου σφόδρα πικρῶς καὶ παροξυντικῶς εἰρηκότος
- εἰ θεοί τι δρῶσι φαῦλον, οὔκ εἰσιν θεοί
[*](id. p. 355)
, ἀλλʼ αὐτός γε σὺ λέγεις ὅτι
- χρὴ δὲ πᾶν ἔρδοντʼ ἀμαυρῶσαι τὸν ἐχθρόν
[*](Isthm. IV 48)
, καὶ τοῦ Σοφοκλέους
, καὶ μὴν σοῦ γʼ ἀκηκόαμεν ὡς
πρὸς δʼ ἐκεῖνα τὰ περὶ τοῦ πλούτου
- οὐκ ἐξάγουσι καρπὸν οἱ ψευδεῖς λόγοι
[*](Nauck. p. 246)
ἀντιπαραθήσει πολλὰ τῶν Σοφοκλέους, ὧν καὶ ταῦτʼ ἐστὶ
- δεινὸς γὰρ ἕρπειν πλοῦτος ἔς[*](ἔς Stobaeus Flor. 91, 27: πρός ) τε τἄβατα[*](τἄβατα καὶ πρὸς τὰ βατὰ Stephanus: τὰ βατὰ καὶ πρὸς τʼ ἄβατα )
[*](id. p. 118)- καὶ πρὸς τὰ βατὰ κἄπωθεν[*](κἄπωθεν ὤν scripsi: καὶ ὁπόθεν ) ὤν· πένης δʼ[*](δʼ add. R) ἀνὴρ
- οὐδʼ ἐντυχὼν δύναιτʼ ἂν ὧν ἐρᾷ τυχεῖν.
- καὶ γὰρ δυσειδὲς σῶμα καὶ δυσώνυμον
- γλώσσῃ σοφὸν τίθησιν εὔμορφόν τʼ ἰδεῖν
- γένοιτο κἂν ἄπλουτος ἐν τιμαῖς ἀνήρ
[*](Nauck. p. 247)
καί
- οὐδὲν κακίων πτωχός, εἰ καλῶς φρονεῖ
[*](id. p. 247)
ὁ δὲ Μένανδρος ἐπῆρε μὲν ἀμέλει τὴν φιληδονίαν καὶ ὑπεχαύνωσε τοῖς ἐρωτικοῖς καὶ διαπύροις ἐκείνοις
- ἀλλὰ τῶν πολλῶν καλῶν
[*](id. p. 207)- τίς χάρις, εἰ κακόβουλος
- φροντὶς ἐκτρέφει τὸν εὐαίωνα πλοῦτον;
πάλιν δʼ ἐπέστρεψε καὶ περιέσπασε πρὸς τὸ καλὸν ἡμᾶς καὶ τὴν θρασύτητα τῆς ἀκολασίας ἐξέκοψεν εἰπὼν
- ἅπανθʼ ὅσα ζῇ καὶ τὸν ἥλιον βλέπει
[*](Meinek. IV p. 266)- τὸν κοινὸν ἡμῖν, δοῦλα ταῦτʼ ἔσθʼ ἡδονῆς
ταῦτα γὰρ ἐκείνοις μέν ἐστιν ὑπεναντία, βελτίω δὲ καὶ χρησιμώτερα. δυεῖν οὖν θάτερον ἡ τοιαύτη τῶν ἐναντίων ποιήσει παράθεσις καὶ κατανόησις, ἢ παράξει πρὸς τὸ βέλτιον ἢ καὶ τοῦ χείρονος ἀποστήσει τὴν πίστιν. ἂν δʼ αὐτοὶ μὴ διδῶσι τῶν ἀτόπως εἰρημένων λύσεις, οὐ χεῖρόν ἐστιν ἑτέρων ἐνδόξων ἀποφάσεις ἀντιτάττοντας ὥσπερ ἐπὶ ζυγοῦ ῥέπειν πρὸς τὸ βέλτιον. οἷον τοῦ Ἀλέξιδος κινοῦντος ἐνίους ὅταν λέγῃ
- ὄνειδος αἰσχρὸς βίος ὅμως κἂν ἡδὺς ᾖ
[*](id. IV p. 282)
- τὰς ἡδονὰς δεῖ συλλέγειν τὸν σώφρονα.
[*](id. III p. 518)- τρεῖς δʼ εἰσὶν αἵ γε τὴν δύναμιν κεκτημέναι
- τὴν ὡς ἀληθῶς συντελοῦσαν τῷ βίῳ,
, ὑπομνηστέον ὅτι Σωκράτης τοὐναντίον ἔλεγε, τοὺς μὲν φαύλους ζῆν τοῦ ἐσθίειν καὶ πίνειν ἕνεκα, τοὺς δʼ ἀγαθοὺς ἐσθίειν καὶ πίνειν ἕνεκα τοῦ ζῆν. πρὸς δὲ τὸν γράψαντα ποτὶ τὸν πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία, τρόπον τινὰ συνεξομοιοῦσθαι κελεύοντα τοῖς πονηροῖς, τὸ τοῦ Διογένους παραβαλεῖν ἔστιν· ἐρωτηθεὶς γὰρ ὅπως ἄν τις ἀμύναιτο τὸν ἐχθρόν, αὐτός ἔφη καλὸς κἀγαθὸς γενόμενος δεῖ δὲ τῷ Διογένει καὶ πρὸς τὸν Σοφοκλέα χρήσασθαι· πολλὰς γὰρ ἀνθρώπων μυριάδας ἐμπέπληκεν ἀθυμίας περὶ τῶν μυστηρίων ταῦτα γράψας
- τὸ φαγεῖν τὸ πιεῖν τὸ τῆς Ἀφροδίτης τυγχάνειν
[*](τὸ φαγεῖν τὸ πιεῖν H ex p. 445 f.: τὸ πειε͂ν τὸ φαγεῖν )- τὰ δʼ ἄλλα προσθήκας ἅπαντα χρὴ καλεῖν
Διογένης δʼ ἀκούσας τι τοιοῦτο τί λέγεις; ἔφη. κρείττονα μοῖραν ἕξει Παταικίων ὁ κλέπτης ἀποθανὼν ἢ Ἐπαμεινώνδας ὅτι μεμύηται; Τιμοθέῳ μὲν γὰρ ᾄδοντι τὴν Ἄρτεμιν ἐν τῷ θεάτρῳ μαινάδα[*](μαινάδα] Bergk. 3 p. 620) θυιάδα[*](θυιάδα idem: θυάδα ) φοιβάδα λυσσάδα Κινησίας εὐθὺς ἀντεφώνησε τοιαύτη σοι θυγάτηρ γένοιτο. χαρίεν δὲ καὶ τὸ τοῦ Βίωνος πρὸς τὸν Θέογνιν λέγοντα
- ὡς τρισόλβιοι[*](Nauck. p. 247)
- κεῖνοι βροτῶν, οἳ ταῦτα δερχθέντες τέλη
- μόλωσʼ ἐς ᾍδου·
- ζῆν ἔστι, τοῖς δʼ ᾄδοντι πάντʼ ἐκεῖ κακά
πῶς οὖν σὺ πένης ὢν φλυαρεῖς τοσαῦτα καὶ καταδολεσχεῖς ἡμῶν;
- πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν
[*](Theogn. 177)- οὔθʼ ἔρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται
δεῖ δὲ μηδὲ τὰς ἐκ τῶν παρακειμένων ἢ συμφραζομένων παραλιπεῖν ἀφορμὰς πρὸς τὴν ἐπανόρθωσιν, ἀλλʼ ὥσπερ οἱ ἰατροὶ τῆς κανθαρίδος οὔσης θανασίμου τοὺς πόδας ὅμως καὶ τὰ πτερὰ βοηθεῖν οἴονται καὶ ἀναλύειν τὴν δύναμιν, οὕτως ἐν τοῖς ποιήμασι, κἂν ὄνομα κἂν ῥῆμα παρακείμενον ἀμβλυτέραν ποιῇ τὴν πρὸς τὸ χεῖρον ἀπαγωγήν, ἐπιλαμβάνεσθαι καὶ προσδιασαφεῖν, ὡς ἐπὶ τούτων ἔνιοι ποιοῦσι
καὶ
- τοῦτό νύ που γέρας ἐστὶν ὀιζυροῖσι βροτοῖσι,
[*](Homer. δ 197)- κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν
οὐ γὰρ ἁπλῶς εἶπε καὶ πᾶσιν ἀνθρώποις ὑπὸ θεῶν ἐπικεκλῶσθαι λυπηρὸν βίον, ἀλλὰ τοῖς ἄφροσι καὶ ἀνοήτοις, οὓς δειλαίους καὶ οἰκτροὺς διὰ μοχθηρίαν ὄντας εἴωθε δειλοὺς καὶ ὀιζυροὺς προσαγορεύειν.
- ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι,
[*](id. Ω 525)- ζώειν ἀχνυμένοις
ἄλλος τοίνυν τρόπος ἐστὶ τὰς ἐν τοῖς ποιήμασιν ὑποψίας πρὸς τὸ βέλτιον ἐκ τοῦ χείρονος μεθιστὰς ὁ διὰ τῶν ὀνομάτων τῆς συνηθείας, περὶ ὃν δεῖ τὸν νέον γεγυμνάσθαι μᾶλλον ἢ περὶ τὰς λεγομένας γλώττας. ἐκεῖνο μὲν γὰρ φιλόλογον, καὶ οὐκ ἀηδὲς ὅτι ῥιγεδανὸς κακοθάνατός ἐστιν εἰδέναι· δάνον γὰρ Μακεδόνες τὸν θάνατον καλοῦσι, καμμονίαν δὲ νίκην Αἰολεῖς τὴν ἐξ ἐπιμονῆς
καὶ καρτερίας, Δρύοπες δὲ πόπους τοὺς δαίμονας. τουτὶ δʼ ἀναγκαῖον καὶ χρήσιμον, εἰ μέλλομεν[*](μέλλομεν Madvigius: μέλλοιμεν ) ἐκ τῶν ποιημάτων ὠφεληθήσεσθαι καὶ μὴ βλαβήσεσθαι, τὸ γιγνώσκειν πῶς τοῖς τῶν θεῶν ὀνόμασιν οἱ ποιηταὶ χρῶνται καὶ πάλιν τοῖς τῶν κακῶν καὶ ἀγαθῶν, καὶ τί τὴν Τύχην τί τὴν Μοῖραν νοοῦντες ὀνομάζουσι, καὶ πότερον ταῦτα τῶν ἁπλῶς ἢ τῶν πολλαχῶς λεγομένων ἐστὶ παρʼ αὐτοῖς, ὥσπερ ἄλλα πολλά. καὶ γὰρ οἶκον ποτὲ μὲν τὴν οἰκίαν καλοῦσινποτὲ δὲ τὴν οὐσίαν
- οἶκον ἐς ὑψόροφον
[*](Homer. ε 42)
, καὶ[*](καὶ H: καὶ τὸν ) βίοτον[*](βίοτον̀ W: βίον ) ποτὲ μὲν τὸ ζῆν[*](Homer. N 562)
- ἐσθίεταί μοι οἶκος
[*](id. δ 318)
ποτὲ δὲ τὰ χρήματα
- ἀμενήνωσεν δέ οἱ αἰχμὴν
- κυανοχαῖτα Ποσειδάων, βιότοιο μεγήρας
, καὶ τῷ ἀλύειν ποτὲ μὲν ἀντὶ τοῦ δάκνεσθαι καὶ ἀπορεῖσθαι κέχρηται
- βίοτον δέ μοι ἄλλοι ἔδουσι
[*](id. ν 419)
ποτὲ δʼ ἀντὶ τοῦ γαυριᾶν καὶ χαίρειν
- ὣς ἔφαθʼ , ἡ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς
[*](id. E 352)
καὶ τῷ θοάζειν ἢ τὸ κινεῖσθαι σημαίνουσιν, ὡς Εὐριπίδης
- ἦ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
[*](id. ς 332. 392)
ἢ τὸ καθέζεσθαι καὶ θαάσσειν, ὡς Σοφοκλῆς
- κῆτος θοάζον ἐξ Ἀτλαντικῆς ἁλός,
[*](Nauck. p. 523)
χάριεν δὲ καὶ τὸ τὴν χρείαν τῶν ὀνομάτων συνοικειοῦν τοῖς ὑποκειμένοις πράγμασιν, ὡς οἱ γραμματικοὶ διδάσκουσιν, ἄλλο πρὸς ἄλλην δύναμιν λαμβάνοντες,· οἷόν ἐστι
- τίνας πόθʼ ἕδρας τάσδε μοι θοάζετε
[*](OR 2)- ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;
τῷ μὲν γὰρ αἰνεῖν σημαίνεται τὸ ἐπαινεῖν, αὐτῷ δὲ τῷ ἐπαινεῖν ἀντὶ τοῦ παραιτεῖσθαι νῦν κέχρηται, καθάπερ ἐν τῇ συνηθείᾳ καλῶς φαμὲν ἔχειν καὶ χαίρειν κελεύομεν, ὅταν μὴ δεώμεθα μηδὲ λαμβάνωμεν. οὕτω δὲ καὶ τὴν ἐπαινὴν Περσεφόνειαν ἔνιοί φασιν ὡς παραιτητὴν εἰρῆσθαι. ταύτην δὴ τὴν διαίρεσιν καὶ διάκρισιν τῶν ὀνομάτων ἐν τοῖς μείζοσι καὶ σπουδαιοτέροις παραφυλάττοντες ἀπὸ τῶν θεῶν ἀρχώμεθα διδάσκειν τοὺς νέους ὅτι χρῶνται τοῖς τῶν θεῶν ὀνόμασιν οἱ ποιηταὶ ποτὲ μὲν αὐτῶν ἐκείνων ἐφαπτόμενοι τῇ ἐννοίᾳ, ποτὲ δὲ δυνάμεις τινὰς ὧν οἱ θεοὶ δοτῆρές εἰσι καὶ καθηγεμόνες ὁμωνύμως προσαγορεύοντες οἷον εὐθὺς ὁ Ἀρχίλοχος , ὅταν μὲν εὐχόμενος λέγῃ
- νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι
[*](Hesiod. OD 643)
, αὐτὸν τὸν θεὸν ἐπικαλούμενος δῆλός ἐστιν· ὅταν δὲ τὸν ἄνδρα τῆς ἀδελφῆς ἠφανισμένον ἐν θαλάττῃ καὶ μὴ τυχόντα νομίμου ταφῆς θρηνῶν λέγῃ μετριώτερον ἂν τὴν συμφορὰν ἐνεγκεῖν
- κλῦθʼ ἄναξ Ἥφαιστε καί μοι σύμμαχος γουνουμένῳ[*](Bergk. 2 p. 404)
- ἵλαος γενοῦ, χαρίζευ δʼ οἷάπερ χαρίζεαι
τὸ πῦρ οὕτως, οὐ τὸν θεὸν προσηγόρευσε. πάλιν δʼ ὁ μὲν Εὐριπίδης[*](Εὐριπίδης] Phoen. 1013) εἰπὼν ἐν ὅρκῳ
- εἰ κείνου κεφαλὴν καὶ χαρίεντα μέλεα[*](Bergk. 2 p. 387)
- Ἥφαιστος καθαροῖσιν ἐν εἵμασιν ἀμφεπονήθη
αὐτοὺς τοὺς θεοὺς ὠνόμασε· τοῦ δὲ Σοφοκλέους λέγοντος
- μὰ τὸν μετʼ ἄστρων Ζῆνʼ Ἄρη τε φοίνιον
τὸν πόλεμον ἔστιν ὑπακοῦσαι, καθάπερ αὖ τὸν χαλκὸν Ὁμήρου[*](Ὁμήρου] H 329) λέγοντος
- τυφλὸς γάρ, ὦ γυναῖκες, οὐδʼ ὁρῶν Ἄρης
[*](Nauck. p. 247)- συὸς προσώπῳ πάντα τυρβάζει κακὰ
πολλῶν οὖν οὕτω λεγομένων εἰδέναι δεῖ καὶ μνημονεύειν ὅτι καὶ τῷ τοῦ Διὸς καὶ Ζηνὸς ὀνόματι ποτὲ μὲν τὸν θεὸν ποτὲ δὲ τὴν τύχην πολλάκις δὲ τὴν εἱμαρμένην προσαγορεύουσιν. ὅταν μὲν γὰρ λέγωσι
- τῶν νῦν αἷμα κελαινὸν ἐύρροον ἀμφὶ Σκάμανδρον
- ἐσκέδασʼ ὀξὺς Ἄρης
καὶ
- Ζεῦ πάτερ, Ἴδηθεν μεδέων
[*](Homer, Γ 276. H 202. Ω 308)
τὸν θεὸν αὐτὸν λέγουσιν· ὅταν δὲ ταῖς αἰτίαις[*](ὅταν δʼ ἐπὶ ταῖς αἰτίας Hirschigius) πάντων τῶν γιγνομένων ἐπονομάζωσι τὸν Δία καὶ λέγωσι
- ὦ Ζεῦ, τίς εἶναί φησι σοῦ σοφώτερος;
[*](Nauck. p. 694)
, τὴν εἱμαρμένην. οὐ γὰρ τὸν θεὸν ὁ ποιητὴς οἴεται κακὰ μηχανᾶσθαι τοῖς ἀνθρώποις, ἀλλὰ τὴν τῶν πραγμάτων ἀνάγκην ὀρθῶς ὑποδείκνυσιν, ὅτι καὶ πόλεσι καὶ στρατοπέδοις καὶ ἡγεμόσιν, ἂν μὲν σωφρονῶσιν , εὖ πράττειν πέπρωται καὶ κρατεῖν τῶν πολεμίων, ἂν δʼ εἰς πάθη καὶ ἁμαρτίας ἐμπεσόντες ὥσπερ οὗτοι διαφέρωνται πρὸς ἀλλήλους καὶ στασιάζωσιν , ἀσχημονεῖν καὶ ταράττεσθαι καὶ κακῶς ἀπαλλάττειν.
- πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν -
[*](Homer. A 5)- Διὸς δʼ ἐτελείετο βουλή
καὶ μὴν ὁ Ἡσίοδος τὸν Προμηθέα ποιῶν τῷ Ἐπιμηθεῖ παρακελευόμενον
- εἱμαρμένον γὰρ τῶν κακῶν βουλευμάτων[*](Nauck. p. 695)
- κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτοῖς.
ἐπὶ τῇ τῆς τύχης δυνάμει τῷ τοῦ Διὸς ὀνόματι κέχρηται· τὰ γὰρ τυχηρὰ τῶν ἀγαθῶν Διὸς δῶρα κέκληκε, πλούτους καὶ γάμους καὶ ἀρχὰς καὶ πάνθʼ ὅλως τὰ ἐκτός, ὧν ἡ κτῆσις ἀνόνητός ἐστι τοῖς χρῆσθαι καλῶς μὴ δυναμένοις. διὸ καὶ τὸν Ἐπιμηθέα ὄντα καὶ ἀνόητον οἴεται δεῖν φυλάττεσθαι καὶ δεδιέναι τὰς εὐτυχίας, ὡς βλαβησόμενον καὶ διαφθαρησόμενον ὑπʼ αὐτῶν. καὶ πάλιν ὅταν λέγῃ
- μή ποτε δῶρα
[*](OD 86)- δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου ἀλλʼ ἀποπέμπειν
, θεόσδοτον νῦν τὸ τυχηρὸν εἴρηκεν, ὡς οὐκ ἄξιον ἐγκαλεῖν τοῖς διὰ τὴν τύχην πενομένοις, ἀλλὰ τὴν μετʼ ἀργίας καὶ μαλακίας καὶ πολυτελείας ἀπορίαν κακίζειν αἰσχρὰν καὶ ἐπονείδιστον οὖσαν. οὔπω γὰρ αὐτὸ τοὔνομα τῆς τύχης λέγοντες, εἰδότες δὲ τὴν τῆς ἀτάκτως καὶ ἀορίστως περιφερομένης αἰτίας δύναμιν ἰσχυρὰν καὶ ἀφύλακτον οὖσαν ἀνθρωπίνῳ λογισμῷ τοῖς τῶν θεῶν ὀνόμασιν ἐξέφραζον, ὥσπερ ἡμεῖς καὶ πράγματα καὶ ἤθη καὶ νὴ Δία καὶ λόγους καὶ ἄνδρας εἰώθαμεν δαιμονίους καὶ θείους προσαγορεύειν. οὕτω δὴ τὰ πολλὰ τῶν ἀτόπως περὶ τοῦ Διὸς λέγεσθαι δοκούντων ἐπανορθωτέον, ὧν ἐστι καὶ ταῦτα
- μηδὲ ποτʼ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ
[*](OD 717)- τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων
καί
καί
- ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,[*](Homer. H 69)
- ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισι
, ὡς περὶ τῆς τύχης ἢ τῆς εἱμαρμένης λεγομένων, ἐν αἷς τὸ ἀσυλλόγιστον ἡμῖν τῆς αἰτίας σημαίνεται καὶ ὅλως[*](τὸ ὅλως H) οὐ καθʼ ἡμᾶς. ὅπου δὲ τὸ προσῆκον καὶ κατὰ λόγον καὶ εἰκός ἐστιν, ἐνταῦθα κυρίως ὀνομάζεσθαι τὸν θεὸν νομίζωμεν,[*](νομίζωμεν W: νομίζομεν ) ὥσπερ ἐν τούτοις
- τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
[*](id. θ 81)- Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς
καί
- αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν,
[*](Homer. Λ 540)- Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο·
- Ζεὺς γάρ οἱ νεμέσα ὅτʼ ἀμείνονι φωτὶ μάχοιτο
Σφόδρα δὲ δεῖ καὶ τοῖς ἄλλοις ὀνόμασι προσέχειν, κατὰ πολλὰ πράγματα[*](πολλὰ πράγματα] πολλὰ R) κινουμένοις καὶ μεθισταμένοις ὑπὸ τῶν ποιητῶν. οἷόν ἐστι καὶ τὸ τῆς ἀρετῆς. ἐπεὶ γὰρ οὐ μόνον ἔμφρονας παρέχεται καὶ δικαίους καὶ ἀγαθοὺς ἐν πράξεσι καὶ λόγοις, ἀλλὰ καὶ δόξας ἐπιεικῶς καὶ δυνάμεις περιποιεῖται, παρὰ τοῦτο ποιοῦνται καὶ τὴν[*](τὴν add. R) εὐδοξίαν ἀρετὴν καὶ τὴν δύναμιν, ὀνομάζοντες ὥσπερ ἐλαίαν τὸν ἀπὸ τῆς ἐλαίας, καὶ φηγὸν τὸν ἀπὸ τῆς φηγοῦ καρπὸν ὁμωνύμως τοῖς φέρουσιν. οὐκοῦν ὁ νέος ἡμῖν, ὅταν μὲν λέγωσι[*](Nauck. p. 695)
- Ζεὺς γὰρ τὰ μὲν μέγιστα φροντίζει βροτῶν,
- τὰ μικρὰ δʼ ἄλλοις δαίμοσιν παρεὶς ἐᾷ
καὶ
- τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν
[*](Hesiod. OD 289)
καὶ
- τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
[*](Homer. Λ 90)
, εὐθὺς οἰέσθω λέγεσθαι ταῦτα περὶ τῆς ἀρίστης καὶ θειοτάτης ἕξεως ἐν ἡμῖν, ἣν ὀρθότητα λόγου καὶ ἀκρότητα λογικῆς φύσεως καὶ διάθεσιν ὁμολογουμένην ψυχῆς νοοῦμεν. ὅταν δʼ ἀναγιγνώσκῃ πάλιν τό τε
- εἰ δὲ θανεῖν θέμις, ὧδε θανεῖν καλόν,[*](Nauck. p. 529)
- εἰς ἀρετὴν καταλυσαμένους βίον
καὶ τὸ
- Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε
[*](Homer. Υ 242)
, μὴ καθήσθω τοὺς πλουσίους ἐκπεπληγμένος καὶ τεθηπὼς καθάπερ ὤνιον εὐθὺς ἀργυρίου τὴν ἀρετὴν ἔχοντας, μηδʼ ἐπὶ τῇ τύχῃ κεῖσθαι τὴν αὑτοῦ φρόνησιν αὔξειν ἢ κολούειν νομίζων, ἀλλʼ ἀντὶ δόξης ἢ δυνάμεως ἢ εὐτυχίας ἤ τινος ὁμοίου τῇ ἀρετῇ κεχρῆσθαι τὸν ποιητὴν ἡγείσθω. καὶ γὰρ τῇ κακότητι ποτὲ μὲν ἰδίως σημαίνουσι κακίαν καὶ μοχθηρίαν ψυχῆς, ὡς Ἡσίοδος
- πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ
[*](Hesiod. OD 313)
, ποτὲ δʼ ἄλλην τινὰ κάκωσιν ἢ δυστυχίαν, ὡς Ὅμηρος[*](Ὅμηρος] τ 360)
- τὴν μὲν γὰρ κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι
[*](id. 287)
ἐπεὶ καὶ τὴν εὐδαιμονίαν ἐξαπατηθείη τις ἂν οὕτω τοὺς ποιητὰς οἰόμενος λέγειν, ὡς οἱ φιλόσοφοι λέγουσι τὴν παντελῆ τῶν ἀγαθῶν ἕξιν ἢ κτῆσιν ἢ καὶ τελειότητα βίου κατὰ φύσιν εὐροοῦντος, ἀλλʼ οὐχὶ καταχρωμένους πολλάκις τὸν πλούσιον εὐδαίμονα καλεῖν ἢ μακάριον καὶ τὴν δύναμιν ἢ τὴν δόξαν εὐδαιμονίαν. Ὅμηρος μὲν γὰρ ὀρθῶς κέχρηται τοῖς ὀνόμασιν
- αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν
καὶ Μένανδρος
- ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω
[*](Homer. δ 93)
, Εὐριπίδης δὲ πολλὴν ἐργάζεται ταραχὴν καὶ σύγχυσιν ὅταν λέγῃ
- ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος
[*](Meinek. IV p. 266)- καλοῦμʼ ὑπὸ πάντων, μακάριος δʼ ὑπʼ οὐδενός
καί
- μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος
[*](Med. 603)
ἂν μή τις, ὥσπερ εἴρηται, ταῖς μεταφοραῖς καὶ καταχρήσεσι τῶν ὀνομάτων ἕπηται. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.
- τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα, τιμᾷς
[*](Phoen. 552)
ἐκεῖνο δʼ οὐχ ἅπαξ ἀλλὰ πολλάκις ὑπομνηστέον ἐστὶ τοὺς νέους, ἐνδεικνυμένους αὐτοῖς ὅτι μιμητικὴν ἡ ποίησις ὑπόθεσιν ἔχουσα κόσμῳ μὲν καὶ λαμπρότητι χρῆται περὶ τὰς ὑποκειμένας πράξεις καὶ τὰ ἤθη, τὴν δʼ ὁμοιότητα τοῦ ἀληθοῦς οὐ προλείπει , τῆς μιμήσεως ἐν τῷ πιθανῷ τὸ ἀγωγὸν ἐχούσης. διὸ καὶ κακίας καὶ ἀρετῆς σημεῖα μεμιγμένα ταῖς πράξεσιν ἡ μὴ παντάπασι τῆς ἀληθείας ὀλιγωροῦσα συνεκφέρει μίμησις, ὥσπερ ἡ Ὁμήρου πολλὰ πάνυ τοῖς Στωϊκοῖς χαίρειν φράζουσα, μήτε τι φαῦλον ἀρετῇ προσεῖναι μήτε κακίᾳ χρηστὸν ἀξιοῦσιν, ἀλλὰ πάντως μὲν ἐν πᾶσιν ἁμαρτωλὸν εἶναι τὸν ἀμαθῆ , περὶ πάντα δʼ αὖ κατορθοῦν τὸν ἀστεῖον. ταῦτα γὰρ ἐν ταῖς σχολαῖς ἀκούομεν· ἐν δὲ τοῖς πράγμασι καὶ τῷ βίῳ τῶν πολλῶν κατὰ τὸν Εὐριπίδην
ἄνευ δὲ, τοῦ ἀληθοῦς μάλιστα μὲν ἡ ποιητικὴ τῷ ποικίλῳ χρῆται καὶ πολυτρόπῳ. τὸ γὰρ ἐμπαθὲς καὶ παράλογον καὶ ἀπροσδόκητον, ᾧ πλείστη μὲν ἔκπληξις ἕπεται πλείστη δὲ χάρις, αἱ μεταβολαὶ παρέχουσι τοῖς μύθοις τὸ δʼ ἁπλοῦν ἀπαθὲς καὶ ἄμυθον. ὅθεν οὔτε νικῶντας ἀεὶ πάντα ποιοῦσι τοὺς αὐτοὺς οὔτʼ εὐημεροῦντας οὔτε κατορθοῦντας ἀλλʼ οὐδὲ τοῖς θεοῖς, ὅταν εἰς ἀνθρωπίνας ἐμπέσωσι πράξεις, ἀπαθέσι χρῶνται καὶ ἀναμαρτήτοις, ἵνα μηδαμοῦ τό τε ταράττον καὶ τὸ ἐκπλῆττον ἀργῇ τῆς ποιήσεως ἀκίνδυνον καὶ ἀναγώνιστον γιγνόμενον.
- οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά,[*](Nauck. p. 294)
- ἀλλʼ ἔστι τις σύγκρασις
οὕτως οὖν τούτων ἐχόντων ἐπάγωμεν τοῖς ποιήμασι τὸν νέον μὴ τοιαύτας ἔχοντα δόξας περὶ τῶν καλῶν ἐκείνων καὶ μεγάλων ὀνομάτων, ὡς ἄρα σοφοὶ καὶ δίκαιοι οἱ ἄνδρες ἦσαν, ἄκροι τε βασιλεῖς καὶ κανόνες ἀρετῆς ἁπάσης καὶ ὀρθότητος. ἐπεὶ βλαβήσεται μεγάλα δοκιμάζων πάντα καὶ τεθηπώς, μὴ δυσχεραίνων δὲ μηδὲν μηδʼ ἀκούων μηδʼ ἀποδεχόμενος τοῦ ψέγοντος αὐτοὺς τοιαῦτα πράττοντας καὶ λέγοντας
καὶ
- αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,[*](Homer. Π 97)
- μήτε τις οὖν Τρώων θάνατον φύγοι, ὅσσοι ἔασι,
- μήτε τις Ἀργείων, νῶιν δʼ ἐκδῦμεν ὄλεθρον,
- ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύοιμεν
καὶ
- οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρὸς[*](Homer. Λ 421)
- Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
- ἀμφʼ ἐμοὶ
καί
- παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.[*](id. I 452)
- τῇ πιθόμην καὶ ἔρεξα
μηδὲν οὖν ἐπαινεῖν ἐθιζέσθω τοιοῦτον ὁ νέος, μηδὲ προφάσεις λέγων μηδὲ παραγωγάς τινας εὐπρεπεῖς ἐπὶ πράγμασι φαύλοις μηχανώμενος πιθανὸς ἔστω καὶ πανοῦργος, ἀλλʼ ἐκεῖνο μᾶλλον οἰέσθω, μίμησιν εἶναι τὴν ποίησιν ἠθῶν καὶ βίων, καὶ ἀνθρώπων οὐ τελείων οὐδὲ καθαρῶν οὐδʼ ἀνεπιλήπτων παντάπασιν, ἀλλὰ μεμιγμένων πάθεσι καὶ δόξαις ψευδέσι καὶ ἀγνοίαις, διὰ δʼ εὐφυΐαν αὑτοὺς πολλάκις μετατιθέντων πρὸς τὸ κρεῖττον. ἡ γὰρ τοιαύτη παρασκευὴ τοῦ νέου καὶ διάνοια, τοῖς μὲν εὖ λεγομένοις καὶ πραττομένοις, ἐπαιρομένου καὶ συνενθουσιῶντος, τὰ δὲ φαῦλα μὴ προσιεμένου καὶ δυσχεραίνοντος, ἀβλαβῆ παρέξει τὴν ἀκρόασιν. ὁ δὲ πάντα θαυμάζων καὶ πᾶσιν ἐξοικειούμενος καὶ καταδεδουλωμένος τῇ δόξῃ τὴν κρίσιν ὑπὸ τῶν ἡρωϊκῶν ὀνομάτων, ὥσπερ οἱ τὴν Πλάτωνος ἀπομιμούμενοι κυρτότητα καὶ τὴν Ἀριστοτέλους τραυλότητα, λήσεται πρὸς πολλὰ τῶν φαύλων εὐχερὴς γενόμενος. δεῖ δὲ μὴ δειλῶς μηδʼ ὥσπερ ὑπὸ δεισιδαιμονίας ἐν ἱερῷ φρίττειν ἅπαντα; καὶ προσκυνεῖν, ἀλλὰ θαρραλέως ἐθιζόμενον ἐπιφωνεῖν μηδὲν ἧττον τοῦ ὀρθῶς καὶ πρεπόντως τὸ οὐκ ὀρθῶς καὶ ὁ προσηκόντως οἷον ὁ Ἀχιλλεὺς ἐκκλησίαν συνάγει τῶν στρατιωτῶν νοσούντων, ἀσχάλλων μὲν ἀργοῦντι τῷ πολέμῳ μάλιστα πάντων διὰ τὴν ἐν ταῖς στρατείαις ἐπιφάνειαν αὐτοῦ καὶ δόξαν, ἰατρικὸς δʼ ὢν καὶ μεθʼ ἡμέραν ἐνάτην ταῦτα κρίνεσθαι πέφυκεν αἰσθόμενος οὐκ οὖσαν συνήθη τὴν νόσον οὐδὲ συνεστῶσαν ἀπὸ κοινῶν αἰτιῶν, ἀναστὰς οὐ δημαγωγεῖ πρὸς τὸν[*](πρὸς τὸν] τὸν] Aldina) ὄχλον, ἀλλὰ τῷ βασιλεῖ γίγνεται σύμβουλος
- Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος
[*](id. Γ 365)
ὀρθῶς ταῦτα καὶ μετρίως καὶ πρεπόντως τοῦ δὲ μάντεως δεδιέναι φήσαντος τὴν ὀργὴν τοῦ δυνατωτάτου τῶν Ἑλλήνων, οὐκέτʼ ὀρθῶς οὐδὲ μετρίως, ἐπομόσας μηδένα προσοίσειν χεῖρας αὐτῷ ζῶντος αὐτοῦ, προστίθησιν
- Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀίω
[*](Homer. A 59)- ἄψ ἀπονοστήσειν
, ἐνδεικνύμενος ὀλιγωρίαν καὶ περιφρόνησιν τοῦ ἄρχοντος. ἐκ δὲ τούτου μᾶλλον παροξυνθεὶς ἐπὶ τὸ ξίφος φέρεται σφάττειν διανοούμενος, οὔτε πρὸς τὸ καλὸν ὀρθῶς οὔτε πρὸς τὸ συμφέρον. εἶτʼ αὖθις μετανοήσας
- οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς
[*](id. A 90)
, ὀρθῶς πάλιν καὶ καλῶς, ὅτι τὸν θυμὸν ἐκκόψαι παντάπασι μὴ δυνηθεὶς , ὅμως πρὶν ἀνήκεστόν τι δρᾶσαι μετέστησε καὶ κατέσχεν εὐπειθῆ τῷ λογισμῷ γενόμενον. πάλιν ὁ Ἀγαμέμνων ἐν μὲν τοῖς περὶ τὴν ἐκκλησίαν γιγνομένοις καὶ λεγομένοις ὑπʼ αὐτοῦ καταγέλαστός ἐστιν, ἐν δὲ τοῖς περὶ Χρυσηίδα σεμνότερος καὶ βασιλικώτερος. ὁ μὲν γὰρ Ἀχιλλεὺς ἀγομένης τῆς Βρισηίδος
- ἄψ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε[*](id. A 220)
- μύθῳ Ἀθηναίης
, οὗτος δʼ αὐτὸς εἰς τὴν ναῦν ἐμβιβάζων καὶ παραδιδοὺς καὶ ἀποπέμπων τὴν ἄνθρωπον ἣν ὀλίγῳ πρόσθεν εἴρηκε τῆς γαμετῆς τῇ εὐνοίᾳ προκρίνειν, οὐδὲν ἐρωτικὸν οὐδʼ αἰσχρὸν ἐποίησε. καὶ μὴν ὁ Φοίνιξ διὰ τὴν παλλακίδα κατάρατος ὑπὸ τοῦ πατρὸς γενόμενος
- δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς
[*](Homer. A 349)
ὁ μὲν οὖν Ἀρίσταρχος ἐξεῖλε ταῦτα τὰ ἔπη φοβηθείς· ἔχει δὲ πρὸς τὸν καιρὸν ὀρθῶς, τοῦ Φοίνικος τὸν Ἀχιλλέα διδάσκοντος οἷόν ἐστιν ὀργὴ καὶ ὅσα διὰ θυμὸν ἄνθρωποι τολμῶσι, μὴ χρώμενοι λογισμῷ μηδὲ πειθόμενοι τοῖς παρηγοροῦσι. καὶ γὰρ τὸν Μελέαγρον ἐπεισάγει τοῖς πολίταις ὀργιζόμενον, εἶτα πραϋνόμενον, ὀρθῶς τὰ πάθη ψέγων, τὸ δὲ μὴ συνακολουθεῖν ἀλλʼ ἀντιτάττεσθαι καὶ κρατεῖν καὶ μετανοεῖν ἐπαινῶν ὡς καλὸν καὶ συμφέρον. ἐνταῦθα μὲν οὖν ἡ διαφορὰ πρόδηλος· ὅπου δʼ ἀσαφῆ τὰ τῆς γνώμης, διοριστέον οὕτω πως ἐφιστάντας τὸν νέον. εἰ μὲν ἡ Ναυσικάα ξένον ἄνδρα τὸν Ὀδυσσέα θεασαμένη καὶ παθοῦσα τὸ τῆς Καλυψοῦς πάθος πρὸς αὐτόν, ἅτε δὴ τρυφῶσα καὶ γάμων ὥραν ἔχουσα, τοιαῦτα μωραίνει πρὸς τὰς θεραπαινίδας
- τὸν μὲν ἐγώ, φησί, βούλευσα κατακτάμεν ὀξέι[*](id. I 458) χαλκῷ
- ἀλλά τις ἀθανάτων παῦσεν χόλον, ὃς ῥʼ ἐνὶ θυμῷ
- δήμου θῆκε φάτιν καὶ ὀνείδεα πόλλʼ ἀνθρώπων,
- ὡς μὴ πατροφόνος μετʼ Ἀχαιοῖσιν καλεοίμην
, ψεκτέον τὸ θράσος αὐτῆς καὶ τὴν ἀκολασίαν εἰ δὲ τοῖς λόγοις τοῦ ἀνδρὸς τὸ ἦθος ἐνιδοῦσα καὶ θαυμάσασα τὴν ἔντευξιν αὐτοῦ πολὺν νοῦν ἔχουσαν εὔχεται τοιούτῳ συνοικεῖν μᾶλλον ἢ πλωτικῷ τινι καὶ ὀρχηστικῷ τῶν πολιτῶν, ἄξιον ἄγασθαι. πάλιν τῆς Πηνελόπης τοῖς μνηστῆρσι προσδιαλεγομένης οὐκ ἀπανθρώπως, ἐκείνων δʼ αὐτῇ χαριζομένων ἱμάτια καὶ κόσμον ἄλλον, ἡδόμενος Ὀδυσσεὺς
- αἲ γὰρ ἐμοὶ[*](ἐμοὶ Homer. ζ 244: ἐμεῦ ) τοιόσδε πόσις κεκλημένος εἴη
- ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν
εἰ μὲν ἐπὶ τῇ δωροδοκίᾳ καὶ πλεονεξίᾳ χαίρει, τὸν κωμῳδούμενον ὑπερβάλλει μαστροπείᾳ Πολίαγρον
- οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμόν
[*](id. ς 282)
εἰ δὲ μᾶλλον οἰόμενος ὑποχειρίους ἕξειν διὰ τὴν ἐλπίδα θαρροῦντας[*](θαρροῦντας scripsi: θαρροῦντες ) καὶ τὸ μέλλον οὐ προσδοκῶντας, λόγον ἔχει τὸ ἡδόμενον αὐτῷ καὶ θαρροῦν. ὁμοίως ἐπὶ τῇ διαριθμήσει τῶν χρημάτων, ἃ συνεξέθηκαν οἱ Φαίακες αὐτῷ καὶ ἀπέπλευσαν, εἰ μὲν ἀληθῶς ἐν ἐρημίᾳ τοσαύτῃ καὶ τῶν καθʼ αὑτὸν ἀσαφείᾳ καὶ ἀδηλότητι γεγονὼς περὶ τῶν χρημάτων φοβεῖται
- εὐδαίμων Πολίαγρος
[*](Meinek. IV p. 667)- οὐράνιον αἶγα πλουτοφόρον τρέφων
, οἰκτείρειν ἄξιον ἢ βδελύττεσθαι νὴ Δία τὴν φιλοπλουτίαν· εἰ δʼ, ὥσπερ ἔνιοι λέγουσι, περὶ τῆς Ἰθάκης ἀμφιδοξῶν οἴεται τὴν τῶν χρημάτων σωτηρίαν ἀπόδειξιν εἶναι τῆς τῶν Φαιάκων ὁσιότητος οὐ γὰρ ἂν ἀκερδῶς φέροντας αὐτὸν εἰς ἀλλοτρίαν ἐκβαλεῖν χώραν καὶ καταλιπεῖν, ἀποσχομένους τῶν χρημάτων, οὔτε φαύλῳ τεκμηρίῳ χρῆται καὶ τὴν πρόνοιαν ἄξιον ἐπαινεῖν. ἔνιοι δὲ καὶ τὴν ἔκθεσιν αὐτὴν εἰ μὲν ἀληθῶς ἐγένετο καθεύδοντος ψέγουσι, καὶ Τυρρηνοὺς ἱστορίαν τινά φασι διαφυλάττειν ὡς ὑπνώδους φύσει τοῦ Ὀδυσσέως γενομένου καὶ δυσεντεύκτου διὰ τοῦτο τοῖς πολλοῖς ὄντος. εἰ δʼ οὐκ ἦν ἀληθὴς ὁ ὕπνος, ἀλλʼ αἰδούμενος μὲν ἀποπέμψαι τοὺς Φαίακας ἄνευ ξενίων καὶ φιλοφροσύνης, μὴ δυνάμενος δὲ τοὺς ἐχθροὺς λαθεῖν ἐκείνων συμπαρόντων ἐχρήσατο τῆς ἀπορίας παρακαλύμματι, κοιμωμένῳ ποιήσας ὅμοιον ἑαυτόν, ἀποδέχονται. καὶ ταῦτα δὴ τοῖς νέοις ὑποδεικνύοντες οὐκ ἐάσομεν φορὰν πρὸς τὰ φαῦλα γίγνεσθαι τῶν ἠθῶν ἀλλὰ τῶν βελτιόνων ζῆλον καὶ προαίρεσιν, εὐθὺς τοῖς μὲν τὸ ψέγειν τοῖς δὲ τὸ ἐπαινεῖν ἀποδιδόντες. μάλιστα δὲ τοῦτο δεῖ[*](δεῖ ποιεῖν scripsi: ποιεῖν δεῖ ) ποιεῖν ἐν ταῖς τραγῳδίαις, ὅσαι λόγους ἔχουσι πιθανοὺς καὶ πανούργους ἐν πράξεσιν ἀδόξοις καὶ πονηραῖς. οὐ πάνυ γὰρ ἀληθὲς τὸ τοῦ Σοφοκλέους λέγοντος
καὶ γὰρ οὗτος[*](οὗτος] αὐτὸς Emperius Nauck. Eurip. Fr. 430b p. 113) εἴωθεν ἤθεσι φαύλοις καὶ ἀτόποις πράγμασι λόγους ἐπιγελῶντας καὶ φιλανθρώπους αἰτίας πορίζειν. καὶ ὁ σύσκηνος αὐτοῦ πάλιν ὁρᾷς ὅτι τήν τε Φαίδραν καὶ προσεγκαλοῦσαν τῷ Θησεῖ πεποίηκεν ὡς διὰ τὰς ἐκείνου παρανομίας ἐρασθεῖσαν τοῦ Ἱππολύτου. τοιαύτην δὲ καὶ τῇ Ἑλένῃ παρρησίαν κατὰ τῆς Ἑκάβης ἐν ταῖς Τρῳάσι[*](Τρωάσι] v. 919 Hesiod. OD 739) δίδωσιν, οἰομένῃ δεῖν ἐκείνην κολάζεσθαι μᾶλλον ὅτι μοιχὸν αὐτῆς ἔτεκε. μηδὲν οὖν τούτων κομψὸν ἡγεῖσθαι καὶ πανοῦργον ὁ νέος ἐθιζέσθω, μηδὲ προσμειδιάτω ταῖς τοιαύταις εὑρησιλογίαις ἀλλὰ βδελυττέσθω τοὺς λόγους μᾶλλον ἢ τὰ ἔργα τῆς ἀκολασίας.
- οὐκ ἔστʼ ἀπʼ ἔργων μὴ καλῶν ἔπη καλά
[*](Nauck. p. 247)
ἐπὶ πᾶσι τοίνυν καὶ τὸ τὴν αἰτίαν ἑκάστου τῶν λεγομένων ἐπιζητεῖν χρήσιμόν ἐστιν. ὁ μὲν γὰρ Κάτων ἔτι παιδάριον ὢν ἔπραττε μὲν ὃ προστάξειεν ὁ παιδαγωγός, αἰτίαν δὲ καὶ λόγον ἀπῄτει τοῦ προστάγματος· τοῖς δὲ ποιηταῖς οὐ πειστέον ὥσπερ παιδαγωγοῖς ἢ νομοθέταις, ἂν μὴ λόγον ἔχῃ τὸ ὑποκείμενον . ἕξει δέ, ἄνπερ χρηστὸν ἂν δὲ μοχθηρόν, ὀφθήσεται κενὸν καὶ μάταιον. ἀλλʼ οἱ πολλοὶ τῶν μὲν τοιούτων τὰς αἰτίας πικρῶς ἀπαιτοῦσι καὶ διαπυνθάνονται πῶς λέλεκται
καὶ
- μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεν πινόντων
τῶν δὲ μειζόνων ἀβασανίστως δέχονται τὴν πίστιν, οἷα καὶ ταῦτʼ ἐστὶν
- ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται,
- ἔγχει ὀρεξάσθω
[*](Homer. Δ 306)
, καὶ
- δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ,
[*](Eur. Hipp. 424)- ὅταν συνειδῇ μητρὸς ἢ πατρὸς κακά
καίτοι ταῦτα τῶν ἠθῶν ἅπτεται καὶ τοὺς βίους διαταράττει, κρίσεις ἐμποιοῦντα φαύλας καὶ δόξας ἀγεννεῖς, ἂν μὴ πρὸς ἕκαστον αὐτῶν εἰθισμένοι λέγωμεν διὰ τί σμικρὸν φρονεῖν χρὴ τὸν κακῶς πεπραγότα[*](πεπράγότα H: πεπραχότα ) καὶ μὴ μᾶλλον ἀνταίρειν τῇ τύχῃ καὶ ποιεῖν ὑψηλὸν ἑαυτὸν καὶ ἀταπείνωτον; διὰ τί δέ, ἂν ἐκ πατρὸς φαύλου καὶ ἀνοήτου γεγονὼς αὐτὸς ὦ χρηστὸς καὶ φρόνιμος, οὐ προσήκει μοι διὰ τὴν ἐμὴν ἀρετὴν μέγα φρονεῖν ἀλλὰ καταπεπλῆχθαι καὶ ταπεινὸν εἶναι· διὰ τὴν τοῦ πατρὸς ἀμαθίαν; ὁ γὰρ οὕτως ἀπαντῶν καὶ ἀντερείδων καὶ μὴ παντὶ λόγῳ πλάγιον ὥσπερ πνεύματι παραδιδοὺς ἑαυτὸν ἀλλʼ ὀρθῶς ἔχειν νομίζων τὸ βλὰξ[*](βλάξ Mullach. 1 p. 326) ἄνθρωπος ἐπὶ παντὶ λόγῳ φιλεῖ ἐπτοῆσθαι πολλὰ διακρούσεται τῶν οὐκ ἀληθῶς οὐδʼ ὠφελίμως λεγομένων. ταῦτα μὲν οὖν ἀβλαβῆ παρέξει τὴν τῶν ποιημάτων ἀκρόασιν.
ἐπεὶ δʼ ὥσπερ ἐν ἀμπέλου φύλλοις καὶ κλήμασιν εὐθαλοῦσι πολλάκις ὁ καρπὸς ἀποκρύπτεται
καὶ λανθάνει κατασκιαζόμενος, ,οὕτως ἐν, ποιητικῇ λέξει καὶ μυθεύμασι περικεχυμένοις πολλὰ διαφεύγει τὸν νέον ὠφέλιμα καὶ χρήσιμα δεῖ δὲ τοῦτο μὴ πάσχειν ἀποπλανᾶσθαι τῶν πραγμάτων, ἐμφύεσθαι μάλιστα τοῖς πρὸς ἀρετὴν φέρουσι καὶ δυναμένοις πλάττειν τὸ ἦθος, οὐ χεῖρόν ἐστι καὶ περὶ τούτων διελθεῖν ἐν βραχέσιν, ἁψάμενον ὡς ἐν τύπῳ τῶν πραγμάτων, μήκη δὲ καὶ κατασκευὰς καὶ παραδειγμάτων ὄχλον ἐῶντα τοῖς ἐπιδεικτικώτερον γράφουσι πρῶτον μὲν οὖν τὰ χρηστὰ καὶ τὰ φαῦλα γιγνώσκων ὁ νέος καὶ πρόσωπα τοῖς λεγομένοις προσεχέτω καὶ ταῖς πράξεσιν ἃς ὁ ποιητὴς ἑκατέροις προσηκόντως ἀποδίδωσιν οἷον ὁ Ἀχιλλεὺς πρὸς τὸν Ἀγαμέμνονα λέγει, καίπερ λέγων μετʼὁ δὲ Θερσίτης τῷ αὐτῷ λοιδορούμενος λέγει
- οὐ γὰρ σοί ποτε ἶσον ἔχω γέρας, ὁππότʼ Ἀχαιοὶ
[*](Homer. A 163)- Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον
, καὶ πάλιν ὁ Ἀχιλλεὺς
ὁ δὲ Θερσίτης
- αἴ κέ ποθι Ζεὺς
[*](id. A 128)- δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι
πάλιν τοῦ Ἀγαμέμνονος ἐν τῇ ἐπιπωλήσει τὸν Διομήδην λοιδορήσαντος ὁ μὲν οὐδὲν ἀντεῖπεν
- ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν
[*](id. B 231)
, ὁ δὲ Σθένελος, οὗ μηδεὶς λόγος,
- αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο
[*](Homer. Δ 402)
ἡ γὰρ τοιαύτη διαφορὰ μὴ παρορωμένη διδάξει τὸν νέον ἀστεῖον ἡγεῖσθαι τὴν ἀτυφίαν καὶ μετριότητα, τὴν δὲ μεγαλαυχίαν καὶ περιαυτολογίαν ὡς φαῦλον εὐλαβεῖσθαι. χρήσιμον δὲ καὶ τὸ τοῦ Ἀγαμέμνονος κατανοεῖν ἐνταῦθα· τὸν μὲν γὰρ Σθένελον ἀπροσαύδητον παρῆλθε, τοῦ δʼ Ὀδυσσέως οὐκ ἠμέλησεν ἀλλʼ ἠμείψατο καὶ προσηγόρευσεν,
- Ἀτρείδη, φησί, μὴ ψεύδεʼ ἐπιστάμενος σάφα[*](id. Δ 404) εἰπεῖν.
- ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι
τὸ μὲν γὰρ πᾶσιν ἀπολογεῖσθαι θεραπευτικὸν καὶ οὐκ ἀξιωματικόν τὸ δὲ πάντων καταφρονεῖν ὑπερήφανον καὶ ἀνόητον. ἄριστα δʼ ὁ Διομήδης ἐν μὲν τῇ μάχῃ σιωπᾷ κακῶς ἀκούων ὑπὸ τοῦ βασιλέως, μετὰ δὲ τὴν μάχην παρρησίᾳ χρῆται πρὸς αὐτὸν
- ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον
[*](id. Δ 357)
εὖ δʼ ἔχει καὶ φρονίμου διαφορὰν ἀνδρὸς καὶ μάντεως πανηγυρικοῦ μὴ παραλιπεῖν. ὁ μὲν γὰρ Κάλχας οὐ συνεῖδε τὸν καιρόν, ἀλλʼ ἐν πλήθει παρʼ οὐδὲν ἐποιήσατο κατηγορῆσαι τοῦ βασιλέως ὡς τὸν λοιμὸν αὐτοῖς ἐπαγαγόντος·[*](ἐπαγαγόνοτος H: ἐπαγόντος ) ὁ δὲ Νέστωρ βουλόμενος ἐμβάλλειν λόγον ὑπὲρ τῶν πρὸς τὸν Ἀχιλλέα διαλλαγῶν, ἵνα μὴ διαβάλλειν δοκῇ τὸν Ἀγαμέμνονα πρὸς τὸ πλῆθος ὡς ἁμαρτόντα καὶ χρησάμενον ὀργῇ,
- ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν
[*](id. I 34)
καὶ μετὰ τὸ δεῖπνον ἐξαποστέλλει τοὺς πρέσβεις· τοῦτο γὰρ ἦν ἐπανόρθωσις ἁμαρτίας, ἐκεῖνο δὲ κατηγορία καὶ προπηλακισμός Ἔτι δὲ καὶ τὰς ἐν τοῖς γένεσι διαφορὰς σκεπτέον, ὧν τοιοῦτός ἐστιν ὁ τρόπος. οἱ μὲν Τρῶες ἐπίασι μετὰ κραυγῆς καὶ θράσους, οἱ δʼ Ἀχαιοὶ
- δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικὲς
[*](Homer. I 70)- πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην
- βουλὴν βουλεύσῃ.
τὸ γὰρ ἐν χερσὶ τῶν πολεμίων ὄντων φοβεῖσθαι τοὺς ἄρχοντας ἀνδρείας ἅμα καὶ πειθαρχίας σημεῖον. ὅθεν ὁ μὲν Πλάτων ἐθίζει τοὺς ψόγους φοβεῖσθαι καὶ τὰ αἰσχρὰ μᾶλλον τοὺς πόνους καὶ τοὺς κινδύνους, ὁ δὲ Κάτων ἔλεγε φιλεῖν τοὺς ἐρυθριῶντας μᾶλλον ἢ τοὺς ὠχριῶντας. ἔστι δὲ καὶ τῶν ἐπαγγελιῶν ἴδιος χαρακτήρ. ὁ μὲν γὰρ Δόλων ἐπαγγέλλεται
- σιγῇ δειδιότες σημάντορας
[*](id. Δ 431)
ὁ δὲ Διομήδης ἐπαγγέλλεται μὲν οὐδέν, ἧττον δʼ ἄν φησι φοβηθῆναι μεθʼ ἑτέρου πεμπόμενος. Ἑλληνικὸν οὖν καὶ ἀστεῖον ἡ πρόνοια, βαρβαρικὸν δὲ καὶ φαῦλον ἡ θρασύτης· καὶ δεῖ τὸ μὲν ζηλοῦν τὸ δὲ δυσχεραίνειν. ἔχεται δέ τινος οὐκ ἀχρήστου θεωρίας καὶ τὸ περὶ τοὺς Τρῶας καὶ τὸν Ἕκτορα πάθος, τοῦ Αἴαντος αὐτῷ μονομαχεῖν μέλλοντος. ὁ μὲν γὰρ Αἰσχύλος Ἰσθμοῖ πύκτου πληγέντος εἰς τὸ πρόσωπον καὶ κραυγῆς γενομένης, οἷον εἶπεν ἡ ἄσκησίς ἐστιν. οἱ θεώμενοι βοῶσιν, ὁ δὲ πληγεὶς σιωπᾷ τοῦ δὲ ποιητοῦ λέγοντος ὅτι τὸν Αἴαντα τῶν ὅπλων ποιούντων λαμπρὸν οἱ μὲν Ἕλληνες ἔχαιρον ὁρῶντες,
- τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερές, ὄφρʼ ἂν ἵκωμαι
[*](id. K 325)- νῆʼ Ἀγαμεμνονέην,
, τίς οὐκ ἂν ἀγάσαιτο τὴν διαφοράν; τοῦ μὲν κινδυνεύοντος ἡ καρδία πηδᾷ μόνον, ὥσπερ παλαίειν νὴ Δίʼ ἢ σταδιοδρομεῖν μέλλοντος, τῶν δὲ θεωμένων τρέμει καὶ πάλλεται τὸ σῶμα διʼ εὔνοιαν καὶ φόβον ὑπὲρ τοῦ βασιλέως. ἐνταῦθα δὲ καὶ τὴν τοῦ κρατίστου πρὸς τὸν κάκιστον διαφορὰν ἀποθεωρητέον. ὁ μὲν γὰρ Θερσίτης
- Τρῶας δὲ τρόμος αἰνὸς ἐπήλυθε γυῖα ἕκαστον,[*](Homer. H 215)
- Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε
, ὁ δʼ Αἴας ἀεί τε τῷ Ἀχιλλεῖ προσφιλὴς καὶ πρὸς τὸν Ἕκτορα λέγει περὶ αὐτοῦ
- ἔχθιστος δʼ Ἀχιλῆι μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆι
[*](id. B 220)
καὶ τοῦτο μὲν Ἀχιλλέως τὸ ἐγκώμιόν ἐστι, τὰ δʼ ἑξῆς ὑπὲρ ἁπάντων εἴρηται χρησίμως
- νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
[*](id. H 226)- οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι,
- καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα
, οὔτε μόνον οὔτε ἄριστον ἀποφαίνων ἑαυτὸν ἀλλὰ μετὰ πολλῶν ὁμοίως δυνάμενον[*](δυνάμενον W: δυναμένων ) ἀμύνασθαι. ταῦτα μὲν οὖν ἱκανὰ περὶ διαφορᾶς, ἂν μὴ κἀκεῖνο βουλώμεθα προσλαβεῖν, ὅτι τῶν Τρώων ἑαλώκασι καὶ πολλοὶ[*](καὶ πολλοὶ] πολλοὶ W ) ζῶντες, οὐδεὶς δὲ τῶν Ἀχαιῶν, καὶ τῶν μὲν ὑποπεπτώκασιν ἔνιοι τοῖς πολεμίοις, ὥσπερ ὁ Ἄδραστος, οἱ Ἀντιμάχου παῖδες, ὁ Λυκάων, αὐτὸς ὁ Ἕκτωρ δεόμενος περὶ ταφῆς τοῦ Ἀχιλλέως, ἐκείνων δʼ οὐδείς, ὡς βαρβαρικοῦ τοῦ ἱκετεύειν καὶ ὑποπίπτειν ἐν τοῖς ἀγῶσιν ὄντος, Ἑλληνικοῦ δὲ τοῦ νικᾶν μαχόμενον ἢ ἀποθνῄσκειν.
- ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
[*](id. H 231)- καὶ πολέες
ἐπεὶ δʼ ὥσπερ ἐν ταῖς νομαῖς ἡ μὲν μέλιττα διώκει τὸ ἄνθος, ἡ δʼ αἲξ τὸν θαλλόν, ἡ δʼ δʼ ὗς τὴν ῥίζαν, ἄλλα δὲ ζῷα τὸ σπέρμα καὶ τὸν καρπόν, οὕτως , ἐν ταῖς ἀναγνώσεσι τῶν ποιημάτων ὁ μὲν ἀπανθίζεται τὴν ἱστορίαν, ὁ δʼ ἐμφύεται τῷ κάλλει καὶ τῇ κατασκευῇ τῶν ὀνομάτων, καθάπερ ὁ Ἀριστοφάνης περὶ τοῦ Εὐριπίδου φησὶ
· οἱ δὲ τῶν πρὸς τὸ ἦθος εἰρημένων ὠφελίμως ἔχονται, πρὸς οὓς δὴ νῦν ἡμῖν ὁ λόγος ἐστίν, ὑπομιμνῄσκωμεν αὐτοὺς ὅτι δεινόν ἐστι τὸν μὲν φιλόμυθον μὴ λανθάνειν τὰ καινῶς ἱστορούμενα καὶ περιττῶς, μηδὲ τὸν φιλόλογον ἐκφεύγειν τὰ καθαρῶς πεφρασμένα καὶ ῥητορικῶς, τὸν δὲ φιλότιμον καὶ φιλόκαλον καὶ μὴ παιγνίας[*](παιγνίας] παιδιᾶς R) ἀλλὰ παιδείας ἕνεκα ποιημάτων ἁπτόμενον ἀργῶς καὶ ἀμελῶς ἀκούειν τῶν πρὸς ἀνδρείαν ἢ σωφροσύνην ἢ δικαιοσύνην ἀναπεφωνημένων, οἷα καὶ ταῦτʼ ἐστὶ
- χρῶμαι γὰρ αὐτοῦ τοῦ στόματος τῷ στρογγύλῳ
[*](Meinek. II p. 1142)
τὸ γὰρ ἐν κινδύνῳ τοῦ διαφθαρῆναι καὶ ἀπολέσθαι μετὰ πάντων ὄντα τὸν φρονιμώτατον ὁρᾶν τὸ αἰσχρὸν δεδοικότα καὶ τὸ ἐπονείδιστον ἀλλὰ μὴ τὸν θάνατον, ἐμπαθῆ ποιήσει πρὸς ἀρετὴν τὸν νέον. καὶ τῷ[*](τῷ W: τό )
- Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
- ἀλλʼ ἄγε[*](ἄʼ ἄγε Homer. Λ 313: ἀλλά γε ) δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο· δὴ γὰρ ἔλεγχος
- ἔσσεται, εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
τοιοῦτον ἐπιλογισμὸν δίδωσι, μήτε πλουσίῳ τινὶ μήτε καλῷ τὸ σῶμα μήτʼ ἰσχυρῷ τὴν θεὸν χαίρουσαν ἀλλὰ φρονίμῳ καὶ δικαίῳ ποιήσας, καὶ πάλιν τὸν Ὀδυσσέα φάσκουσα μὴ περιορᾶν μηδὲ προλείπειν
- χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ
[*](Homer. γ 52)
ἐνδείκνυται μόνον εἶναι τῶν ἡμετέρων θεοφιλὲς καὶ θεῖον ἀρετήν, εἴγε δὴ τὰ ὅμοια χαίρειν τοῖς ὁμοίοις πέφυκεν. ἐπεὶ δὲ μεγάλου δοκοῦντος εἶναι καὶ ὄντος τοῦ κρατεῖν ὀργῆς μεῖζόν ἐστιν ἡ φυλακὴ καὶ ἡ πρόνοια τοῦ μὴ περιπεσεῖν ὀργῇ μηδʼ ἁλῶναι, καὶ ταῦτα δεῖ τοῖς ἀναγιγνώσκουσιν ὑποδεικνύειν οὑκ μὴ παρέργως, ὅτι τὸν Πρίαμον ὁ Ἀχιλλεὺς ἀνασχετικὸς ὢν οὐδὲ πρᾶος ἡσυχίαν ἄγειν κελεύει καὶ μὴ παροξύνειν αὐτόν, οὕτως[*](αὐτὸν οὕτως] αὐτόν)
- οὕνεκʼ ἐπητής ἐστι καὶ ἀγχίνοος καὶ ἐχέφρων,
[*](id. ν 332)
καὶ τὸν Ἕκτορα λούσας καὶ περιστείλας αὐτὸς ἐπὶ τὴν ἀπήνην τίθησι, πρὶν ᾐκισμένον ὑπὸ τοῦ πατρὸς ὀφθῆναι,
- μηκέτι νῦν μʼ ἐρέθιζε, γέρον νοέω δὲ καὶ αὐτός
[*](Homer. Ω 560)- Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε
- μή σε, γέρον, οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω,
- καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς,
τὸ γὰρ ἐπισφαλῶς πρὸς ὀργὴν ἔχοντα καὶ φύσει τραχὺν ὄντα καὶ θυμοειδῆ μὴ λανθάνειν ἑαυτὸν ἀλλʼ ἐξευλαβεῖσθαι καὶ φυλάττεσθαι τὰς αἰτίας καὶ προκαταλαμβάνειν τῷ λογισμῷ πόρρωθεν ὅπως οὐδʼ ἄκων τῷ πάθει περιπεσεῖται, θαυμαστῆς ἐστι προνοίας. οὕτω δὲ δεῖ καὶ πρὸς μέθην τὸν φίλοινον ἔχειν καὶ πρὸς ἔρωτα τὸν ἐρωτικόν· ὥσπερ ὁ Ἀγησίλαος οὐχ ὑπέμεινεν ὑπὸ τοῦ καλοῦ φιληθῆναι προσιόντος, ὁ δὲ Κῦρος οὐδʼ ἰδεῖν τὴν Πάνθειαν ἐτόλμησε, τῶν ἀπαιδεύτων τοὐναντίον ὑπεκκαύματα τοῖς πάθεσι συλλεγόντων καὶ πρὸς ἃ μάλιστα κακῶς καὶ ὀλισθηρῶς ἔχουσιν αὑτοὺς προϊεμένων. ὁ δʼ Ὀδυσσεὺς οὐ μόνον ἑαυτὸν ἀνέχει θυμούμενον, ἀλλὰ καὶ τὸν Τηλέμαχον ἐκ τοῦ λόγου συνιδὼν χαλεπὸν ὄντα καὶ μισοπόνηρον ἀμβλύνει καὶ παρασκευάζει πόρρωθεν ἡσυχίαν ἄγειν καὶ ἀνέχεσθαι, κελεύων
- μὴ ὁ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο,
[*](id. Ω 584)- παῖδα ἰδών, Ἀχιλῆι δʼ ὀρινθείη φίλον ἦτορ
- καὶ ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς
- εἰ δὲ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
[*](id. π 274)
ὥσπερ γὰρ τοὺς ἵππους οὐκ ἐν τοῖς δρόμοις χαλινοῦσιν ἀλλὰ πρὸ τῶν δρόμων, οὕτω τοὺς δυσκαθέκτους πρὸς τὰ δεινὰ καὶ θυμοειδεῖς προκαταλαμβάνοντες τοῖς λογισμοῖς καὶ προκαταρτύοντες ἐπὶ τοὺς ἀγῶνας ἄγουσι. δεῖ δὲ μηδὲ τῶν ὀνομάτων ἀμελῶς ἀκούειν, ἀλλὰ τὴν μὲν Κλεάνθους παιδιὰν παραιτεῖσθαι· κατειρωνεύεται γὰρ ἔστιν ὅτε προσποιούμενος ἐξηγεῖσθαι τὸ
- τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο ,
- ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
- ἢ βέλεσιν βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι
καὶ τὸ
- Ζεῦ πάτερ Ἴδηθεν μεδέων
[*](Homer. Γ 320)
κελεύων ἀναγιγνώσκειν ὑφʼ ἕν, ὡς τὸν ἐκ τῆς γῆς ἀναθυμιώμενον ἀέρα διὰ τὴν ἀνάδοσιν ἀναδωδωναῖον ὄντα. καὶ Χρύσιππος δὲ πολλαχοῦ γλίσχρος ἐστίν, οὐ παίζων ἀλλʼ εὑρησιλογῶν ἀπιθάνως, καὶ παραβιαζόμενος εὐρύοπα Κρονίδην εἶναι τὸν δεινὸν ἐν τῷ διαλέγεσθαι καὶ διαβεβηκότα τῇ δυνάμει τοῦ λόγου. βέλτιον δὲ ταῦτα τοῖς γραμματικοῖς παρέντας ἐκεῖνα μᾶλλον πιέζειν οἷς ἅμα τὸ χρήσιμον καὶ πιθανὸν ἔνεστιν[*](ἔνεστιν H: ἐστιν )
- Ζεῦ ἄνα Δωδωναῖε
[*](id. Π 233)
καὶ
- οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι[*](Homer. Z 444) ἐσθλὸς
τήν τε γὰρ ἀνδρείαν ἀποφαίνων μάθημα καὶ τὸ προσφιλῶς ἅμα καὶ κεχαρισμένως ἀνθρώποις ὁμιλεῖν ἀπʼ ἐπιστήμης καὶ κατὰ λόγον γίγνεσθαι νομίζων προτρέπει μὴ ἀμελεῖν ἑαυτῶν, ἀλλὰ μανθάνειν τὰ καλὰ καὶ προσέχειν τοῖς διδάσκουσιν, ὡς καὶ τὴν σκαιότητα καὶ τὴν δειλίαν ἀμαθίαν καὶ ἄγνοιαν οὖσαν. σφόδρα δὲ τούτοις κἀκεῖνα σύμφωνά ἐστιν ἃ λέγει περὶ τοῦ Διὸς καὶ τοῦ Ποσειδῶνος
- πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι
[*](id. P 671)
θειότατον γὰρ ἀποφαίνει τὴν φρόνησιν καὶ βασιλικώτατον, ἐν ᾗ τίθεται τὴν μεγίστην ὑπεροχὴν τοῦ Διός, ἅτε δὴ καὶ τὰς ἄλλας ἀρετὰς ἕπεσθαι ταύτῃ νομίζων. ἐθιστέον δʼ ἅμα καὶ τούτων ἐγρηγορότως τὸν νέον ἀκούειν
- ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,[*](Homer. N 354)
- ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.
καί
- ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστὶ
[*](id. γ 20. 328)
καὶ
- Ἀντίλοχε, πρόσθεν πεπνυμένε, ποῖον ἔρεξας;
[*](id. Ψ 570)- ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους
, ὡς οὔτε ψευδομένων τῶν φρονίμων οὔτε κακομαχούντων ἐν τοῖς ἀγῶσιν οὔτε παρʼ ἀξίαν ἑτέροις ἐγκαλούντων. καὶ τὸν Πάνδαρον δὲ πεισθῆναι λέγων διὰ τὴν ἀφροσύνην τὰ ὅρκια συγχέαι δῆλός ἐστιν οὐκ ἂν ἀδικῆσαι τὸν φρόνιμον ἡγούμενος ὅμοια δʼ ἔστι καὶ περὶ σωφροσύνης ὑποδεικνύειν ἐφιστάντα τοῖς οὕτω λεγομένοις
- Γλαῦκε, τίη δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπας;
[*](id. P 170)- ὦ πέπον, ἦ τʼ ἐφάμην σε περὶ φρένας ἔμμεναι ἄλλων
- τῷ δὲ γονὴ Προίτου ἐπεμήνατο, δῖʼ Ἄντεια,[*](Homer. Z 160)
- κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι
- πεῖθʼ ἀγαθὰ φρονέοντα, δαΐφρονα Βελλεροφόντην
ἐν μὲν οὖν τούτοις τῇ φρονήσει τὴν τοῦ σωφρονεῖν αἰτίαν ἀποδίδωσιν, ἐν δὲ ταῖς παρὰ τὰς μάχας κελεύσεσιν ἑκάστοτε λέγων
- ἡ δʼ ἤτοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικές,[*](id. γ 265)
- δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν
καὶ[*](id. N 121)
- αἰδώς, ὦ Λύκιοι. πόσε φεύγετε; νῦν θοοὶ ἔστε
[*](id. Π 422)
ἀνδρείους ἔοικε ποιεῖν τοὺς σώφρονας διὰ τὸ αἰδεῖσθαι τὰ αἰσχρὰ καὶ τὰς ἡδονὰς δυναμένους ὑπερβαίνειν καὶ τοὺς κινδύνους ὑφίστασθαι. ἀφʼ ὧν καὶ Τιμόθεος ὁρμηθεὶς οὐ κακῶς ἐν τοῖς Πέρσαις τοὺς Ἕλληνας παρεκάλει
- ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος
- αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν
Αἰσχύλος[*](Αἰσχύλος] Sept. 599) δὲ καὶ τὸ πρὸς δόξαν ἔχειν ἀτύφως καὶ μὴ διασοβεῖσθαι μηδʼ ἐπαίρεσθαι τοῖς παρὰ τῶν πολλῶν ἐπαίνοις ἐν τῷ φρονεῖν τίθεται περὶ τοῦ Ἀμφιαράου γράφων
- σέβεσθʼ αἰδῶ συνεργὸν ἀρετᾶς δοριμάχου
[*](Bergk. 3 p. 622)
τὸ γὰρ ἐφʼ ἑαυτῷ καὶ τῇ διαθέσει τῇ περὶ αὑτὸν οὔσῃ κρατίστῃ μεγαλοφρονεῖν νοῦν ἔχοντος ἀνδρός ἐστι. πάντων οὖν ἀναγομένων εἰς τὴν φρόνησιν ἀποδείκνυται πᾶν εἶδος ἀρετῆς ἐπιγιγνόμενον ἐκ λόγου[*](ἐκ λόγου Krebsius: ἑκάστου ) καὶ διδασκαλίας.
- οὐ γὰρ δοκεῖν ἄριστος ἀλλʼ εἶναι θέλει,
- βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
- ἀφʼ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα
ἡ μὲν οὖν μέλιττα φυσικῶς ἐν τοῖς δριμυτάτοις ἄνθεσι καὶ ταῖς τραχυτάταις ἀκάνθαις ἐξανευρίσκει τὸ λειότατον μέλι καὶ χρηστικώτατον, οἱ δὲ παῖδες, ἂν ὀρθῶς ἐντρέφωνται τοῖς ποιήμασιν, καὶ ἀπὸ τῶν φαύλους καὶ ἀτόπους ὑποψίας ἐχόντων ἕλκειν τι χρήσιμον ἁμωσγέπως μαθήσονται καὶ ὠφέλιμον. αὐτίκα γοῦν ὕποπτός ἐστιν ὁ Ἀγαμέμνων ὡς διὰ δωροδοκίαν ἀφεὶς τῆς στρατείας τὸν[*](τὸν add. H) πλούσιον ἐκεῖνον τὸν τὴν Αἴθην χαρισάμενον αὐτῷ
ὀρθῶς δὲ γʼ ἐποίησεν, ὡς Ἀριστοτέλης φησίν, ἵππον ἀγαθὴν ἀνθρώπου τοιούτου προτιμήσας· οὐδὲ γὰρ κυνὸς ἀντάξιος οὐδʼ ὄνου μὰ Δία δειλὸς ἀνὴρ καὶ ἄναλκις, ὑπὸ πλούτου καὶ μαλακίας διερρυηκώς πάλιν αἴσχιστα δοκεῖ τὸν υἱὸν ἡ Θέτις ἐφʼ ἡδονὰς παρακαλεῖν καὶ ἀναμιμνῄσκειν ἀφροδισίων. ἀλλὰ κἀνταῦθα δεῖ παραθεωρεῖν τὴν τοῦ Ἀχιλλέως ἐγκράτειαν, ὅτι τῆς Βρισηίδος ἐρῶν ἡκούσης πρὸς αὐτόν, εἰδὼς τὴν τοῦ βίου τελευτὴν ἐγγὺς οὖσαν οὐ σπεύδει τῶν ἡδονῶν πρὸς ἀπόλαυσιν οὐδʼ ὥσπερ οἱ πολλοὶ πενθεῖ τὸν φίλον ἀπραξίᾳ καὶ παραλείψει τῶν καθηκόντων; ἀλλὰ τῶν μὲν ἡδονῶν διὰ τὴν λύπην ἀπέχεται, ταῖς δὲ πράξεσι καὶ ταῖς στρατηγίαις ἐνεργός ἐστι. πάλιν ὁ Ἀρχίλοχος οὐκ ἐπαινεῖται λυπούμενος μὲν ἐπὶ τῷ ἀνδρὶ τῆς ἀδελφῆς διεφθαρμένῳ κατὰ θάλασσαν, οἴνῳ δὲ καὶ παιδιᾷ πρὸς τὴν λύπην μάχεσθαι διανοούμενος. αἰτίαν μέντοι λόγον ἔχουσαν εἴρηκεν
- δῶρʼ, ἵνα μὴ οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν
[*](Homer. Ψ 297)- ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκεν
- Ζεὺς ἄφενος.
εἰ γὰρ ἐκεῖνος οὐδὲν ἐνόμιζεν ποιήσειν κάκιον τερπωλὰς καὶ θαλίας ἐφέπων, πῶς ἡμῖν τὰ παρόντα χεῖρον ἕξει φιλοσοφοῦσι καὶ πολιτευομένοις καὶ προιοῦσιν εἰς ἀγορὰν καὶ καταβαίνουσιν εἰς Ἀκαδήμειαν καὶ γεωργίαν ἐφέπουσιν; ὅθεν οὐδʼ αἱ παραδιορθώσεις φαύλως ἔχουσιν αἷς καὶ Κλεάνθης ἐχρήσατο καὶ Ἀντισθένης, ὁ μὲν εὖ μάλα τοὺς Ἀθηναίους ἰδὼν θορυβήσαντας ἐν τῷ θεάτρῳ
- οὔτε τι γὰρ κλαίων ἰήσομαι οὔτε κάκιον
[*](Bergk. 2 p. 387)- θήσω τερπωλὰς καὶ θαλίας ἐφέπων
παραβάλλων εὐθὺς
- τί δʼ αἰσχρὸν εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ;
[*](Bauck. p. 293)
ὁ δὲ Κλεάνθης περὶ τοῦ πλούτου
- αἰσχρὸν τὸ γʼ αἰσχρόν, κἂν δοκῇ κἂν μὴ δοκῇ,
μεταγράφων οὕτω
- φίλοις τε δοῦναι σῶμὰ τʼ εἰς νόσους πεσὸν
[*](Eur. 428)- δαπάναισι σῶσαι
καὶ ὁ Ζήνων ἐπανορθούμενος τὸ τοῦ Σοφοκλέους
- πόρναις τε δοῦναι σῶμὰ τʼ εἰς νόσους πεσόν
- δαπάναις ἐπιτρῖψαι.
μετέγραφεν
- ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται,
[*](Nauck. p. 253)- κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ
τῷ ἐλευθέρῳ νῦν συνεκφαίνων τὸν ἀδεᾶ καὶ μεγαλόφρονα καὶ ἀταπείνωτον. τί δὴ κωλύει καὶ ἡμᾶς ταῖς τοιαύταις ὑποφωνήσεσι τοὺς νέους παρακαλεῖν πρὸς τὸ βέλτιον, οὕτω πως χρωμένους τοῖς λεγομένοις;
- οὐκ ἔστι δοῦλος, ἢν ἐλεύθερος μόλῃ,
οὔκ. ἀλλʼ
- τόδʼ ἐστὶ τὸ ζηλωτὸν ἀνθρώποις, ὅτῳ
[*](id. p. 695)- τόξον μερίμνης εἰς ὃ βούλεται πέσῃ.
τὸ γὰρ· ἃ μὴ δεῖ βουλόμενον λαμβάνειν καὶ τυγχάνειν οἰκτρόν ἐστι καὶ ἄζηλον. καὶ[*](ἄζηλον καὶ] ἄζηλον H)
- ὅτῳ τόξον μερίμνης εἰς ὃ συμφέρει πέσῃ.
μὰ Δία, φήσομεν, ἀλλὰ δεῖ σε χαίρειν, μὴ λυπεῖσθαι τυγχάνοντα μετρίων
- οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς,
[*](Eur. Iph. A. 29)- Ἀγάμεμνον, Ἀτρεύς
- δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι
- οὐ γὰρ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς,
- Ἀγάμεμνον, Ἀτρεύς.
θηριῶδες μὲν οὖν καὶ ἄλογον καὶ οἰκτρὸν εἰδότα τὸ βέλτιον ὑπὸ τοῦ χείρονος ἐξ ἀκρασίας καὶ μαλακίας ἄγεσθαι.
- αἰαῖ τόδʼ ἤδη θεῖον ἀνθρώποις κακόν,[*](Nauck. p. 449)
- ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή.
καὶ τρόπος[*](καὶ τρόπος] τρόπος H) μὲν οὖν καὶ λόγος ἢ τρόπος διὰ λόγου, καθάπερ ἱππεὺς[*](ἱππεὺς Grotius: ἱππος ) διὰ χαλινοῦ καὶ διὰ[*](καὶ διὰ H: καὶ ) πηδαλίου κυβερνήτης, οὐδὲν οὕτω φιλάνθρωπον οὐδὲ συγγενὲς ἐχούσης τῆς ἀρετῆς ὄργανον ὡς τὸν λόγον.
- τρόπος ἔσθʼ ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος.ʼ
[*](Meinek. IV p. 209)
ἦν δὲ βέλτιον εἰπεῖν
- πρὸς θῆλυ νεύει μᾶλλον ἢ ʼπὶ τἄρρενα;
[*](Nauck. p. 288)- ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος.
ὡς ἀληθῶς καὶ ἰσόρροπος· ὁ δʼ ὑφʼ ἡδονῆς καὶ ὥρας ὧδε κἀκεῖ μετοιακιζόμενος ἐπαρίστερος καὶ ἀβέβαιος.
- ὅπου προσῇ τὸ σῶφρον, ἀμφιδέξιος
καὶ μὴν οὐδαμῶς, ἀλλὰ
- φόβος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν.
[*](id. p. 695)
φόβος δὲ τοῖς ἄφροσι καὶ ἀνοήτοις καὶ ἀχαρίστοις ὅτι καὶ τὴν παντὸς αἰτίαν ἀγαθοῦ δύναμιν καὶ ἀρχὴν ὡς βλάπτουσαν ὑφορῶνται καὶ δεδίασι τὸ μὲν οὖν τῆς ἐπανορθώσεως γένος τοιοῦτόν ἐστι.
- θάρσος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν.
τὴν δʼ ἐπὶ πλέον τῶν λεγομένων χρῆσιν ὑπέδειξεν ὀρθῶς ὁ Χρύσιππος, ὅτι δεῖ μετάγειν
διαβιβάζειν ἐπὶ τὰ ὁμοειδῆ τὸ χρήσιμον. ὅ τε γὰρ Ἡσίοδος εἰπὼνκαὶ περὶ κυνὸς ταὐτὸ καὶ περὶ ὄνου λέγει καὶ περὶ πάντων ὁμοίως τῶν ἀπολέσθαι δυναμένων. καὶ πάλιν τοῦ Εὐριπίδου λέγοντος
- οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη
[*](OD 348)
ὑπακουστέον ὅτι καὶ περὶ πόνου καὶ νόσου ταὐτὰ[*](ταυτὰ] ταυτὸν H) εἴρηκεν. ὡς γὰρ φαρμάκου πρὸς ἓν ἁρμόσαντος νόσημα τὴν δύναμιν καταμαθόντες οἱ ἰατροὶ μετάγουσι καὶ χρῶνται πρὸς ἅπαν τὸ παραπλήσιον, οὕτω καὶ λόγον κοινοῦν καὶ δημοσιεύειν τὴν χρείαν δυνάμενον οὐ χρὴ περιορᾶν ἑνὶ πράγματι συνηρτημένον ἀλλὰ κινεῖν ἐπὶ πάντα τὰ ὅμοια, καὶ τοὺς νέους ἐθίζειν τὴν κοινότητα συνορᾶν καὶ μεταφέρειν ὀξέως τὸ οἰκεῖον, ἐν πολλοῖς παραδείγμασι ποιουμένους μελέτην καὶ ἄσκησιν ὀξυηκοΐας, ἵνα τοῦ Μενάνδρου λέγοντος
- τίς δʼ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;
[*](Nauck. p. 523)
τοῦτο καὶ περὶ δόξης καὶ περὶ ἡγεμονίας καὶ περὶ λόγου δυνάμεως εἰρῆσθαι νομίζωσι, τὴν δὲ πρὸς τὸν Ἀχιλλέα τὸν ἐν Σκύρῳ καθήμενον ἐν ταῖς παρθένοις γεγενημένην ἐπίπληξιν ὑπὸ τοῦ Ὀδυσσέως
- μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει
[*](Meinek. IV p. 103)
καὶ πρὸς τὸν ἄσωτον οἴωνται[*](οἴωνται H: οἴονται ) λέγεσθαι καὶ πρὸς τὸν αἰσχροκερδῆ καὶ πρὸς τὸν ἀμελῆ καὶ ἀπαίδευτον
- σὺ δʼ, ὦ τὸ λαμπρὸν φῶς ἀποσβεννὺς γένους,[*](Nauck. p. 653)
- ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;
ἢ κυβεύεις ἢ ὀρτυγοκοπεῖς ἢ καπηλεύεις ἢ τοκογλυφεῖς, μηδὲν μέγα φρονῶν μηδʼ ἄξιον τῆς εὐγενείας;
- πίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς,
οὐκοῦν μηδὲ δόξαν εἴπῃς μηδὲ σώματος εὐμορφίαν μηδὲ στρατηγικὴν χλαμύδα μηδʼ ἱερατικὸν στέφανον, ὧν καὶ τοὺς κακίστους ὁρῶμεν τυγχάνοντας.
καὶ ναὶ μὰ Δία τῆς ἀκολασίας καὶ τῆς δεισιδαιμονίας καὶ τοῦ φθόνου καὶ τῶν ἄλλων νοσημάτων ἁπάντων. ἄριστα δʼ εἰρηκότος Ὁμήρου τὸ
- τῆς δειλίας γὰρ αἰσχρὰ γίγνεται τέκνα
[*](Nauck. p. 695)
καὶ τὸ
- Δύσπαρι εἶδος ἄριστε
[*](Homer. Γ 39)
ψόγου γὰρ ἀποφαίνει καὶ λοιδορίας ἄξιον ᾧ μηδέν ἐστιν ἀγαθὸν εὐμορφίας κάλλιον ἐφαρμοστέον τοῦτο καὶ τοῖς ὁμοίοις, κολούοντα τοὺς μεγαλοφρονοῦντας ἐπὶ τοῖς μηδενὸς ἀξίοις, καὶ διδάσκοντα τοὺς νέους ὄνειδος ἡγεῖσθαι καὶ λοιδορίαν τὸ χρήμασιν ἄριστε καὶ δείπνοις ἄριστε καὶ παισὶν ἢ ὑποζυγίοις ἄριστε καὶ νὴ Δία τὸ λέγειν ἐφεξῆς ἄριστε δεῖ γὰρ ἐκ τῶν καλῶν διώκειν τὴν ὑπεροχὴν καὶ περὶ τὰ πρῶτα πρῶτον εἶναι καὶ μέγαν ἐν τοῖς μεγίστοις· ἡ δʼ ἀπὸ μικρῶν δόξα καὶ φαύλων ἄδοξός ἐστι καὶ ἀφιλότιμος. τοῦτο δʼ ἡμᾶς εὐθὺς ὑπομιμνῄσκει τὸ παράδειγμα τὸ τοὺς[*](τοῦ τοὺς H) ψόγους ἀποθεωρεῖν καὶ τοὺς ἐπαίνους ἐν τοῖς Ὁμήρου μάλιστα ποιήμασιν· ἔμφασις γὰρ γίγνεται μεγάλη τοῦ τὰ σωματικὰ καὶ τυχηρὰ μὴ μεγάλης ἄξια σπουδῆς νομίζειν. πρῶτον μὲν γὰρ ἐν ταῖς δεξιώσεσι καὶ ἀνακλήσεσιν οὐ καλοὺς οὐδὲ πλουσίους οὐδʼ ἰσχυροὺς προσαγορεύουσιν, ἀλλὰ τοιαύταις εὐφημίαις χρῶνται
- Ἕκτορ εἶδος ἄριστε
[*](id. P 142)
καὶ
- διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ
[*](Homer. B 173)
καὶ
- Ἕκτορ υἱὲ Πριάμοιο, Διὶ μῆτιν ἀτάλαντε
[*](id. H 47)
καὶ
- ὦ Ἀχιλεῦ Πηλέος υἱέ, μέγα κῦδος Ἀχαιῶν
[*](id. T 216)
ἔπειτα λοιδοροῦσιν οὐδὲν ἐφαπτόμενοι τῶν σωματικῶν, ἀλλὰ τοῖς ἁμαρτήμασι τοὺς ψόγους ἐπιφέροντες
- δῖε Μενοιτιάδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ
[*](id. Λ 608)
καί
- οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο
[*](id. A 225)
καὶ
- αἶαν νεῖκος ἄριστε, κακοφραδές
[*](id. Ψ 483)
καὶ
- Ἰδομενεῦ, τί πάρος λαβρεύεαι; οὐδὲ τί σε χρὴ λαβραγόρην[*](id. Ψ 474) ἔμεναι
καὶ τέλος ὁ Θερσίτης ὑπὸ τοῦ Ὀδυσσέως οὐ χωλὸς οὐ φαλακρὸς οὐ κυρτὸς ἀλλʼ ἀκριτόμυθος λοιδορεῖται, τὸν δʼ Ἥφαιστον ἡ τεκοῦσα φιλοφρονουμένη προσηγόρευσεν ἀπὸ τῆς χωλότητος
- αἶαν ἁμαρτοεπὲς βουγάιε
[*](id. N 824)
οὕτως Ὅμηρος καταγελᾷ τῶν αἰσχυνομένων ἐπὶ χωλότησιν ἢ τυφλότησιν, οὔτε ψεκτὸν ἡγούμενος τὸ μὴ αἰσχρὸν οὔτʼ αἰσχρὸν τὸ μὴ διʼ ἡμᾶς ἀλλʼ ἀπὸ τύχης γιγνόμενον. δύο δὴ περιγίγνεται μεγάλα τοῖς ποιημάτων ἐπιμελῶς ἐθιζομένοις ἀκούειν, τὸ μὲν εἰς μετριότητα, μηδενὶ τύχην ἐπαχθῶς καὶ ἀνοήτως ὀνειδίζειν, τὸ δʼ εἰς μεγαλοφροσύνην, αὐτοὺς χρησαμένους τύχαις μὴ ταπεινοῦσθαι μηδὲ ταράττεσθαι, φέρειν δὲ πράως καὶ σκώμματα καὶ λοιδορίας καὶ γέλωτας, μάλιστα μὲν τὸ τοῦ Φιλήμονος ἔχοντας πρόχειρον
- ὄρσεο κυλλοπόδιον, ἐμὸν τέκος
[*](Homer Φ 331)
ἂν δὲ φαίνηταί τις ἐπιλήψεως δεόμενος, τῶν ἁμαρτημάτων καὶ τῶν παθῶν ἐπιλαμβάνεσθαι , ὥσπερ ὁ τραγικὸς Ἄδραστος, τοῦ Ἀλκμέωνος εἰπόντος πρὸς αὐτὸν
- ἥδιον οὐδὲν οὐδὲ μουσικώτερον
[*](Meinek. IV p. 9)- ἔστʼ ἢ δύνασθαι λοιδορούμενον φέρειν
ἀπεκρίνατο
- ἀνδροκτόνου γυναικὸς ὁμογενὴς ἔφυς,
[*](23 Nauck. p. 695)
καθάπερ γὰρ οἱ τὰ ἱμάτια μαστιγοῦντες οὐχ ἅπτονται τοῦ σώματος, οὕτως οἱ δυστυχίας τινὰς ἢ δυσγενείας ὀνειδίζοντες εἰς τὰ ἐκτὸς ἐντείνονται κενῶς καὶ ἀνοήτως, τῆς ψυχῆς δʼ οὐ θιγγάνουσιν οὐδὲ τῶν ἀληθῶς ἐπανορθώσεως δεομένων καὶ δήξεως.
- σὺ δʼ αὐτόχειρ γε μητρὸς ἥ σʼ ἐγείνατο
καὶ μὴν ὥσπερ ἐπάνω πρὸς τὰ φαῦλα καὶ βλαβερὰ ποιήματα λόγους καὶ γνώμας ἀντιτάσσοντες ἐνδόξων καὶ πολιτικῶν ἀνδρῶν ἐδοκοῦμεν ἀφιστάναι καὶ ἀνακρούειν τὴν πίστιν, οὕτως ὅ τι ἂν ἀστεῖον εὕρωμεν παρʼ αὐτοῖς καὶ χρηστόν, ἐκτρέφειν χρὴ καὶ αὔξειν ἀποδείξεσι καὶ μαρτυρίαις φιλοσόφοις, ἀποδιδόντας τὴν εὕρεσιν ἐκείνοις, καὶ γὰρ δίκαιον καὶ ὠφέλιμον, ἰσχὺν τῆς πίστεως καὶ ἀξίωμα προσλαμβανούσης, ὅταν τοῖς ἀπὸ σκηνῆς λεγομένοις καὶ πρὸς λύραν ᾀδομένοις καὶ μελετωμένοις ἐν διδασκαλείῳ τὰ Πυθαγόρου δόγματα καὶ τὰ Πλάτωνος ὁμολογῇ, καὶ τὰ Χίλωνος παραγγέλματα καὶ τὰ Βίαντος ἐπὶ τὰς αὐτὰς ἄγῃ γνώμας ἐκείνοις τοῖς παιδικοῖς ἀναγνώσμασιν. ὅθεν οὐ παρέργως ὑποδεικτέον ὅτι τὸ μὲν
καὶ τὸ
- οὔ τοι, τέκνον ἐμόν,[*](οὔ τοι τέκνον ἐμὸν Homerus E 428: τέκνον ἐμὸν οὔ τοι ) δέδοται πολεμήια ἔργα,
- ἀλλὰ σὺ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο
οὐδὲν διαφέρει τοῦ γνῶθι σαυτόν, ἀλλὰ τὴν αὐτὴν ἔχει διάνοιαν ἐκείνῳ· τὸ δὲ
- Ζεὺς γάρ τοι νεμεσᾷ, ὅτʼ ἀμείνονι φωτὶ μάχοιο
καὶ τὸ
- νήπιοι, οὐδʼ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς
[*](Hesiod. OD 40)
ταὐτόν ἐστι τοῖς Πλάτωνος ἐν Γοργίᾳ[*](Γοργίᾳ] p. 473 a) καὶ Πολιτείᾳ δόγμασι περὶ τοῦ τὸ ἀδικεῖν κάκιον εἶναι τοῦ ἀδικεῖσθαι καὶ τοῦ κακῶς πάσχειν τὸ ποιεῖν κακῶς βλαβερώτερον. ἐπιρρητέον δὲ καὶ τῷ τοῦ Αἰσχύλου
- ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη
[*](id. 265)
ὅτι τοῦτʼ ἐστὶ τὸ παρʼ Ἐπικούρου θρυλούμενον ἀεὶ καὶ θαυμαζόμενον, ὡς οἱ μεγάλοι πόνοι συντόμως ἐξάγουσιν, οἱ δὲ χρόνιοι μέγεθος οὐκ ἔχουσιν ὧν τὸ μὲν εἴρηκεν ὁ Αἰσχύλος ἐναργῶς, τὸ δὲ τῷ εἰρημένῳ παρακείμενόν ἐστιν· εἰ γὰρ ὁ μέγας καὶ σύντονος οὐ παραμένει πόνος, οὐκ ἔστι μέγας ὁ παραμένων οὐδὲ δυσκαρτέρητος. τὰ δὲ τοῦ Θέσπιδος ταυτὶ
- θάρσει· πόνου γὰρ ἄκρον οὐκ ἔχει χρόνον
[*](Nauck. p. 83)
τί διαφέρει τοῦ πόρρω γὰρ ἡδονῆς καὶ λύπης ἵδρυται τὸ θεῖον, ὡς Πλάτων[*](Πλάτων] Epist. III p. 315 c) ἔλεγε. τὸ δὲ
- ὁρᾷς ὅτι Ζεὺς τῷδε πρωτεύει θεῶν,[*](id. p. 647)
- οὐ ψεῦδος οὐδὲ κόμπον οὐ μῶρον γέλων
- ἀσκῶν τὸ δʼ ἡδὺ μοῦνος οὐκ ἐπίσταται
λεγόμενον ὑπὸ τοῦ Βακχυλίδου καὶ πάλιν ὑπὸ τοῦ Εὐριπίδου παραπλησίως καὶ τό
- φάσωμεν
[*](Bergk. 3 p. 580)- πιστὸν κῦδος ἔχειν ἀρετάν·
- πλοῦτος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ
- ἐγὼ δʼ
[*](Nauck. p. 523)- οὐδὲν πρεσβύτερον νομίζω
- τᾶς σωφροσύνας, ἐπεὶ
- τοῖς ἀγαθοῖς ἀεὶ ξύνεστι
ἆρʼ οὐκ ἀπόδειξίς ἐστιν ὧν οἱ φιλόσοφοι λέγουσι περὶ πλούτου καὶ τῶν ἐκτὸς ἀγαθῶν, ὡς χωρὶς ἀρετῆς ἀνωφελῶν ὄντων καὶ ἀνονήτων τοῖς ἔχουσι; τὸ γὰρ οὕτω συνάπτειν καὶ συνοικειοῦν τοῖς δόγμασιν ἐξάγει τὰ ποιήματα τοῦ μύθου καὶ τοῦ προσωπείου, καὶ σπουδὴν περιτίθησιν αὐτοῖς χρησίμως λεγομένοις· ἔτι δὲ προανοίγει καὶ προκινεῖ τὴν τοῦ νέου ψυχὴν τοῖς ἐν φιλοσοφίᾳ λόγοις. ἔρχεται γὰρ οὐκ ἄγευστος αὐτῶν παντάπασιν οὐδʼ ἀνήκοος, οὐδʼ ἀκρίτως ἀνάπλεως ὧν ἤκουε τῆς μητρὸς ἀεὶ καὶ τίτθης καὶ νὴ Δία τοῦ πατρὸς καὶ τοῦ παιδαγωγοῦ, τοὺς πλουσίους εὐδαιμονιζόντων καὶ σεβομένων, φριττόντων δὲ τὸν θάνατον καὶ τὸν πόνον, ἄζηλον δὲ τὴν ἀρετὴν καὶ τὸ μηδὲν ἄνευ χρημάτων καὶ δόξης ἀγόντων. οἷς ἀντίφωνα τὰ τῶν φιλοσόφων ἀκούοντας αὐτοὺς τὸ πρῶτον ἔκπληξις ἴσχει καὶ ταραχὴ καὶ θάμβος, οὐ προσιεμένους οὐδʼ ὑπομένοντας, ἂν μὴ καθάπερ ἐκ σκότους πολλοῦ μέλλοντες ἥλιον ὁρᾶν ἐθισθῶσιν οἷον ἐν νόθῳ φωτὶ κεκραμένης μύθοις ἀληθείας αὐγὴν ἔχοντι μαλακὴν ἀλύπως διαβλέπειν τὰ τοιαῦτα καὶ μὴ φεύγειν. προακηκοότες γὰρ ἐν τοῖς ποιήμασι καὶ προανεγνωκότες
- τιμᾶν τὰν τέτασθε, πλούτῳ δʼ ἀρετὰν κατεργάσασθαι
[*](Nauck. p. 523)- δοκεῖτʼ, ἐν ἐσθλοῖς δὲ καθήσεσθʼ ἄνολβοι
καὶ
- τὸν φύντα θρηνεῖν εἰς ὅσʼ ἔρχεται κακά,[*](id. p. 395)
- τὸν δʼ αὖ θανόντα καὶ πόνων πεπαυμένον
- χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων
καὶ
- ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυεῖν μόνον
[*](Nauck. p. 507)- Δήμητρος ἀκτῆς πώματὸς θʼ ὑδρηχόου;
καὶ
- ἰὼ τυραννὶ βαρβάρων ἀνδρῶν φίλη
[*](id. p. 696)
ἧττον ταράττονται καὶ δυσκολαίνουσι παρὰ τοῖς φιλοσόφοις ἀκούοντες ὡς ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς καὶ ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ τὸ εὔδαιμον καὶ μακάριον οὐ χρημάτων πλῆθος οὐδὲ πραγμάτων ὄγκος οὐδʼ ἀρχαί τινες ἔχουσιν οὐδὲ δυνάμεις, ἀλλʼ ἀλυπία καὶ πραότης παθῶν καὶ διάθεσις ψυχῆς τὸ κατὰ φύσιν ὁρίζουσα. Διὸ καὶ τούτων ἕνεκα καὶ τῶν προειρημένων ἁπάντων ἀγαθῆς δεῖ τῷ νέῳ κυβερνήσεως περὶ τὴν ἀνάγνωσιν, ἵνα μὴ προδιαβληθεὶς ἀλλὰ μᾶλλον προπαιδευθεὶς εὐμενὴς καὶ φίλος καὶ οἰκεῖος ὑπὸ ποιητικῆς ἐπὶ φιλοσοφίαν προπέμπηται.
- ἡ βροτῶν τʼ εὐπραξία
- τῶν τἀλάχιστα γίγνεται λυπουμένων