De liberis educandis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

τί τις ἂν ἔχοι εἰπεῖν περὶ τῆς τῶν ἐλευθέρων παίδων ἀγωγῆς καὶ τίνι χρώμενοι σπουδαῖοι τοὺς τρόπους ἂν ἀποβαῖεν, φέρε σκεψώμεθα.

βέλτιον δʼ ἴσως ἀπὸ τῆς γενέσεως ἄρξασθαι πρῶτον. τοῖς τοίνυν ἐπιθυμοῦσιν ἐνδόξων τέκνων γενέσθαι πατράσιν ὑποθείμην ἂν ἔγωγε μὴ ταῖς τυχούσαις γυναιξὶ συνοικεῖν, λέγω δʼ οἷον ἑταίραις ἢ παλλακαῖς τοῖς γὰρ μητρόθεν ἢ πατρόθεν οὐκ εὖ γεγονόσιν ἀνεξάλειπτα παρακολουθεῖ τὰ τῆς δυσγενείας ὀνείδη παρὰ πάντα τὸν βίον καὶ πρόχειρα τοῖς ἐλέγχειν καὶ λοιδορεῖσθαι βουλομένοις. καὶ σοφὸς ἦν ἄρʼ ὁ ποιητὴς ὅς φησιν

  1. ὅταν[*](ὅταν] Eurip. Herc. f. 1261) δὲ κρηπὶς μὴ καταβληθῇ γένους
  2. ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους
καλὸς οὖν παρρησίας θησαυρὸς εὐγένεια, ἧς δὴ πλεῖστον λόγον ποιητέον τοῖς νομίμου παιδοποιίας γλιχομένοις. καὶ μὲν δὴ τὰ φρονήματα τῶν ὑπόχαλκον καὶ κίβδηλον ἐχόντων τὸ γένος σφάλλεσθαι καὶ ταπεινοῦσθαι πέφυκε, καὶ μάλʼ ὀρθῶς ὁ λέγων ποιητής φησι
v.1.p.2
  1. δουλοῖ[*](δουλοῖ] Eur. Hipp. 424) γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ,
  2. ὅταν συνειδῇ μητρὸς ἢ πατρὸς[*](μητρὸς ἢ πατρὸς Euripides: πατρὸς ἢ μητρὸς) κακά
ὥσπερ ἀμέλει μεγαλαυχίας ἐμπίπλανται καὶ φρυάγματος οἱ γονέων διασήμων. Διόφαντον γοῦν τὸν Θεμιστοκλέους πολλάκις λέγουσι φάναι καὶ πρὸς πολλοὺς ὡς ὅ τι ἂν αὐτὸς βούληται, τοῦτο καὶ τῷ δήμῳ συνδοκεῖ τῷ τῶν Ἀθηναίων. ἃ μὲν γὰρ αὐτὸς ἐθέλει, καὶ ἡ μήτηρ· ἃ δʼ ἂν ἡ μήτηρ, καὶ Θεμιστοκλῆς ἃ δʼ ἂν Θεμιστοκλῆς, καὶ πάντες Ἀθηναῖοι. πάνυ δʼ ἄξιον ἐπαινεῖν καὶ Λακεδαιμονίους τῆς μεγαλοφροσύνης, οἵτινες Ἀρχίδαμον τὸν βασιλέα ἑαυτῶν ἐζημίωσαν χρήμασιν, ὅτι μικρὰν τὸ μέγεθος γυναῖκα γάμῳ λαβεῖν ὑπέμεινεν, ὑπειπόντες[*](ἐπειπόντες Meziriacus.) ὡς οὐ βασιλέας ἀλλὰ βασιλείδας παρασχεῖν αὐτοῖς διανοοῖτο.

ἐχόμενον δʼ ἂν εἴη τούτων εἰπεῖν ὅπερ οὐδὲ τοῖς πρὸ ἡμῶν παρεωρᾶτο. τὸ ποῖον; ὅτι τοὺς ἕνεκα παιδοποιίας πλησιάζοντας ταῖς γυναιξὶν ἤτοι τὸ παράπαν ἀοίνους ἢ μετρίως γοῦν οἰνωμένους ποιεῖσθαι προσήκει τὸν συνουσιασμόν. φίλοινοι γὰρ καὶ μεθυστικοὶ γίγνεσθαι φιλοῦσιν ὧν ἂν τὴν ἀρχὴν τῆς σπορᾶς οἱ πατέρες ἐν μέθῃ ποιησάμενοι τύχωσιν. καὶ Διογένης μειράκιον ἐκστατικὸν ἰδὼν καὶ παραφρονοῦν νεανίσκε ἔφησεν, ὁ πατήρ σε μεθύων ἔσπειρε καὶ περὶ μὲν τῆς γενέσεως τοσαῦτʼ εἰρήσθω μοι, περὶ δὲ τῆς ἀγωγῆς καὶ δὴ λεκτέον.

καθόλου μὲν εἰπεῖν, ὃ κατὰ τῶν τεχνῶν καὶ τῶν ἐπιστημῶν λέγειν εἰώθαμεν, ταὐτὸ καὶ κατὰ τῆς

v.1.p.3
ἀρετῆς φατέον ἐστίν, ὡς εἰς τὴν παντελῆ δικαιοπραγίαν τρία δεῖ συνδραμεῖν, φύσιν καὶ λόγον καὶ ἔθος. καλῶ δὲ λόγον μὲν τὴν μάθησιν, ἔθος δὲ τὴν ἄσκησιν. εἰσὶ δʼ αἱ μὲν ἀρχαὶ τῆς φύσεως, αἱ δὲ προκοπαὶ τῆς μαθήσεως, αἱ δὲ χρήσεις τῆς μελέτης, αἱ δʼ ἀκρότητες πάντων. καθʼ ὃ δʼ ἂν λειφθῇ τούτων, κατὰ τοῦτʼ ἀνάγκη χωλὴν γίγνεσθαι τὴν ἀρετήν. ἡ μὲν γὰρ φύσις ἄνευ μαθήσεως τυφλόν, ἡ δὲ μάθησις δίχα φύσεως ἐλλιπές, ἡ δʼ ἄσκησις χωρὶς ἀμφοῖν ἀτελές. ὥσπερ δʼ ἐπὶ τῆς γεωργίας πρῶτον μὲν ἀγαθὴν ὑπάρξαι δεῖ τὴν γῆν, εἶτα δὲ τὸν[*](τὸνadd. H) φυτουργὸν ἐπιστήμονα, εἶτα τὰ σπέρματα σπουδαῖα, τὸν αὐτὸν τρόπον γῇ μὲν ἔοικεν ἡ φύσις, γεωργῷ δʼ ὁ παιδεύων, σπέρματι δʼ αἱ τῶν λόγων ὑποθῆκαι καὶ τὰ παραγγέλματα. ταῦτα πάντα διατεινάμενος ἂν[*](ἂνadd. Emperius) εἴποιμʼ ὅτι συνῆλθε καὶ συνέπνευσεν εἰς τὰς τῶν παρʼ ἅπασιν ᾀδομένων ψυχάς, Πυθαγόρου καὶ Σωκράτους καὶ Πλάτωνος καί τῶν ὅσοι δόξης ἀειμνήστου τετυχήκασιν. εὔδαιμον μέν οὖν καὶ θεοφιλές εἴ τῳ ταῦτα πάντα θεῶν τις ἀπέδωκεν. εἰ δέ τις οἴεται τοὺς οὐκ εὖ πεφυκότας μαθήσεως καὶ μελέτης τυχόντας ὀρθῆς πρὸς ἀρετὴν οὐκ ἂν τὴν τῆς φύσεως ἐλάττωσιν εἰς τοὐνδεχόμενον ἀναδραμεῖν[*](ἀνανδραμεῖν] ἀναλαβεῖν W), ἴστω πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς διαμαρτάνων. φύσεως μὲν γὰρ ἀρετὴν διαφθείρει ῥᾳθυμία, φαυλότητα δʼ ἐπανορθοῖ διδαχή· καὶ τὰ μὲν ῥᾴδια τοὺς ἀμελοῦντας φεύγει, τὰ δὲ χαλεπὰ ταῖς ἐπιμελείαις ἁλίσκεται. καταμάθοις
v.1.p.4
δʼ ἂν ὡς ἀνύσιμον πρᾶγμα καὶ τελεσιουργὸν ἐπιμέλεια καὶ πόνος ἐστίν, ἐπὶ πολλὰ τῶν γιγνομένων ἐπιβλέψας. σταγόνες μὲν γὰρ ὕδατος πέτρας κοιλαίνουσι, σίδηρος δὲ καὶ χαλκὸς ταῖς ἐπαφαῖς τῶν χειρῶν ἐκτρίβονται, οἱ δʼ ἁρμάτειοι τροχοὶ πόνῳ καμφθέντες οὐδʼ ἂν εἴ τι γένοιτο τὴν ἐξ ἀρχῆς δύναιντʼ ἀναλαβεῖν εὐθυωρίαν· τάς γε μὴν καμπύλας τῶν ὑποκριτῶν βακτηρίας ἀπευθύνειν ἀμήχανον, ἀλλὰ τὸ παρὰ φύσιν τῷ πόνῳ τοῦ κατὰ φύσιν ἐγένετο κρεῖττον. καὶ μόνα ἆρα[*](καὶ μόνα ἆρα} μόνα ἄρα H) ταῦτα τὴν τῆς ἐπιμελείας ἰσχὺν διαδείκνυσιν; οὔκ, ἀλλὰ καὶ[*](ἀλλὰ καὶ] ἀλλὰ H) μυρίʼ ἐπὶ μυρίοις. ἀγαθὴ γῆ πέφυκεν· ἀλλʼ ἀμεληθεῖσα χερσεύεται, καὶ ὅσῳ τῇ φύσει βελτίων ἐστί, τοσούτῳ μᾶλλον ἐξαργηθεῖσα διʼ ἀμέλειαν ἐξαπόλλυται. ἀλλʼ ἔστι[*](ἀλλʼ ἔστι] ἔστι H)τις ἀπόκροτος καὶ τραχυτέρα τοῦ δέοντος· ἀλλὰ γεωργηθεῖσα παραυτίκα γενναίους καρποὺς ἐξήνεγκε. ποῖα δὲ δένδρα οὐκ ὀλιγωρηθέντα μὲν στρεβλὰ φύεται καὶ ἄκαρπα καθίσταται, τυχόντα δʼ ὀρθῆς παιδαγωγίας ἔγκαρπα γίγνεται καὶ τελεσφόρα; ποία δὲ σώματος ἰσχὺς οὐκ ἐξαμβλοῦται καὶ καταφθίνει διʼ ἀμέλειαν καὶ τρυφὴν καὶ καχεξίαν; τίς δʼ ἀσθενὴς φύσις οὐ τοῖς γυμνασαμένοις καὶ καταθλήσασι πλεῖστον εἰς ἰσχὺν ἐπέδωκε; τίνες δʼ ἵπποι καλῶς πωλοδαμνηθέντες δʼ ἀδάμαστοι μείναντες οὐ σκληραύχενες καὶ οὐκ εὐπειθεῖς ἐγένοντο τοῖς ἀναβάταις; θυμοειδεῖς ἀπέβησαν; καὶ τί δεῖ τἄλλα θαυμάζειν, ὅπου γε τῶν θηρίων τῶν ἀγριωτάτων ὁρῶμεν πολλὰ
v.1.p.5
καὶ τιθασευόμενα καὶ χειροήθη γιγνόμενα τοῖς πόνοις; εὖ δὲ καὶ ὁ Θετταλὸς ἐρωτηθείς τίνες εἰσὶν οἱ ἠπιώτατοι Θετταλῶν, ἔφη οἱ παυόμενοι πολεμεῖν καὶ τί δεῖ τὰ πολλὰ λέγειν; καὶ γὰρ τὸ ἦθος ἔθος[*](ἔθοςadd. Xylander) ἐστὶ πολυχρόνιον, καὶ τὰς ἠθικὰς ἀρετὰς ἐθικὰς ἄν τις λέγῃ, οὐκ ἄν τι πλημμελεῖν δόξειεν. ἑνὶ δὲ περὶ τούτων ἔτι παραδείγματι χρησάμενος ἀπαλλάξομαι τοῦ ἔτι περὶ αὐτῶν μηκύνειν. Λυκοῦργος γὰρ ὁ τῶν Λακεδαιμονίων νομοθέτης δύο σκύλακας τῶν αὐτῶν γονέων λαβὼν οὐδὲν ὁμοίως ἀλλήλοις ἤγαγεν, ἀλλὰ τὸν μὲν λίχνον ἀπέφηνε καὶ σινάμωρον,[*](corr. Iacobsius: σινάμορον) τὸν δʼ ἐξιχνεύειν καὶ θηρᾶν δυνατόν. εἶτά ποτε τῶν Λακεδαιμονίων εἰς ταὐτὸ συνειλεγμένων, μεγάλη τοι ῥοπὴ πρὸς ἀρετῆς κύησίν[*](κτῆσιν W) ἐστιν ἄνδρες ἔφησε Λακεδαιμόνιοι καὶ ἔθη καὶ παιδεῖαι καὶ διδασκαλίαι καὶ βίων ἀγωγαί, καὶ ἐγὼ ταῦθʼ ὑμῖν αὐτίκα δὴ μάλα ποιήσω φανερά εἶτα προσαγαγὼν τοὺς δύο σκύλακας διαφῆκε, καταθεὶς εἰς μέσον λοπάδα καὶ λαγωὸν κατευθὺ τῶν σκυλάκων. καὶ ὁ μὲν ἐπὶ τὸν λαγωὸν ᾖξεν, ὁ δʼ ἐπὶ τὴν λοπάδα ὥρμησε. τῶν δὲ Λακεδαιμονίων οὐδέπω συμβαλεῖν ἐχόντων τί ποτʼ αὐτῷ τοῦτο δύναται καὶ τί βουλόμενος τοὺς σκύλακας ἐπεδείκνυεν, οὗτοι γονέων ἔφη τῶν αὐτῶν ἀμφότεροι, διαφόρου δὲ τυχόντες ἀγωγῆς ὁ μὲν λίχνος ὁ δὲ θηρευτὴς ἀποβέβηκε καὶ περὶ μὲν ἐθῶν καὶ βίων ἀρκείτω ταῦτα.

περὶ δὲ τροφῆς ἐχόμενον ἂν εἴη λέγειν. δεῖ

v.1.p.6
δέ, ὡς ἐγὼ ἂν φαίην, αὐτὰς τὰς μητέρας τά τέκνα τρέφειν καὶ τούτοις τοὺς μαστοὺς ὑπέχειν· συμπαθέστερόν τε γὰρ θρέψουσι καὶ διὰ πλείονος ἐπιμελείας, ὡς ἂν ἔνδοθεν καὶ τὸ δὴ λεγόμενον ἐξ ὀνύχων ἀγαπῶσαι τὰ τέκνα. αἱ τίτθαι δὲ καὶ αἱ τροφοὶ τὴν εὔνοιαν ὑποβολιμαίαν καὶ παρέγγραπτον ἔχουσιν, ἅτε μισθοῦ φιλοῦσαι. δηλοῖ δὲ καὶ ἡ φύσις ὅτι δεῖ τὰς μητέρας ἃ γεγεννήκασιν αὐτὰς τιτθεύειν καὶ τρέφειν· διὰ γὰρ τοῦτο παντὶ ζῴῳ τεκόντι τὴν ἐκ τοῦ γάλακτος τροφὴν ἐχορήγησε. σοφὸν[*](σοφῶς H) δʼ ἄρα καὶ ἡ πρόνοια· διττοὺς ἐνέθηκε ταῖς γυναιξὶ τοὺς μαστούς, ἵνα, κἂν[*](κᾶνscripsi: καὶ) εἰ δίδυμα τέκοιεν, διττὰς ἔχοιεν τὰς τῆς τροφῆς πηγάς. χωρὶς δὲ τούτων εὐνούστεραι τοῖς τέκνοις γίγνοιντʼ ἂν καὶ φιλητικώτεραι. καὶ μὰ Δίʼ οὐκ ἀπεικότως· ἡ συντροφία γὰρ ὥσπερ ἐπιτόνιόν ἐστι τῆς εὐνοίας. καὶ γὰρ[*](καὶ γὰρ] Xenoph. Cyrop. II 1 13) τὰ θηρία τῶν συντρεφομένων ἀποσπώμενα ταῦτα ποθοῦντα φαίνεται. μάλιστα μὲν οὖν ὅπερ ἔφην αὐτὰς πειρατέον τὰ τέκνα τρέφειν τὰς μητέρας· εἰ δʼ ἄρʼ ἀδυνάτως ἔχοιεν ἢ διὰ σώματος ἀσθένειαν γένοιτο γὰρ ἄν τι καὶ τοιοῦτον ἢ πρὸς ἑτέρων τέκνων σπεύδουσαι γένεσιν, ἀλλὰ τάς γε τίτθας καὶ τὰς[*](καὶ τὰς H: καὶ) τροφοὺς οὐ τὰς τυχούσας ἀλλʼ ὡς ἔνι μάλιστα σπουδαίας δοκιμαστέον ἐστί πρῶτον μὲν τοῖς ἤθεσιν Ἑλληνίδας. ὥσπερ γὰρ τὰ μέλη τοῦ σώματος εὐθὺς ἀπὸ γενέσεως πλάττειν τῶν τέκνων ἀναγκαῖόν ἐστιν, ἵνα ταῦτʼ ὀρθὰ καὶ ἀστραβῆ φύηται, τὸν αὐτὸν τρόπον ἐξ ἀρχῆς τὰ τῶν τέκνων
v.1.p.7
ἤθη ῥυθμίζειν προσήκει. εὔπλαστον γὰρ καὶ ὑγρὸν ἡ νεότης , καὶ ταῖς τούτων ψυχαῖς ἁπαλαῖς ἔτι τὰ μαθήματα ἐντήκεται· πᾶν δὲ τὸ σκληρὸν χαλεπῶς μαλάττεται. καθάπερ γὰρ σφραγῖδες τοῖς ἁπαλοῖς ἐναπομάττονται κηροῖς, οὕτως αἱ μαθήσεις ταῖς τῶν ἔτι παιδίων ψυχαῖς ἐναποτυποῦνται. καί μοι δοκεῖ Πλάτων[*](Πλάτων] Rep. p. 377 b) ὁ δαιμόνιος ἐμμελῶν παραινεῖν ταῖς τίτθαις μηδὲ τοὺς τυχόντας μύθους τοῖς παιδίοις λέγειν, ἵνα μὴ τὰς τούτων ψυχὰς ἐξ ἀρχῆς ἀνοίας καὶ διαφθορᾶς ἀναπίμπλασθαι συμβαίνῃ. κινδυνεύει δὲ καὶ Φωκυλίδης ὁ ποιητὴς καλῶς παραινεῖν λέγων
  1. χρὴ[*](χρὴ] Bergk. vol. 2 p. 714) παῖδʼ ἔτʼ ἐόντα
  2. καλὰ διδάσκειν ἔργα
.

οὐ τοίνυν; οὐδὲ τοῦτο παραλιπεῖν ἄξιόν ἐστιν, ὅτι καὶ τὰ παιδία τὰ μέλλοντα τοῖς τροφίμοις ὑπηρετεῖν καὶ τούτοις σύντροφα γίγνεσθαι ζητητέον πρώτιστα μὲν σπουδαῖα τοὺς τρόπους, ἔτι μέντοι Ἑλληνικὰ καὶ περίτρανα λαλεῖν, ἵνα μὴ συναναχρωννύμενοι βαρβάροις καὶ τὸ ἦθος μοχθηροῖς ἀποφέρωνταί τι τῆς ἐκείνων φαυλότητος. καὶ οἱ παροιμιαζόμενοι δέ φασιν οὐκ ἀπὸ τρόπου λέγοντες, ὅτι ἂν χωλῷ παροικήσῃς, ὑποσκάζειν μαθήσῃ.

ἐπειδὰν τοίνυν ἡλικίαν λάβωσιν ὑπὸ παιδαγωγοῖς τετάχθαι, ἐνταῦθα δὴ πολλὴν ἐπιμέλειαν ἑκτέον ἐστὶ τῆς τούτων καταστάσεως, ὡς μὴ λάθωσιν ἀνδραπόδοις ἢ βαρβάροις ἢ παλιμβόλοις τὰ τέκνα παραδόντες. ἐπεὶ νῦν γε τὸ γιγνόμενον πολλοῖς ὑπερκαταγέλαστόν ἐστι. τῶν γὰρ δούλων τῶν σπουδαίων

v.1.p.8
τοὺς μὲν γεωργοὺς ἀποδεικνύουσι, τοὺς δὲ ναυκλήρους τοὺς δʼ ἐμπόρους τοὺς δʼ οἰκονόμους τοὺς δὲ δανειστάς· ὅ τι δʼ ἂν εὕρωσιν ἀνδράποδον οἰνόληπτον καὶ λίχνον, πρὸς πᾶσαν πραγματείαν ἄχρηστον, τούτῳ φέροντες ὑποβάλλουσι τοὺς υἱούς.[*](malimτοὺς υἱεῖς) δεῖ δὲ τὸν σπουδαῖον παιδαγωγὸν τοιοῦτον εἶναι τὴν φύσιν οἷόσπερ ἦν ὁ Φοῖνιξ ὁ τοῦ Ἀχιλλέως παιδαγωγός. τὸ δὲ πάντων μέγιστον καὶ κυριώτατον τῶν εἰρημένων ἔρχομαι φράσων. διδασκάλους γὰρ ζητητέον τοῖς τέκνοις, οἳ καὶ τοῖς βίοις εἰσὶν ἀδιάβλητοι καὶ τοῖς τρόποις ἀνεπίληπτοι καὶ ταῖς ἐμπειρίαις ἄριστοι· πηγὴ γὰρ καὶ ῥίζα καλοκαγαθίας τὸ νομίμου τυχεῖν παιδείας. καὶ καθάπερ τὰς χάρακας οἱ γεωργοὶ τοῖς φυτοῖς παρατιθέασιν, οὕτως οἱ νόμιμοι τῶν διδασκάλων ἐμμελεῖς τὰς ὑποθήκας καὶ παραινέσεις παραπηγνύουσι τοῖς νέοις, ἵνʼ ὀρθὰ τούτων βλαστάνῃ τὰ ἤθη. νῦν δέ τις κἂν[*](κᾶν H: καὶ) καταπτύσειε τῶν πατέρων ἐνίων, οἵτινες πρὶν δοκιμάσαι τοὺς μέλλοντας διδάσκειν, διʼ ἄγνοιαν, ἔσθʼ[*](ἔσθʼ] ἔστι δʼ H) ὅτε καὶ διʼ ἀπειρίαν, ἀνθρώποις ἀδοκίμοις καὶ παρασήμοις ἐγχειρίζουσι τοὺς παῖδας. καὶ οὔπω τοῦτʼ ἐστὶ καταγέλαστον εἰ διʼ ἀπειρίαν αὐτὸ πράττουσιν, ἐκεῖνο δʼ ἐσχάτως ἄτοπον. τὸ ποῖον; ἐνίοτε γὰρ εἰδότες, αἰσθόμενοι δὲ καὶ ἄλλων[*](αἰσθόμενοι δὲ καὶ ἄλλωνscripsi: αἰσθομένοις μᾶλλον. Et haec etαὐτοῖς τοῦτο λεγόντωνexpunxit H) αὐτοῖς τοῦτο λεγόντων, τὴν ἐνίων τῶν παιδευτῶν ἀπειρίαν ἅμα καὶ μοχθηρίαν, ὅμως τούτοις ἐπιτρέπουσι τοὺς παῖδας, οἱ μὲν ταῖς τῶν ἀρεσκευομένων ἡττώμενοι κολακείαις, εἰσὶ δʼ οἳ καὶ
v.1.p.9
δεομένοις χαριζόμενοι φίλοις, παρόμοιον ποιοῦντες ὥσπερ ἂν εἴ τις τῷ σώματι κάμνων τὸν σὺν ἐπιστήμῃ δυνηθέντʼ ἂν σῶσαι παραλιπών, φίλῳ χαριζόμενος τὸν διʼ ἀπειρίαν ἀπολέσαντʼ ἂν αὐτὸν προέλοιτο, ἢ ναύκληρον τὸν ἄριστον ἀφεὶς τὸν χείριστον δοκιμάσειε φίλου δεηθέντος. Ζεῦ καὶ θεοὶ πάντες, πατήρ τις καλούμενος πλείω λόγον τῆς τῶν δεομένων ποιεῖται χάριτος ἢ τῆς τῶν τέκνων παιδεύσεως; εἶτʼ οὐκ εἰκότα πολλάκις Σωκράτης[*](Σωκράτης] Plat. Clit. p. 407 a) ἐκεῖνος ὁ παλαιὸς ἔλεγεν, ὅτι εἴπερ ἄρα δυνατὸν ἦν, ἀναβάντα ἐπὶ τὸ μετεωρότατον τῆς πόλεως ἀνακραγεῖν μέρος ὦ ἄνθρωποι, ποῖ φέρεσθε, οἵτινες χρημάτων μὲν κτήσεως πέρι πᾶσαν, ποιεῖσθε σπουδήν, τῶν δʼ υἱέων, οἷς ταῦτα καταλείψετε, μικρὰ φροντίζετε ; τούτοις δʼ ἂν ἔγωγε προσθείην ὅτι οἱ τοιοῦτοι πατέρες παραπλήσιον ποιοῦσιν, οἷον εἴ τις τοῦ μὲν ὑποδήματος φροντίζοι, τοῦ δὲ ποδὸς ὀλιγώρως ἔχοι. πολλοὶ δʼ εἰς τοσοῦτο τῶν πατέρων προβαίνουσι φιλαργυρίας ἅμα καὶ μισοτεκνίας, ὥσθʼ ἵνα μὴ πλείονα μισθὸν τελέσειαν, ἀνθρώπους τοὺς μηδενὸς τιμίους αἱροῦνται τοῖς τέκνοις παιδευτάς, εὔωνον ἀμαθίαν διώκοντες. ᾗ καὶ Ἀρίστιππος οὐκ ἀκόμψως ἀλλὰ καὶ πάνυ ἀστείως ἐπέσκωψε τῷ λόγῳ πατέρα νοῦ καὶ φρενῶν κενόν. ἐρωτήσαντος γάρ τινος αὐτὸν πόσον αἰτοίη μισθὸν ὑπὲρ τῆς τοῦ τέκνου παιδεύσεως, χιλίας ἔφησε δραχμάς. τοῦ δʼ Ἡράκλεις εἰπόντος, ὡς ὑπέρπολυ τὸ αἴτημα· δύναμαι γὰρ ἀνδράποδον χιλίων πρίασθαι, τοιγαροῦν εἶπε δύο ἕξεις
v.1.p.10
ἀνδράποδα, καὶ τὸν υἱὸν καὶ ὃν ἂν πρίῃ. τὸ δʼ ὅλον πῶς οὐκ ἄτοπον τῇ μὲν δεξιᾷ συνεθίζειν τὰ παιδία δέχεσθαι τὰς τροφάς, κἂν εἰ προτείνειε[*](κἂν προτείνῃ Hertlinus εἰ addidi) τὴν ἀριστεράν, ἐπιτιμᾶν, μηδεμίαν δὲ ποιεῖσθαι πρόνοιαν τοῦ λόγων ἐπιδεξίων καὶ νομίμων ἀκούειν; τί οὖν συμβαίνει τοῖς θαυμαστοῖς πατράσιν, ἐπειδὰν κακῶς μὲν θρέψωσι κακῶς δὲ παιδεύσωσι τοὺς υἱεῖς, ἐγὼ φράσω. ὅταν γὰρ εἰς ἄνδρας ἐγγραφέντες τοῦ μὲν ὑγιαίνοντος καὶ τεταγμένου βίου καταμελήσωσιν, ἐπὶ δὲ τὰς ἀτάκτους καὶ ἀνδραποδώδεις ἡδονὰς ἑαυτοὺς κρημνίσωσι, τότε δὴ μεταμέλονται τὴν τῶν τέκνων προδεδωκότες παιδείαν, ὅτʼ οὐδὲν ὄφελος, τοῖς ἐκείνων ἀδικήμασιν ἀδημονοῦντες. οἱ μὲν γὰρ αὐτῶν κόλακας καὶ παρασίτους ἀναλαμβάνουσιν, ἀνθρώπους ἀσήμους[*](παρασν́μους H) καὶ καταράτους καὶ τῆς νεότητος ἀνατροπέας καὶ λυμεῶνας, οἱ δέ τινες ἑταίρας καὶ χαμαιτύπας λυτροῦνται σοβαρὰς καὶ πολυτελεῖς, οἱ δὲ κατοψοφαγοῦσιν, οἱ δʼ εἰς κύβους καὶ κώμους ἐξοκέλλουσιν, ἤδη δέ τινες καὶ τῶν νεανικωτέρων ἅπτονται[*](ἤψαντο H) κακῶν, μοιχεύοντες καὶ οἰκοφθοροῦντες[*](οἰκοφθοροῦντες W: κιττοφοροῦντες) καὶ μίαν ἡδονὴν θανάτου τιμώμενοι. φιλοσοφίᾳ δʼ ὁμιλήσαντες οὗτοι οὐ τοιούτοις ἴσως πράγμασιν ἑαυτοὺς καταπειθεῖς παρέσχοντο, καὶ τό γε παράγγελμα τοῦ Διογένους ἔμαθον ἄν, ὃς φορτικῶς μὲν τοῖς ῥήμασιν ἀληθῶς δὲ τοῖς πράγμασι παραινεῖ καί φησιν εἴσελθε εἰς πορνεῖόν παῖ,[*](παῖ Cobetus: που) ἵνα μάθῃς ὅτι τῶν ἀναξίων τὰ τίμια οὐδὲν διαφέρει

v.1.p.11
συνελὼν τοίνυν ἐγώ φημι καὶ χρησμολογεῖν μᾶλλον ἢ παραινεῖν δόξαιμʼ ἂν εἰκότως ὅτι ἓν πρῶτον καὶ μέσον καὶ τελευταῖον ἐν τούτοις κεφάλαιον ἀγωγὴ σπουδαία καὶ παιδεία νόμιμός ἐστι, καὶ ταῦτα φορὰ καὶ συνεργὰ πρὸς ἀρετὴν καὶ πρὸς εὐδαιμονίαν φημί. καὶ τὰ μὲν ἄλλα τῶν ἀγαθῶν ἀνθρώπινα καὶ μικρὰ καὶ οὐκ ἀξιοσπούδαστα καθέστηκεν. εὐγένεια καλὸν μέν, ἀλλὰ προγόνων ἀγαθόν. πλοῦτος δὲ τίμιον μέν, ἀλλὰ τύχης κτῆμα, ἐπειδὴ τῶν μὲν ἐχόντων πολλάκις ἀφείλετο, τοῖς δʼ οὐκ ἐλπίσασι φέρουσα προσήνεγκε, καὶ ὁ πολὺς πλοῦτος σκοπὸς ἔκκειται τοῖς βουλομένοις βαλλάντια τοξεύειν, κακούργοις οἰκέταις καὶ συκοφάνταις, καὶ τὸ μέγιστον, ὅτι καὶ τοῖς πονηροτάτοις μέτεστι. δόξα γε μὴν σεμνὸν μέν,[*](μὲνadd. H) ἀλλʼ ἀβέβαιον. κάλλος δὲ περιμάχητον μέν, ἀλλʼ ὀλιγοχρόνιον. ὑγίεια δὲ τίμιον μέν, ἀλλʼ εὐμετάστατον. ἰσχὺς δὲ ζηλωτὸν μέν, ἀλλὰ νόσῳ εὐάλωτον καὶ γήρᾳ. τὸ δʼ ὅλον εἴ τις ἐπὶ τῇ τοῦ σώματος ῥώμῃ φρονεῖ,[*](μέγα φρονεῖ Hirschigius) μαθέτω γνώμης διαμαρτάνων. πόστον γάρ ἐστιν ἰσχὺς ἀνθρωπίνη τῆς τῶν ἄλλων ζῴων δυνάμεως; λέγω δʼ οἷον ἐλεφάντων καὶ ταύρων καὶ λεόντων. παιδεία δὲ τῶν ἐν ἡμῖν μόνον ἐστὶν ἀθάνατον καὶ θεῖον. καὶ δύο τὰ πάντων ἐστὶ κυριώτατα ἐν ἀνθρωπίνῃ φύσει, νοῦς καὶ λόγος. καὶ ὁ μὲν νοῦς ἀρχικός ἐστι τοῦ λόγου, ὁ δὲ λόγος ὑπηρετικὸς τοῦ νοῦ, τύχῃ μὲν ἀνάλωτος, συκοφαντίᾳ δʼ ἀναφαίρετος, νόσῳ δʼ ἀδιάφθορος, γήρᾳ δʼ ἀλύμαντος. μόνος γὰρ ὁ νοῦς παλαιούμενος ἀνηβᾷ, καὶ ὁ
v.1.p.12
χρόνος τἄλλα πάντʼ ἀφαιρῶν τῷ γήρᾳ προστίθησι τὴν ἐπιστήμην. ὅ γε μὴν πόλεμος χειμάρρου δίκην πάντα σύρων καὶ πάντα παραφέρων μόνην οὐ δύναται παιδείαν παρελέσθαι. καί μοι δοκεῖ Στίλπων ὁ Μεγαρεὺς φιλόσοφος ἀξιομνημόνευτον ποιῆσαι[*](ποιήσασθαι H) ἀπόκρισιν, ὅτε Δημήτριος ἐξανδραποδισάμενος τὴν πόλιν εἰς ἔδαφος κατέβαλε καὶ τὸν Στίλπωνα ἤρετο μή τι ἀπολωλεκὼς εἴη. καὶ ὃς οὐ δῆτα εἶπε, πόλεμος γὰρ οὐ λαφυραγωγεῖ ἀρετήν σύμφωνος δὲ καὶ συνῳδὸς καὶ ἡ Σωκράτους[*](Σωκράτους] Plat. Gorg. p. 470 e) ἀπόκρισις ταύτῃ φαίνεται. καὶ γὰρ οὗτος ἐρωτήσαντος αὐτόν μοι δοκεῖ Γοργίου ἣν ἔχει περὶ τοῦ μεγάλου βασιλέως ὑπόληψιν καὶ εἰ νομίζει τοῦτον εὐδαίμονα εἶναι, οὐκ οἶδʼ ἔφησε πῶς ἀρετῆς καὶ παιδείας ἔχει, ὡς τῆς εὐδαιμονίας ἐν τούτοις, οὐκ ἐν τοῖς τυχηροῖς ἀγαθοῖς κειμένης.

ὥσπερ δὲ παραινῶ τῆς παιδείας τῶν τέκνων μηδὲν ποιεῖσθαι προὐργιαίτερον, οὕτως αὖ πάλιν φημὶ δεῖν τῆς ἀδιαφθόρου καὶ ὑγιαινούσης ἔχεσθαι, τῶν δὲ πανηγυρικῶν λήρων ὡς πορρωτάτω τοὺς υἱεῖς ἀπάγειν. τὸ γὰρ τοῖς πολλοῖς ἀρέσκειν τοῖς σοφοῖς ἐστιν ἀπαρέσκειν. μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ Εὐριπίδης λέγων[*](Eur. Hipp. 986)

  1. ἐγὼ δʼ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,
  2. εἰς ἥλικας δὲ κὠλίγους σοφώτερος.
  3. ἔχει[*](ἔχει δὲ μοῖραν καὶ τόδʼadd. ex eodem H) δὲ μοῖραν καὶ τόδʼ · οἱ γὰρ ἐν σοφοῖς
  4. φαῦλοι παρʼ ὄχλῳ μουσικώτεροι λέγειν
ὁρῶ δʼ ἔγωγε τοὺς τοῖς συρφετώδεσιν ὄχλοις ἀρεστῶς
v.1.p.13
καὶ κεχαρισμένως ἐπιτηδεύοντας λέγειν καὶ τὸν βίον ὡς τὰ πολλὰ ἀσώτους καὶ φιληδόνους ἀποβαίνοντας. καὶ νὴ Δίʼ εἰκότως. εἰ γὰρ ἄλλοις ἡδονὰς παρασκευάζοντες ἀμελοῦσι τοῦ καλοῦ, σχολῇ γʼ ἂν τῆς ἰδίας ἡδυπαθείας καὶ τρυφῆς ὑπεράνω τὸ ὀρθὸν καὶ ὑγιὲς ποιήσαιντο ἢ τὸ σῶφρον ἀντὶ τοῦ τερπνοῦ διώξαιεν. πρὸς δὲ τούτοις τί ἂν τοὺς παῖδας καλὸν γάρ τοι μηδὲν εἰκῇ μήτε λέγειν μήτε πράττειν, καὶ κατὰ τὴν παροιμίαν χαλεπὰ τὰ καλά. οἱ δʼ αὐτοσχέδιοι τῶν λόγων πολλῆς εὐχερείας καὶ ῥᾳδιουργίας εἰσὶ πλήρεις, οὔθʼ ὅθεν ἀρκτέον οὔθʼ ὅπου[*](ὅπουscripsiὅποι) παυστέον ἐστὶν εἰδότων. χωρὶς δὲ τῶν ἄλλων πλημμελημάτων οἳ ἂν ἐκ τοῦ παραχρῆμα λέγωσιν, εἰς ἀμετρίαν δεινὴν ἐκπίπτουσι καὶ πολυλογίαν. σκέψις δʼ οὐκ ἐᾷ τῆς ἱκνουμένης συμμετρίας τὸν λόγον ἐκπίπτειν. ὁ Περικλῆς, ὡς ἡμῖν ἀκούειν παραδέδοται,[*](ὡς - παραδέδοται] Demosth. p. 641, 34) καλούμενος ὑπὸ τοῦ δήμου πολλάκις οὐχ ὑπήκουσε, λέγων ἀσύντακτος εἶναι. ὡσαύτως δὲ καὶ Δημοσθένης ζηλωτὴς τῆς τούτου πολιτείας γενόμενος καλούντων αὐτὸν τῶν Ἀθηναίων σύμβουλον ἀντέβαινεν · οὐ συντέταγμαι λέγων. καὶ ταῦτα μὲν ἴσως ἀδέσποτός ἐστι καὶ πεπλασμένη παράδοσις· ἐν δὲ τῷ κατὰ Μειδίου[*](κατὰ Μειδίου] p. 576, 17) τὴν τῆς σκέψεως ὠφέλειαν ἐναργῶς παρίστησι. φησὶ γοῦν ἐγὼ δʼ ἐσκέφθαι μὲν ὦ ἄνδρες[*](ἄνδρες add. H.) Ἀθηναῖοι φημὶ κοὐκ ἂν ἀρνηθείην καὶ μεμελετηκέναι[*](καὶ μεμελετηκέναι Demosthenes: καταμεμελετηκέναι) γʼ ὡς ἐνῆν μάλιστʼ ἐμοί· καὶ γὰρ ἂν
v.1.p.14
ἄθλιος ἦν, εἰ τοιαῦτα παθὼν καὶ πάσχων ἠμέλουν ὧν περὶ τούτων ἐρεῖν ἔμελλον πρὸς ὑμᾶς.[*](πρὸς ὑμᾶςidem: lacuna in libris) τὸ δὲ δεῖν παντάπασιν ἀποδοκιμάζειν τῶν λόγων τὴν ἑτοιμότητα ἢ πάλιν αὖ ταύτην οὐκ ἐπʼ ἀξίοις ἀσκεῖν οὐ φαίην ἂν ἔγωγε, ἀλλʼ ὡς ἐν φαρμάκου μοίρᾳ τοῦτο ποιητέον ἐστί. μέχρι δὴ τῆς τῶν ἀνδρῶν ἡλικίας οὐδὲν ἐκ τοῦ παρατυχόντος ἀξιῶ λέγειν· ἀλλʼ ὅταν τις ῥιζώσῃ τὴν δύναμιν, τότε τοῦτον τῶν[*](τοῦτον τῶν Herwerdenus: τοῦτον aut τῶν) καιρῶν καλούντων ἐλευθεριάζειν τοῖς λόγοις προσήκει. ὥσπερ γὰρ οἱ πολὺν χρόνον δεθέντες κἂν εἰ[*](εἰadd. H) λυθεῖεν ὕστερον, ὑπὸ τῆς πολυχρονίου τῶν δεσμῶν συνηθείας οὐ δυνάμενοι βαδίζειν ὑποσκελίζονται, τὸν αὐτὸν τρόπον οἱ πολλῷ χρόνῳ τὸν λόγον σφίγξαντες, κἂν εἴ ποτε ἐκ τοῦ παραχρῆμα δεήσειεν εἰπεῖν, οὐδὲν ἧττον τὸν αὐτὸν τῆς ἑρμηνείας χαρακτῆρα φυλάττουσι. τὸ δʼ ἔτι παῖδας ὄντας ἐᾶν ἐπὶ καιροῦ λέγειν ματαιολογίας τῆς ἐσχάτης αἴτιον καθίσταται. ζωγράφος φασὶν ἄθλιος Ἀπελλῇ δείξας εἰκόνα ταύτην ἔφη νῦν γέγραφα, ὁ δὲ καὶ ἢν μὴ λέγῃς,[*](κἂν εἰ μὴ λέγοις H) εἶπεν οἶδʼ ὅτι ταχὺ γέγραπται· θαυμάζω δὲ πῶς οὐχὶ τοιαύτας πλείους γέγραφας. ὥσπερ τοίνυν ἐπανάγω γὰρ πρὸς τὴν ἐξ ἀρχῆς τοῦ λόγου ὑπόθεσιν τὴν θεατρικὴν καὶ παρατράγῳδον, οὕτως αὖ πάλιν καὶ τὴν σμικρολογίαν τῆς λέξεως καὶ ταπείνωσιν παραινῶ διευλαβεῖσθαι καὶ φεύγειν· ἡ μὲν γὰρ ὑπέρογκος ἀπολίτευτός ἐστιν, ἡ δʼ ἰσχνὴ λίαν ἀνέκπληκτος. καθάπερ δὲ τὸ σῶμα οὐ μόνον ὑγιεινὸν
v.1.p.15
ἀλλὰ καὶ εὐεκτικὸν εἶναι χρή, καὶ τὸν λόγον ὡσαύτως οὐκ ἄνοσον μόνον ἀλλὰ καὶ εὔρωστον εἶναι δεῖ. τὸ μὲν γὰρ ἀσφαλὲς ἐπαινεῖται μόνον, τὸ δʼ ἐπικίνδυνον καὶ θαυμάζεται. τὴν αὐτὴν[*](αὐτὴνadd. H) δὲ τυγχάνω γνώμην ἔχων καὶ περὶ τῆς ἐν τῇ ψυχῇ διαθέσεως. οὔτε γὰρ θρασὺν οὔτʼ ἄτολμον καὶ καταπλῆγα προσῆκεν εἶναι· τὸ μὲν γὰρ εἰς ἀναισχυντίαν, τὸ δʼ εἰς ἀνδραποδωδίαν περιίσταται· ἔντεχνον δὲ τὸ τὴν μέσην ἐν ἅπασι τέμνειν ἐμμελές τε. βούλομαι δʼ , ἕως ἔτι μέμνημαι τῆς παιδείας, ὡς ἔχω δόξης περὶ αὐτῆς εἰπεῖν, ὅτι τὸν μονόκωλον λόγον πρῶτον μὲν ἀμουσίας οὐ μικρὸν ποιοῦμαι τεκμήριον· ἔπειτα δὲ καὶ πρὸς τὴν ἄσκησιν ἁψίκορον καὶ πάντη ἀνεπίμονον εἶναι νομίζω. μονῳδία γὰρ ἐν ἅπασίν ἐστι πλήσμιον καὶ πρόσαντες, ἡ δὲ ποικιλία τερπνόν, καθάπερ κἀν τοῖς ἄλλοις ἅπασιν, οἷον ἀκούσμασιν ἢ θεάμασιν.

δεῖ τοίνυν τὸν παῖδα τὸν ἐλεύθερον μηδενὸς μηδὲ τῶν ἄλλων τῶν καλουμένων ἐγκυκλίων παιδευμάτων μήτʼ ἀνήκοον μήτʼ ἀθέατον ἐᾶν εἶναι, ἀλλὰ ταῦτα μὲν ἐκ παραδρομῆς μαθεῖν ὡσπερεὶ γεύματος ἕνεκεν ἐν ἅπασι γὰρ τὸ τέλειον ἀδύνατον, τὴν δὲ φιλοσοφίαν πρεσβεύειν. ἔχω δὲ διʼ εἰκόνος παραστῆσαι τὴν ἐμαυτοῦ γνώμην· ὥσπερ[*](ὡσπερ γὰρ] ὡς ἄρα H) γὰρ περιπλεῦσαι μὲν πολλὰς πόλεις καλόν, ἐνοικῆσαι δὲ τῇ κρατίστῃ χρήσιμον ---[*](lacuna indicavi) ἀστείως δὲ καὶ Βίων ἔλεγεν ὁ φιλόσοφος ὅτι ὥσπερ οἱ μνηστῆρες τῇ Πηνελόπῃ

v.1.p.16
πλησιάζειν μὴ δυνάμενοι ταῖς ταύτης ἐμίγνυντο θεραπαίναις, οὕτω καὶ οἱ φιλοσοφίας μὴ δυνάμενοι κατατυχεῖν ἐν τοῖς ἄλλοις παιδεύμασι τοῖς οὐδενὸς ἀξίοις ἑαυτοὺς κατασκελετεύουσι. διὸ δεῖ τῆς ἄλλης παιδείας ὥσπερ κεφάλαιον ποιεῖν τὴν φιλοσοφίαν. περὶ μὲν γὰρ τὴν τοῦ σώματος ἐπιμέλειαν διττὰς εὗρον ἐπιστήμας οἱ ἄνθρωποι, τὴν ἰατρικὴν καὶ τὴν[*](καὶ τὴν H: καὶ) γυμναστικήν, ὧν ἡ μὲν τὴν ὑγίειαν, ἡ δὲ τὴν εὐεξίαν ἐντίθησι. τῶν δὲ τῆς ψυχῆς ἀρρωστημάτων καὶ παθῶν ἡ φιλοσοφία μόνη φάρμακόν ἐστι. διὰ γὰρ ταύτην ἔστι καὶ μετὰ ταύτης γνῶναι τί τὸ καλὸν τί τὸ αἰσχρόν, τί τὸ δίκαιον τί τὸ ἄδικον, τί τὸ συλλήβδην αἱρετὸν τί τὸ φευκτόν·[*](φευκτόν H: φευκτόν) πῶς θεοῖς πῶς γονεῦσι πῶς πρεσβυτέροις πῶς νόμοις πῶς ἀλλοτρίοις[*](πῶς ἀλλοτρίοιςeliminavit H) πῶς ἄρχουσι πῶς φίλοις πῶς γυναιξὶ πῶς τέκνοις πῶς οἰκέταις χρηστέον ἐστί· ὅτι δεῖ θεοὺς μὲν σέβεσθαι, γονέας δὲ τιμᾶν, πρεσβυτέρους αἰδεῖσθαι, νόμοις πειθαρχεῖν, --- ἄρχουσιν[*](anteἄρχουσινlac. signa addidi) ὑπείκειν, φίλους ἀγαπᾶν, πρὸς γυναῖκας σωφρονεῖν, τέκνων στερκτικοὺς εἶναι, δούλους μὴ περιυβρίζειν τὸ δὲ μέγιστον, μήτʼ ἐν ταῖς εὐπραγίαις περιχαρεῖς μήτʼ ἐν ταῖς συμφοραῖς περιλύπους ὑπάρχειν, μήτʼ ἐν ταῖς ἡδοναῖς ἐκλύτους εἶναι μήτʼ ἐν ταῖς ὀργαῖς ἐκπαθεῖς καὶ θηριώδεις. ἅπερ ἐγὼ πάντων τῶν ἐκ φιλοσοφίας περιγιγνομένων ἀγαθῶν πρεσβύτατα κρίνω. τὸ μὲν γὰρ εὐγενῶς εὐτυχεῖν ἀνδρός, τὸ δʼ ἀνεπιφθόνως εὐηνίου ἀνθρώπου, τὸ δὲ τοῖς λογισμοῖς περιεῖναι
v.1.p.17
τῶν ἡδονῶν σοφοῦ,[*](σοφοῦ Heusingerus: σοφῶν) τὸ δʼ ὀργῆς κατακρατεῖν ἀνδρὸς οὐ τοῦ τυχόντος ἐστί. τελείους δʼ ἀνθρώπους ἡγοῦμαι τοὺς δυναμένους τὴν πολιτικὴν δύναμιν μῖξαι καὶ κεράσαι τῇ φιλοσοφίᾳ, καὶ δυεῖν ὄντοιν μεγίστοιν ἀγαθοῖν ἐπηβόλους ὑπάρχειν ὑπολαμβάνω, τοῦ τε κοινωφελοῦς βίου πολιτευομένους, τοῦ τʼ ἀκύμονος καὶ γαληνοῦ, διατρίβοντας περὶ φιλοσοφίαν. τριῶν γὰρ ὄντων βίων ὧν ὁ μέν ἐστι πρακτικὸς ὁ δὲ θεωρητικὸς ὁ δʼ ἀπολαυστικός, ὁ μὲν ἔκλυτος καὶ δοῦλος τῶν ἡδονῶν ζῳώδης καὶ μικροπρεπής ἐστιν, ὁ δὲ θεωρητικὸς τοῦ πρακτικοῦ διαμαρτάνων ἀνωφελής, ὁ δὲ πρακτικὸς ἀμοιρήσας φιλοσοφίας ἄμουσος καὶ πλημμελής. πειρατέον οὖν εἰς δύναμιν καὶ τὰ κοινὰ πράττειν καὶ τῆς φιλοσοφίας ἀντιλαμβάνεσθαι κατὰ τὸ παρεῖκον τῶν καιρῶν. οὕτως ἐπολιτεύσατο Περικλῆς, οὕτως Ἀρχύτας ὁ Ταραντῖνος, οὕτω Δίων ὁ Συρακόσιος, οὕτως Ἐπαμεινώνδας ὁ Θηβαῖος, ὧν ἅτερος[*](ἁτερος W: ἑκάτερος) Πλάτωνος ἐγένετο συνουσιαστής. καὶ περὶ μὲν παιδείας οὐκ οἶδʼ ὅτι δεῖ πλείονα λέγοντα διατρίβειν πρὸς δὲ τοῖς εἰρημένοις χρήσιμον, μᾶλλον δὲ ἀναγκαῖόν ἐστι μηδὲ τῆς τῶν παλαιῶν συγγραμμάτων κτήσεως ὀλιγώρως ἔχειν, ἀλλὰ καὶ τούτων ποιεῖσθαι συλλογὴν κατὰ τὸ γεωργῶδες. τὸν γὰρ αὐτὸν τρόπον ὄργανον τῆς παιδείας ἡ χρῆσις τῶν βιβλίων ἐστί, καὶ ἀπὸ πηγῆς[*](πηγῆς] ταύτης?) τὴν ἐπιστήμην τηρεῖν συμβέβηκεν.

οὐ τοίνυν ἄξιον οὐδὲ τὴν τῶν σωμάτων

v.1.p.18
ἀγωνίαν παρορᾶν, ἀλλὰ πέμποντας ἐς παιδοτρίβου τοὺς παῖδας ἱκανῶς ταῦτα διαπονεῖν, ἅμα μὲν τῆς τῶν σωμάτων εὐρυθμίας ἕνεκεν, ἅμα δὲ καὶ πρὸς ῥώμην· καλοῦ γὰρ γήρως θεμέλιος ἐν παισὶν ἡ τῶν[*](ἡ ἐν παισὶν τῶν H) σωμάτων εὐεξία. καθάπερ οὖν ἐν εὐδίᾳ τὰ πρὸς τὸν χειμῶνα προσῆκε παρασκευάζειν, οὕτως ἐν νεότητι τὴν εὐταξίαν καὶ τὴν σωφροσύνην ἐφόδιον εἰς τὸ γῆρας ἀποτίθεσθαι. οὕτω δὲ δεῖ ταμιεύεσθαι τὸν τοῦ σώματος πόνον, ὡς μὴ καταξήρους γινομένους πρὸς τὴν τῆς παιδείας ἐπιμέλειαν ἀπαγορεύειν κατὰ γὰρ Πλάτωνα ὕπνοι καὶ κόποι μαθήμασι πολέμιοι. καὶ τί ταῦτα;[*](καὶ τί ταῦτα;] καὶ ταῦτα μὲν τοιαῦτα Emperius) ἀλλʼ ὅπερ πάντων ἐστὶ κυριώτατον τῶν εἰρημένων σπεύδω λέγειν. πρὸς γὰρ τοὺς στρατιωτικοὺς ἀγῶνας τοὺς παῖδας ἀσκητέον ἐν ἀκοντισμοῖς αὐτοὺς καταθλοῦντας καὶ τοξείαις καὶ θήραις. τὰ γὰρ[*](τὰ γὰρ] Xen. Cyr. II 3 2) τῶν ἡττωμένων ἐν ταῖς μάχαις ἀγαθὰ τοῖς νικῶσιν ἆθλα πρόκειται πόλεμος δʼ ἐσκιατραφημένην σωμάτων ἕξιν οὐ δέχεται, ἰσχνὸς δὲ στρατιώτης πολεμικῶν ἀγώνων ἐθὰς ἀθλητῶν καὶ πολεμίων[*](καὶ ἀθλητῶν πολεμίων?) φάλαγγας διωθεῖ. τί οὖν ἄν τις εἴποι; σὺ δὲ δὴ περὶ τῆς ἐλευθέρων ἀγωγῆς ὑποσχόμενος παραγγέλματα δώσειν ἔπειτα φαίνῃ τῆς μὲν τῶν πενήτων καὶ δημοτικῶν παραμελῶν[*](παραμελεῖν W) ἀγωγῆς, μόνοις δὲ τοῖς πλουσίοις ὁμονοεῖς[*](ὁμονοεῖς] ἐμμελεῖς cf. p. 4 c) τὰς ὑποθήκας διδόναι. πρὸς οὓς οὐ χαλεπὸν ἀπαντῆσαι. ἐγὼ γὰρ μάλιστʼ ἂν βουλοίμην πᾶσι κοινῇ χρήσιμον εἶναι τὴν ἀγωγήν· εἰ δέ τινες
v.1.p.19
ἐνδεῶς τοῖς ἰδίοις πράττοντες ἀδυνατήσουσι τοῖς ἐμοῖς χρῆσθαι παραγγέλμασι , τὴν τύχην αἰτιάσθωσαν, οὐ τὸν ταῦτα συμβουλεύοντα. πειρατέον μὲν οὖν εἰς δύναμιν τὴν κρατίστην ἀγωγὴν ποιεῖσθαι τῶν παίδων καὶ τοῖς πένησιν· εἰ δὲ μὴ , τῇ γε δυνατῇ χρηστέον. καὶ ταῦτα μὲν δὴ τῷ λόγῳ παρεφορτισάμην, ἵνʼ ἐφεξῆς καὶ τἄλλα τὰ φέροντα πρὸς τὴν ὀρθὴν τῶν νέων ἀγωγὴν συνάψω.

κἀκεῖνό φημι, δεῖν τοὺς παῖδας ἐπὶ τὰ καλὰ τῶν ἐπιτηδευμάτων ἄγειν παραινέσεσι καὶ λόγοις, μὴ μὰ Δία πληγαῖς μηδʼ αἰκισμοῖς. δοκεῖ γάρ που ταῦτα τοῖς δούλοις μᾶλλον ἢ τοῖς ἐλευθέροις πρέπειν· ἀποναρκῶσι γὰρ καὶ φρίττουσι πρὸς τοὺς πόνους, τὰ μὲν διὰ τὰς ἀλγηδόνας τῶν πληγῶν, τὰ δὲ καὶ διὰ τὰς ὕβρεις. ἔπαινοι δὲ καὶ ψόγοι πάσης εἰσὶν αἰκίας ὠφελιμώτεροι τοῖς ἐλευθέροις, οἱ μὲν ἐπὶ τὰ καλὰ παρορμῶντες οἱ δʼ ἀπὸ τῶν αἰσχρῶν ἀνείργοντες. δεῖ δʼ ἐναλλάξ καὶ ποικίλως χρῆσθαι ταῖς ἐπιπλήξεσι καὶ τοῖς ἐπαίνοις, κἀπειδάν ποτε θρασύνωνται,[*](θρασύνωνται H: εὐφρανῶνται) ταῖς ἐπιπλήξεσιν ἐν αἰσχύνῃ ποιεῖσθαι, καὶ πάλιν ἀνακαλεῖσθαι τοῖς ἐπαίνοις καὶ μιμεῖσθαι τὰς τίτθας, αἵτινες ἐπειδὰν τὰ παιδία κλαυθμυρίσωσιν, εἰς παρηγορίαν πάλιν[*](πάλινdelevit H) τὸν μαστὸν ὑπέχουσι. δεῖ δʼ αὐτοὺς μηδὲ τοῖς ἐγκωμίοις ἐπαίρειν καὶ φυσᾶν· χαυνοῦνται γὰρ ταῖς ὑπερβολαῖς τῶν ἐπαίνων καὶ θρύπτονται.

ἤδη δέ τινας ἐγὼ εἶδον πατέρας, οἷς τὸ λίαν φιλεῖν τοῦ μὴ φιλεῖν αἴτιον κατέστη. τί οὖν

v.1.p.20
ἐστιν ὃ βούλομαι λέγειν, ἵνα τῷ παραδείγματι φωτεινότερον ποιήσω τὸν λόγον; σπεύδοντες γὰρ τοὺς παῖδας ἐν πᾶσι τάχιον πρωτεῦσαι πόνους αὐτοῖς ὑπερμέτρους ἐπιβάλλουσιν, οἷς ἀπαυδῶντες ἐκπίπτουσι, καὶ ἄλλως βαρυνόμενοι ταῖς κακοπαθείαις οὐ δέχονται τὴν μάθησιν εὐηνίως. ὥσπερ γὰρ τὰ φυτὰ τοῖς μὲν μετρίοις ὕδασι τρέφεται, τοῖς δὲ πολλοῖς πνίγεται, τὸν αὐτὸν τρόπον ψυχὴ τοῖς μὲν συμμέτροις αὔξεται πόνοις, τοῖς δʼ ὑπερβάλλουσι βαπτίζεται. δοτέον οὖν τοῖς παισὶν ἀναπνοὴν τῶν συνεχῶν πόνων, ἐνθυμουμένους ὅτι πᾶς ὁ βίος ἡμῶν εἰς ἄνεσιν καὶ σπουδὴν διῄρηται. καὶ διὰ τοῦτʼ οὐ μόνον ἐγρήγορσις ἀλλὰ καὶ ὕπνος εὑρέθη, οὐδὲ πόλεμος ἀλλὰ καὶ εἰρήνη, οὐδὲ χειμὼν ἀλλὰ καὶ εὐδία, οὐδʼ ἐνεργοὶ πράξεις ἀλλὰ καὶ ἑορταί. συνελόντι δʼ εἰπεῖν ἡ ἀνάπαυσις τῶν πόνων ἐστὶν ἄρτυμα. καὶ οὐκ ἐπὶ τῶν ζῴων μόνων τοῦτʼ ἂν[*](ἂνadd. H) ἴδοι τις γιγνόμενον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀψύχων καὶ γὰρ τὰ τόξα καὶ τὰς λύρας ἀνίεμεν, ἵνʼ ἐπιτεῖναι δυνηθῶμεν. καθόλου δὲ σῴζεται σῶμα μὲν ἐνδείᾳ καὶ πληρώσει, ψυχὴ δʼ ἀνέσει καὶ πόνῳ. ἄξιον δʼ ἐπιτιμᾶν τῶν πατέρων ἐνίοις, οἵτινες παιδαγωγοῖς καὶ διδασκάλοις ἐπιτρέψαντες τοὺς υἱεῖς αὐτοὶ τῆς τούτων μαθήσεως οὔτʼ αὐτόπται γίγνονται τὸ παράπαν οὔτʼ αὐτήκοοι, πλεῖστον τοῦ δέοντος ἁμαρτάνοντες. αὐτοὺς γὰρ παρʼ ὀλίγας ἡμέρας δεῖ δοκιμασίαν λαμβάνειν τῶν παίδων, ἀλλὰ μὴ τὰς ἐλπίδας ἔχειν ἐν μισθωτοῦ διαθέσει· καὶ γὰρ ἐκεῖνοι πλείονα ποιήσονται τὴν
v.1.p.21
ἐπιμέλειαν τῶν παίδων, μέλλοντες ἑκάστοτε διδόναι τὰς εὐθύνας. κἀνταῦθα δὴ τὸ ῥηθὲν[*](τὸ ῥηθὲν] Xen. Oecon. XII 20) ὑπὸ τοῦ ἱπποκόμου χάριεν, ὡς οὐδὲν οὕτω πιαίνει τὸν ἵππον ὡς βασιλέως ὀφθαλμός. πάντων δὲ μάλιστα τὴν μνήμην τῶν παίδων ἀσκεῖν καὶ συνεθίζειν αὕτη γὰρ ὥσπερ τῆς παιδείας ἐστὶ ταμιεῖον, καὶ διὰ τοῦτο μητέρα τῶν Μουσῶν ἐμυθολόγησαν εἶναι τὴν Μνημοσύνην, αἰνιττόμενοι καὶ παραδηλοῦντες ὅτι οὕτως οὐδὲν[*](οὐδὲν] add.τὴν παιδείαν W) γεννᾶν καὶ τρέφειν ὡς ἡ μνήμη πέφυκε. καὶ τοίνυν ταύτην κατʼ ἀμφότερʼ ἐστὶν ἀσκητέον, εἴτʼ ἐκ φύσεως μνήμονες εἶεν οἱ παῖδες, εἴτε καὶ τοὐναντίον ἐπιλήσμονες. τὴν γὰρ πλεονεξίαν τῆς φύσεως ἐπιρρώσομεν, τὴν δʼ ἔλλειψιν ἀναπληρώσομεν· καὶ οἱ μὲν τῶν ἄλλων ἔσονται βελτίους, οἱ δʼ ἑαυτῶν. τὸ γὰρ Ἡσιόδειον[*](Ἡσιόδειον] OD 361) καλῶς εἴρηται
  1. εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο
  2. καὶ θαμὰ τοῦτʼ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο.
μὴ λανθανέτω τοίνυν μηδὲ τοῦτο τοὺς πατέρας, ὅτι τὸ μνημονικὸν τῆς μαθήσεως μέρος οὐ μόνον πρὸς τὴν παιδείαν ἀλλὰ καὶ πρὸς τὰς τοῦ βίου πράξεις οὐκ ἐλαχίστην συμβάλλεται μοῖραν. ἡ γὰρ τῶν γεγενημένων πράξεων μνήμη τῆς περὶ τῶν μελλόντων εὐβουλίας γίγνεται παράδειγμα.

καὶ μέντοι καὶ τῆς αἰσχρολογίας ἀπακτέον τοὺς υἱεῖς λόγος γὰρ ἔργου σκιή κατὰ Δημόκριτον. εἶτά γε μὴν ἐντευκτικοὺς αὐτοὺς εἶναι

v.1.p.22
παρασκευαστέον καὶ φιλοπροσηγόρους οὐδὲν γὰρ ὡς τὰ ἀνέντευκτα τῶν ἠθῶν ἐστιν οὕτως ἀξιομίσητον. ἔτι τοίνυν οἱ παῖδες ἀμισεῖς γίγνοιντʼ ἂν τοῖς συνοῦσι μὴ παντελῶς ἐν ταῖς ζητήσεσιν ἀπαραχώρητοι γιγνόμενοι· οὐ γὰρ τὸ νικᾶν μόνον ἀλλὰ καὶ τὸ ἡττᾶσθαι ἐπίστασθαι καλὸν ἐν οἷς τὸ νικᾶν βλαβερόν. ἔστι γὰρ ὡς ἀληθῶς καὶ νίκη Καδμεία. ἔχω δὲ μάρτυρα τούτου Εὐριπίδην τὸν σοφὸν ἐπαγαγέσθαι λέγοντα
  1. δυοῖν λεγόντοιν, θατέρου θυμουμένου,[*](Nauck. p. 445)
  2. ὁ μὴ ἀντιτείνων τοῖς λόγοις σοφώτερος
ἃ τοίνυν τῶν εἰρημένων οὐδενὸς ἧττόν ἐστιν[*](οὐδενὸς ἧττόν ἐστιν] οὐδὲν ἧττον H) ἀλλὰ καὶ μᾶλλον ἐπιτηδευτέα τοῖς νέοις καὶ δὴ λεκτέον. ταῦτα δʼ ἐστὶ τὸ τὸν[*](τὸ τὸν Meziriacus: τὸν) βίον ἀτύφωτον ἀσκεῖν, τὸ τὴν γλῶτταν κατέχειν, τὸ τῆς ὀργῆς ὑπεράνω γίγνεσθαι, τὸ τῶν χειρῶν κρατεῖν. τούτων ἕκαστον ἡλίκον ἐστὶ σκεπτέον ἔσται δʼ ἐπὶ παραδειγμάτων γνωριμώτερα. οἷον ἵνʼ ἀπὸ τοῦ τελευταίου πρῶτον ἄρξωμαι, τὰς χεῖράς τινες ὑποσχόντες λήμμασιν ἀδίκοις τὴν δόξαν τῶν προβεβιωμένων ἐξέχεαν· ὡς Γύλιππος ὁ Λακεδαιμόνιος τὰ σακκία τῶν χρημάτων παραλύσας φυγὰς ἀπηλάθη τῆς Σπάρτης. τό γε μὴν ἀόργητον ἀνδρός ἐστι σοφοῦ. Σωκράτης μὲν γάρ, λακτίσαντος αὐτὸν νεανίσκου θρασέος μάλα καὶ βδελυροῦ, τοὺς ἀμφʼ αὑτὸν ὁρῶν ἀγανακτοῦντας καὶ σφαδάζοντας ὡς καὶ διώκειν αὐτὸν ἐθέλειν, ἆρʼ ἔφησε καὶ εἲ μʼ ὄνος ἐλάκτισεν, ἀντιλακτίσαι τοῦτον ἠξιώσατʼ ἄν; οὐ μὴν ἐκεῖνός γε παντελῶς κατεπροίξατο, πάντων
v.1.p.23
δʼ αὐτὸν ὀνειδιζόντων καὶ λακτιστὴν ἀποκαλούντων ἀπήγξατο. Ἀριστοφάνους δέ, ὅτε τὰς Νεφέλας ἐξέφερε , παντοίως πᾶσαν ὕβριν αὐτοῦ κατασκεδαννύντος, καί τινος τῶν παρόντων κᾆτα[*](κᾆταscripsi: κατὰ) τοιαῦτʼ ἀνακωμῳδοῦντος οὐκ ἀγανακτεῖς εἰπόντος ὦ Σώκρατες; μὰ Δίʼ οὐκ ἔγωγʼ ἔφησεν ὡς γὰρ ἐν συμποσίῳ μεγάλῳ τῷ θεάτρῳ σκώπτομαι ἀδελφὰ τούτοις[*](τούτοις] δὲ τούτοις H) καὶ σύζυγα φανήσονται πεποιηκότες Ἀρχύτας ὁ Ταραντῖνος καὶ Πλάτων. ὁ μὲν γὰρ ἐπανελθὼν ἀπὸ τοῦ πολέμου στρατηγῶν δʼ ἐτύγχανε γῆν καταλαβὼν κεχερσωμένην, τὸν ἐπίτροπον καλέσας αὐτῆς ᾤμωξας ἄν ἔφησεν εἰ μὴ λίαν ὠργιζόμην Πλάτων δὲ δούλῳ λίχνῳ καὶ βδελυρῷ θυμωθείς, τὸν τῆς ἀδελφῆς υἱὸν Σπεύσιππον καλέσας τοῦτον ἔφησεν ἀπελθών κρότησον·[*](κρότησον] κόλασον Heusingerus) ἐγὼ γὰρ πάνυ θυμοῦμαι χαλεπὰ δὲ ταῦτα καὶ δυσμίμητα φαίη τις ἄν. οἶδα κἀγώ. πειρατέον οὖν εἰς ὅσον οἷόν τʼ ἐστὶ τούτοις παραδείγμασι χρωμένους τὸ πολὺ τῆς ἀκρατοῦς καὶ μαινομένης ὑφαιρεῖν ὀργῆς οὐδὲ γὰρ ἐς τἄλλα ἐνάμιλλοι ταῖς ἐκείνων ἐσμὲν οὔτʼ ἐμπειρίαις οὔτε καλοκαγαθίαις. ἀλλʼ οὐδὲν ἧττον ἐκείνων, ὥσπερ θεῶν ἱεροφάνται καὶ δᾳδοῦχοι τῆς σοφίας ὄντες, ὅσαπέρ ἐστιν ἐν δυνατῷ, ταῦτα μιμεῖσθαι καὶ περικνίζειν ἐπιχειροῦμεν. τὸ τοίνυν τῆς γλώττης κρατεῖν περὶ τούτου γάρ, ὥσπερ ὑπεθέμην, εἰπεῖν λοιπόν εἴ τις μικρὸν καὶ φαῦλον ὑπείληφε , πλεῖστον διαμαρτάνει τῆς ἀληθείας. σοφὸν γὰρ εὔκαιρος σιγὴ καὶ παντὸς λόγου κρεῖττον.
v.1.p.24
καὶ διὰ τοῦτό μοι δοκεῖ τὰς μυστηριώδεις τελετὰς οἱ παλαιοὶ κατέδειξαν, ἵνʼ ἐν ταύταις σιωπᾶν ἐθισθέντες ἐπὶ τὴν τῶν ἀνθρωπίνων μυστηρίων πίστιν τὸν ἀπὸ τῶν θεῶν μεταφέρωμεν φόβον. καὶ γὰρ αὖ σιωπήσας μὲν οὐδεὶς μετενόησε, λαλήσαντες δὲ παμπληθεῖς. καὶ τὸ μὲν σιγηθὲν ἐξειπεῖν ῥᾴδιον, τὸ δὲ ῥηθὲν ἀναλαβεῖν ἀδύνατον. μυρίους δʼ ἔγωγʼ οἶδʼ ἀκούσας ταῖς μεγίσταις συμφοραῖς περιπεσόντας διὰ τὴν τῆς γλώττης ἀκρασίαν. ὧν τοὺς ἄλλους παραλιπὼν ἑνὸς ἢ δυεῖν τύπου ἕνεκεν ἐπιμνησθήσομαι. τοῦ γὰρ Φιλαδέλφου γήμαντος τὴν ἀδελφὴν Ἀρσινόην Σωτάδης εἰπών
εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὠθεῖς
ἐν δεσμωτηρίῳ πολλοὺς κατεσάπη χρόνους[*](πολὺν κατεσάπη χρόνον H) καὶ τῆς ἀκαίρου λαλιᾶς οὐ μεμπτὴν ἔδωκε δίκην, ἵνα δὲ γέλωτα παράσχῃ τοῖς ἄλλοις, αὐτὸς πολὺν χρόνον[*](πολὺν χρόνονdel. H) ἔκλαυσεν. ἐνάμιλλα δὲ τούτοις καὶ σύζυγα καὶ Θεόκριτος ὁ σοφιστὴς εἶπέ τε καὶ ἔπαθε, καὶ πολὺ δεινότερα. Ἀλεξάνδρου γὰρ πορφυρᾶς ἐσθῆτας κελεύσαντος κατασκευάζειν τοὺς Ἕλληνας, ἵνʼ ἐπανελθὼν τὰ ἐπινίκια τοῦ πολέμου τοῦ κατὰ τῶν βαρβάρων θύσειε, καὶ τῶν ἐθνῶν κατὰ κεφαλὴν εἰσφερόντων ἄργυρον πρότερον μέν ἔφησεν ἠμφισβήτουν, νῦν δʼ ᾔσθημαι σαφῶς ὅτι ὁ πορφύρεος Ὁμήρου θάνατος οὗτός ἐστιν. ἐξ ὧν ἐχθρὸν ἐκτήσατο τὸν Ἀλέξανδρον. Ἀντίγονον δὲ τὸν βασιλέα τῶν Μακεδόνων ἑτερόφθαλμον ὄντα τὴν πήρωσιν προφέρων εἰς οὐ μετρίαν ὀργὴν κατέστησε. τὸν γὰρ
v.1.p.25
ἀρχιμάγειρον Εὐτροπίωνα γεγενημένον ἐν τάξει πέμψας παραγενέσθαι πρὸς αὐτὸν ἠξίου καὶ λόγον δοῦναι καὶ λαβεῖν. ταῦτα δʼ ἀπαγγέλλοντος ἐκείνου πρὸς αὐτὸν καὶ πολλάκις προσιόντος εὖ οἶδʼ ἔφησεν ὅτι ὠμόν με θέλεις τῷ Κύκλωπι, παραθεῖναι, ὀνειδίζων τὸν μὲν ὅτι πηρός, τὸν δʼ ὅτι μάγειρος ἦν. κἀκεῖνος τοιγαροῦν εἰπών τὴν κεφαλὴν οὐχ ἕξεις ἀλλὰ τῆς ἀθυροστομίας ταύτης καὶ μανίας δώσεις δίκην , ἀπήγγειλε τὰ εἰρημένα τῷ βασιλεῖ, ὁ δὲ πέμψας ἀνεῖλε τὸν Θεόκριτον. παρὰ πάντα δὲ ταῦτα , ὅπερ ἐστὶν ἱεροπρεπέστατον, ἐθίζειν τοὺς παῖδας τῷ τἀληθῆ λέγειν τὸ γὰρ ψεύδεσθαι δουλοπρεπὲς καὶ πᾶσιν ἀνθρώποις ἄξιον μισεῖσθαι καὶ οὐδὲ μετρίοις δούλοις συγγνωστόν.

ταῦτα μὲν οὖν οὐκ ἐνδοιάσας οὐδὲ μελλήσας περὶ τῆς τῶν παίδων εὐκοσμίας καὶ σωφροσύνης διείλεγμαι· περὶ δὲ τοῦ ῥηθήσεσθαι μέλλοντος ἀμφίδοξός εἰμι καὶ διχογνώμων, καὶ τῇδε κἀκεῖσε μετακλίνων ὡς ἐπὶ πλάστιγγος πρὸς οὐδέτερον ῥέψαι δύναμαι, πολὺς δʼ ὄκνος ἔχει με καὶ τῆς εἰσηγήσεως καὶ τῆς ἀποτροπῆς τοῦ πράγματος. ἀποτολμητέον δʼ οὖν ὅμως εἰπεῖν αὐτό. τί οὖν τοῦτʼ ἐστί; πότερα δεῖ τοὺς ἐρῶντας τῶν παίδων ἐᾶν τούτοις συνεῖναι καὶ, συνδιατρίβειν, ἢ τοὐναντίον εἴργειν αὐτοὺς καὶ ἀποσοβεῖν τῆς πρὸς τούτους ὁμιλίας προσῆκεν; ὅταν μὲν γὰρ ἀποβλέψω πρὸς τοὺς πατέρας τοὺς αὐθεκάστους καὶ τὸν τρόπον ὀμφακίας καὶ στρυφνούς, οἳ τῶν τέκνων ὕβριν οὐκ ἀνεκτὴν τὴν τῶν ἐρώντων ὁμιλίαν ἡγοῦνται, εὐλαβοῦμαι ταύτης εἰσηγητὴς

v.1.p.26
γενέσθαι καὶ σύμβουλος, ὅταν δʼ αὖ πάλιν ἐνθυμηθῶ τὸν Σωκράτη τὸν Πλάτωνα τὸν Ξενοφῶντα τὸν Αἰσχίνην τὸν Κέβητα, τὸν πάντα χορὸν ἐκείνων τῶν ἀνδρῶν οἳ τοὺς ἄρρενας ἐδοκίμασαν ἔρωτας καὶ τὰ μειράκια προήγαγον ἐπί τε παιδείαν καὶ δημαγωγίαν καὶ τὴν ἀρετὴν τῶν τρόπων, πάλιν ἕτερος γίγνομαι καὶ κάμπτομαι πρὸς τὸν ἐκείνων τῶν ἀνδρῶν ζῆλον. μαρτυρεῖ δὲ τούτοις Εὐριπίδης οὕτω λέγων
  1. ἀλλʼ ἔστι δή τις ἄλλος ἐν βροτοῖς ἔρως[*](Nauck. p. 367)
  2. ψυχῆς δικαίας σώφρονός τε κἀγαθῆς
τὸ δὲ τοῦ Πλάτωνος[*](Πλάτωνος] Rep. p. 468 b) σπουδῇ καὶ χαριεντισμῷ μεμιγμένον οὐ παραλειπτέον. ἐξεῖναι γάρ φησι δεῖν τοῖς ἀριστεύσασιν ὃν ἂν βούλωνται τῶν καλῶν φιλῆσαι. τοὺς μὲν οὖν τῆς ὥρας ἐπιθυμοῦντας ἀπελαύνειν προσῆκε, τοὺς δὲ τῆς ψυχῆς ἐραστὰς ἐγκρίνειν κατὰ τὸ σύνολον. καὶ τοὺς μὲν Θήβησι καὶ τοὺς ἐν[*](ἐνadd. H) Ἤλιδι φευκτέον ἔρωτας καὶ τὸν ἐν Κρήτῃ καλούμενον ἁρπαγμόν, τοὺς δʼ Ἀθήνησι καὶ τοὺς ἐν Λακεδαίμονι ζηλωτέον.

περὶ μὲν οὖν τούτων, ὅπως ἕκαστος αὐτὸς ἑαυτὸν πέπεικεν, οὕτως ὑπολαμβανέτω· ἐγὼ δʼ ἐπειδὴ περὶ τῆς τῶν παίδων εὐταξίας εἴρηκα καὶ κοσμιότητος, καὶ ἐπὶ τὴν τῶν μειρακίων ἡλικίαν ἤδη μεταβήσομαι καὶ μικρὰ παντάπασιν λέξω· πολλάκις γὰρ κατεμεμψάμην τοὺς μοχθηρῶν ἐθῶν γεγονότας εἰσηγητάς, οἵτινες τοῖς μὲν παισὶ παιδαγωγοὺς καὶ

v.1.p.27
διδασκάλους ἐπέστησαν, τὴν δὲ τῶν μειρακίων ὁρμὴν ἄφετον εἴασαν νέμεσθαι, δέον αὖ τοὐναντίον πλείω τῶν μειρακίων ποιεῖσθαι τὴν εὐλάβειαν καὶ φυλακὴν ἢ τῶν παίδων. τίς γὰρ οὐκ οἶδεν ὅτι τὰ μὲν τῶν παίδων πλημμελήματα μικρὰ καὶ παντελῶς ἐστιν ἰάσιμα, παιδαγωγῶν ἴσως[*](ἴσωςdel. H) ὀλιγωρία καὶ διδασκάλων παραγωγὴ καὶ ἀνηκουστία· τὰ δὲ τῶν ἤδη νεανισκευομένων ἀδικήματα πολλάκις ὑπερφυᾶ γίνεται καὶ σχέτλια , ἀμετρία γαστρὸς καὶ κλοπαὶ πατρῴων χρημάτων καὶ κύβοι καὶ κῶμοι καὶ πότοι καὶ παρθένων ἔρωτες καὶ γυναικῶν οἰκοφθορίαι γαμετῶν. οὐκοῦν τὰς τούτων ὁρμὰς ταῖς ἐπιμελείαις δεσμεύειν καὶ κατέχειν προσῆκεν, ἀταμίευτον γὰρ τῶν ἡδονῶν ἡ ἀκμὴ καὶ σκιρτητικὸν καὶ χαλινοῦ δεόμενον, ὥσθʼ οἱ μὴ τῆς ἡλικίας ταύτης ἐρρωμένως ἀντιλαμβανόμενοι τῇ ἀνοίᾳ διδόασιν ἐξουσίαν ἐπὶ τὰ ἀδικήματα. ἔδει τοίνυν τοὺς ἔμφρονας πατέρας παρὰ τοῦτον μάλιστα τὸν καιρὸν φυλάττειν ἐγρηγορέναι σωφρονίζειν τοὺς μειρακίσκους διδάσκοντας ἀπειλοῦντας δεομένους , παραδείγματα δεικνύντας τῶν διὰ φιληδονίαν μὲν συμφοραῖς περιπεσόντων διὰ δὲ καρτερίαν ἔπαινον καὶ δόξαν ἀγαθὴν περιποιησαμένων. δύο γὰρ ταῦθʼ ὡσπερεὶ στοιχεῖα τῆς ἀρετῆς ἐστιν, ἐλπίς τε τιμῆς καὶ φόβος τιμωρίας· ἡ μὲν γὰρ ὁρμητικωτέρους πρὸς τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων ἡ[*](ἡ] ὁ Huttenus) δʼ ὀκνηροὺς πρὸς τὰ φαῦλα τῶν ἔργων ἀπεργάζεται.

καθόλου δʼ ἀπείργειν προσήκει τοὺς παῖδας τῆς πρὸς τοὺς πονηροὺς ἀνθρώπους συνουσίας·

v.1.p.28
ἀποφέρονται γάρ τι τῆς τούτων κακίας. τοῦτο δὲ παρήγγειλε καὶ Πυθαγόρας αἰνίγμασιν ἅπερ ἐγὼ παραθεὶς ἐξηγήσομαι· καὶ γὰρ ταῦτα πρὸς ἀρετῆς κτῆσιν συμβάλλεται ῥοπὴν οὐκ ἐλαχίστην. οἷον μὴ γεύεσθαι μελανούρων τουτέστι μὴ συνδιατρίβειν μέλασιν ἀνθρώποις διὰ κακοήθειαν. μὴ ζυγὸν ὑπερβαίνειν; τουτέστιν ὅτι δεῖ τῆς δικαιοσύνης πλεῖστον ποιεῖσθαι λόγον καὶ μὴ ταύτην ὑπερβαίνειν. μὴ ἐπὶ χοίνικος καθίσαι ἤτοι φεύγειν ἀργίαν καὶ προνοεῖν ὅπως τὴν ἀναγκαίαν παρασκευάσωμεν[*](corr. H: παρασκευάσωμεν) τροφήν. μὴ παντὶ ἐμβάλλειν δεξιάν ἀντὶ τοῦ προχείρως οὐ δεῖ συναλλάσσειν. μὴ φορεῖν στενὸν δακτύλιον; ὅτι δεῖ τὸν βίον ἐπιτηδεύειν ὡς μὴ δεῖν[*](ὡς μὴ δεῖνscripsi: καὶ μὴ δεῖν προσάπτειν) αὐτόν. πῦρ σιδήρῳ μὴ σκαλεύειν; ἀντὶ τοῦ θυμούμενον μὴ ἐρεθίζειν· οὐ γὰρ προσῆκεν, ἀλλʼ ὑπείκειν τοῖς ὀργιζομένοις. μὴ ἐσθίειν καρδίαν ἤτοι[*](ἤτοιadd. H ex Mantissa Provv. apud Leutschium vol. 2 p. 760) μὴ βλάπτειν τὴν ψυχὴν ταῖς φροντίσιν αὐτὴν κατατρύχοντα. κυάμων ἀπέχεσθαι ὅτι οὐ δεῖ πολιτεύεσθαι· κυαμευταὶ γὰρ ἦσαν ἔμπροσθεν αἱ ψηφοφορίαι διʼ ὧν πέρας ἐπετίθεσαν ταῖς ἀρχαῖς. σιτίον εἰς ἀμίδα μὴ ἐμβάλλειν· ἐπισημαίνει γὰρ ὅτι εἰς πονηρὰν ψυχὴν ἀστεῖον λόγον ἐμβάλλειν οὐ προσῆκεν· ὁ μὲν γὰρ λόγος τροφὴ διανοίας ἐστί, τοῦτον δʼ ἀκάθαρτον ἡ πονηρία ποιεῖ τῶν ἀνθρώπων. μὴ ἐπιστρέφεσθαι ἐπὶ τοὺς ὅρους ἐλθόντας, τουτέστι μέλλοντας ἀποθνήσκειν καὶ τὸν ὅρον τοῦ βίου πλησίον ὄντα ὁρῶντας φέρειν εὐκόλως καὶ μὴ ἀθυμεῖν. ἀνακάμψω δʼ ἐπὶ τὴν ἐξ ἀρχῆς
v.1.p.29
τοῦ λόγου ὑπόθεσιν· ἁπάντων γὰρ ὅπερ ἔφην τῶν πονηρῶν ἀνθρώπων ἀπάγειν δεῖ τοὺς παῖδας, μάλιστα δὲ τῶν κολάκων. ὅπερ γὰρ πολλάκις καὶ πρὸς πολλοὺς τῶν πατέρων διατελῶ λέγων, καὶ νῦν ἂν εἴποιμι. γένος οὐδέν ἐστιν ἐξωλέστερον οὐδὲ μᾶλλον καὶ θᾶττον ἐκτραχηλίζον νεότητα τῶν κολάκων, οἳ καὶ τοὺς πατέρας καὶ τοὺς παῖδας προρρίζους ἐκτρίβουσι, τῶν μὲν τὸ γῆρας ἐπίλυπον, τῶν δὲ τὴν νεότητα[*](ϝεότητα] add.ἐπονείδιστον Schneiderus) ποιοῦντες, τῶν δὲ συμβουλευμάτων δέλεαρ ἀφύλακτον προτείνοντες τὴν ἡδονήν. τοῖς παισὶ τῶν πλουσίων οἱ πατέρες νήφειν παραινοῦσιν οἱ δὲ μεθύειν, σωφρονεῖν οἱ δʼ ἀσελγαίνειν, φυλάττειν οἱ δὲ δαπανᾶν, φιλεργεῖν οἱ δὲ ῥᾳθυμεῖν, στιγμὴ χρόνου πᾶς ἐστιν ὁ βίος λέγοντες, ζῆν οὐ παραζῆν προσῆκε. τί δὲ φροντιστέον ἡμῖν τῶν τοῦ πατρὸς ἀπειλῶν; κρονόληρος καὶ σοροδαίμων ἐστί, καὶ μετέωρον αὐτὸν ἀράμενοι τὴν ταχίστην ἐξοίσομεν. καθῆκε δέ τις καὶ χαμαιτύπην καὶ προηγώγευσε γαμετήν; καὶ τὰ τῶν πατέρων ἐφόδια τοῦ γήρως ἐσύλησε καὶ περιέκοψε. μιαρὸν τὸ φῦλον, ὑποκριταὶ φιλίας, ἄγευστοι παρρησίας, πλουσίων μὲν κόλακες πενήτων δʼ ὑπερόπται, ὡς ἐκ λυρικῆς[*](scribendum vidλυτικῆς. Noti sunt praeceptoresλυτικοί) τέχνης ἐπὶ τοὺς νέους ἀγόμενοι, σεσηρότες ὅθʼ οἱ τρέφοντες γελῶσι, καὶ ψυχῆς[*](καὶ ψυχῆς] καὶ ψευδῆ καὶ?) ὑποβολιμαῖα καὶ νόθα μέρη βίου, πρὸς δὲ τὸ τῶν πλουσίων νεῦμα ζῶντες, τῇ τύχῃ μὲν ἐλεύθεροι, τῇ προαιρέσει δὲ δοῦλοι· ὅταν δὲ μὴ ὑβρίζωνται, τόθʼ ὑβρίζεσθαι δοκοῦντες, ὅτι
v.1.p.30
μάτην παρατρέφονται. ὥστʼ εἴ τῳ μέλει τῶν, πατέρων τῆς τῶν τέκνων εὐαγωγίας, ἐκδιωκτέον τὰ μιαρὰ ταῦτα θρέμματα, ἐκδιωκτέον δʼ οὐχ ἥκιστα καὶ τάς τῶν συμφοιτητῶν μοχθηρίας· καὶ γάρ οὗτοι τὰς ἐπιεικεστάτας φύσεις ἱκανοὶ διαφθείρειν εἰσί.

ταῦτα μὲν οὖν καλὰ καὶ συμφέροντα· ἃ δὲ μέλλω λέγειν, ἀνθρώπινα. οὐδὲ γὰρ αὖ πάλιν τοὺς πατέρας ἔγωγʼ ἀξιῶ τελέως τραχεῖς καὶ σκληροὺς εἶναι τὴν φύσιν, ἀλλὰ πολλαχοῦ καὶ συγχωρῆσαί τινα τῷ νεωτέρῳ τῶν ἁμαρτημάτων, καὶ ἑαυτοὺς ἀναμιμνῄσκειν ὅτι ἐγένοντο νέοι. καὶ καθάπερ ἰατροὶ τὰ πικρὰ τῶν φαρμάκων τοῖς γλυκέσι χυμοῖς καταμιγνύντες τὴν τέρψιν ἐπὶ τὸ συμφέρον πάροδον εὗρον, οὓτω δεῖ τοὺς πατέρας τὴν τῶν ἐπιτιμημάτων ἀποτομίαν τῇ πραότητι μιγνύναι, καὶ τοτὲ μὲν ταῖς ἐπιθυμίαις τῶν παίδων ἐφεῖναι καὶ χαλάσαι τὰς ἡνίας, τοτὲ δʼ αὖ πάλιν ἀντιτεῖναι, καὶ μάλιστα μὲν εὐκόλως φέρειν τὰς ἁμαρτίας, εἰ δὲ μή γε, πρὸς καιρὸν ὀργισθέντας ταχέως ἀποφλεγμῆναι. μᾶλλον γὰρ ὀξύθυμον εἶναι δεῖ τὸν πατέρα ἢ βαρύθυμον, ὡς τό γε δυσμενὲς καὶ δυσκατάλλακτον μισοτεκνίας οὐ μικρὸν τεκμήριόν ἐστι. καλὸν δὲ καὶ ἔνια τῶν ἁμαρτημάτων μηδʼ εἰδέναι δοκεῖν, ἀλλὰ τὸ τοῦ γήρως ἀμβλυῶττον καὶ δύσκωφον ἐπὶ τὰ γιγνόμενα μεταφέρειν, ὡς ἔνια τῶν πραττομένων ὁρῶντας μὴ ὁρᾶν καὶ μὴ ἀκούειν ἀκούοντας. φίλων ἁμαρτήματα φέρομεν· τί θαυμαστὸν εἰ τέκνων; δούλων πολλάκις κραιπαλώντων μέθην οὐκ ἐξηλέγξαμεν.[*](postἐξηλέγξαμενlacunam significavit H)

v.1.p.31
ἐφείσω ποτέ, ἀλλὰ καὶ χορήγησον ἠγανάκτησάς ποτε , ἀλλὰ καὶ σύγγνωθι. ἐβουκόλησέ ποτε διʼ οἰκέτου· τὴν ὀργὴν κάτασχε.[*](κατάσξες Emperius) ἐξ ἀγροῦ ποτε ζεῦγος ἀφείλετο, ἦλθέ ποτε χθιζῆς μέθης ἀποπνέων, ἀγνόησον· μύρων ὄζων, σίγησον. οὕτω σκιρτῶσα νεότης πωλοδαμνεῖται

πειρατέον δὲ τοὺς τῶν ἡδονῶν ἥττους καὶ πρὸς τὰς ἐπιτιμήσεις δυσηκόους γάμῳ καταζεῦξαι, δεσμὸς γὰρ οὗτος τῆς νεότητος ἀσφαλέστατος. ἐγγυᾶσθαι δὲ δεῖ τοῖς υἱέσι γυναῖκας μήτʼ εὐγενεστέρας πολλῷ μήτε πλουσιωτέρας· τὸ γὰρ τὴν κατὰ σαυτὸν ἔλα σοφόν. ὡς οἵ γε μακρῷ κρείττους ἑαυτῶν λαμβάνοντες οὐ τῶν γυναικῶν ἄνδρες, τῶν δὲ προικῶν δοῦλοι λανθάνουσι γιγνόμενοι.

βραχέα δὲ προσθεὶς ἔτι περιγράψω τὰς ὑποθήκας. πρὸ πάντων γὰρ δεῖ τοὺς πατέρας τῷ μηδὲν ἁμαρτάνειν ἀλλὰ πάνθʼ ἃ δεῖ πράττειν ἐναργὲς αὑτοὺς παράδειγμα τοῖς τέκνοις παρέχειν, ἵνα πρὸς τὸν τούτων βίον ὥσπερ κάτοπτρον ἀποβλέποντες ἀποτρέπωνται τῶν αἰσχρῶν ἔργων καὶ λόγων. ὡς οἵτινες τοῖς ἁμαρτάνουσιν υἱοῖς[*](υἱέσιν?) ἐπιτιμῶντες τοῖς αὐτοῖς ἁμαρτήμασι περιπίπτουσιν, ἐπὶ τῷ ἐκείνων ὀνόματι λανθάνουσιν ἑαυτῶν κατήγοροι γιγνόμενοι τὸ δʼ ὅλον φαύλως ζῶντες οὐδὲ τοῖς δούλοις παρρησίαν ἄγουσιν ἐπιτιμᾶν, μὴ τί γε τοῖς υἱοῖς.[*](υἱέσι?) χωρὶς δὲ τούτων γένοιντʼ ἂν αὐτοῖς τῶν ἀδικημάτων σύμβουλοι καὶ διδάσκαλοι.[*](Plat. Legg. p. 729 c) ὅπου γὰρ γέροντές εἰσιν

v.1.p.32
ἀναίσχυντοι, ἐνταῦθʼ ἀνάγκη καὶ νέους ἀναιδεστάτους εἶναι. πειρατέον οὖν εἰς τὸν τῶν τέκνων σωφρονισμὸν πάνθʼ ὅσα προσῆκεν ἐπιτηδεύειν, ζηλώσαντας Εὐρυδίκην, ἥτις Ἰλλυρὶς οὖσα καὶ τριβάρβαρος, ὅμως ἐπὶ τῇ μαθήσει τῶν τέκνων ὀψὲ τῆς ἡλικίας ἥψατο παιδείας. ἱκανῶς δʼ αὐτῆς τὴν φιλοτεκνίαν σημαίνει τοὐπίγραμμα, ὅπερ ἀνέθηκε Μούσαις
  1. Εὐρυδίκη Ἱεραπολιῆτις τόνδʼ ἀνέθηκε
  2. Μούσαις εὔιστον ψυχῇ ἑλοῦσα πόθον.
  3. γράμματα γὰρ μνημεῖα λόγων μήτηρ γεγαυῖα
  4. παίδων ἡβώντων ἐξεπόνησε μαθεῖν.
τὸ μὲν οὖν πάσας τὰς προειρημένας[*](τὰς προειρημένας] fort. auditurὑποθήκας) συμπεριλαβεῖν εὐχῆς ἴσως ἢ παραινέσεως ἔργον ἐστί· τὸ δὲ τὰς πλείους ζηλῶσαι καὶ αὐτὸ μὲν εὐμοιρίας δεόμενόν ἐστι καὶ πολλῆς ἐπιμελείας, ἀνυστὸν δʼ οὖν ἀνθρωπίνῃ φύσει καθέστηκεν.