Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὅτι δʼ ὀρθῶς ὁ Οὐίνδιξ καὶ λελογισμένως ἐξεκαλεῖτο τὸν Γάλβαν ἐπὶ τὴν ἡγεμονίαν, ἐπιστώσατο μάρτυρι τῷ Νέρωνι. προσποιούμενος γὰρ ἐκείνου καταφρονεῖν καὶ παρʼ οὐδὲν ἡγεῖσθαι τὰ Γαλατῶν, ἅμα τῷ πυθέσθαι τὰ περὶ Γάλβαν ἔτυχε δὲ λελουμένος καὶ ἀριστῶν ἀνέτρεψε τὴν τράπεζαν.

οὐ μὴν ἀλλὰ συγκλήτου ψηφισαμένης πολέμιον τὸν Γάλβαν αὐτός τε παίζειν καὶ θρασύνεσθαι πρὸς τοὺς φίλους βουλόμενος, οὐ φαύλην ἔφη πρόρρησιν ἐμπεπτωκέναι λογισμοῦ δεομένῳ χρημάτων αὐτῷ· καὶ τὰ μὲν Γαλατῶν, ὅταν ὑποχείριοι γένωνται, λαφυραγωγήσεσθαι, ἡ δὲ Γάλβα πάρεστιν οὐσία χρῆσθαι καὶ πωλεῖν ἤδη πολεμίου πεφηνότος.

οὗτός τε δὴ τὰ Γάλβα πιπράσκειν ἐκέλευε, καὶ Γάλβας ἀκούσας, ὅσα Νέρωνος ἦν ἐν Ἰβηρίᾳ κηρύττων εὕρισκε πολλοὺς προθυμοτέρους ὠνητάς.

ἀφισταμένων δὲ πολλῶν τοῦ Νέρωνος καὶ πάντων ἐπιεικῶς τῷ Γάλβᾳ προστιθεμένων, μόνος Κλώδιος Μάκρος ἐν Λιβύῃ καὶ Οὐεργίνιος Ῥοῦφος ἐν Γαλατίᾳ τοῦ Γερμανικοῦ στρατεύματος ἡγούμενος αὐτοὶ καθʼ ἑαυτοὺς ἔπραττον, οὐ τὴν αὐτὴν αἵρεσιν ἔχοντες.

ἀλλʼ ὁ μὲν Κλώδιος, ἐν ἁρπαγαῖς πραγμάτων γεγονὼς καὶ φόνοις ἀνδρῶν διʼ ὠμότητα καὶ πλεονεξίαν, δῆλος ἦν ἐν τῷ μήτε κατέχειν μήτε ἀφιέναι τὴν ἀρχὴν δύνασθαι περιφερόμενος; Οὐεργίνιος δὲ ταγμάτων ἐπιστατῶν δυνατωτάτων πολλάκις αὐτὸν ἀναγορευόντων αὐτοκράτορα καὶ

p.218
βιαζομένων οὔτε αὐτὸς ἔφη λήψεσθαι τὴν ἡγεμονίαν οὔτε ἄλλῳ περιόψεσθαι διδομένην, ὃν ἂν μὴ ἡ σύγκλητος ἕληται.