Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

καὶ γὰρ ἦν ἤδη συνήθης, ἔτος ὄγδοον ἐκεῖνο τὴν ἀρχὴν ἔχων ἐν ᾧ Ἰούνιος Οὐίνδιξ ἐπανέστη Νέρωνι, Γαλατίας ὢν στρατηγός. λέγεται μὲν οὖν καὶ πρὸ τῆς ἐμφανοῦς ἀποστάσεως γράμματα πρὸς αὐτὸν ἀφικέσθαι παρὰ τοῦ Οὐίνδικος, οἷς μήτε πιστεῦσαι μήτε μηνῦσαι καὶ κατειπεῖν,

p.214
ὡς ἕτεροι τῶν ἡγεμονικῶν ἐπιστολὰς αὐτοῖς γραφείσας ἔπεμψαν πρὸς Νέρωνα καὶ διέφθειραν ὅσον ἐπʼ αὐτοῖς τὴν πρᾶξιν, ἧς ὕστερον μετασχόντες ὡμολόγησαν αὑτῶν οὐδὲν ἧττον ἢ ἐκείνου προδόται γεγονέναι.

ἀλλʼ ἐπειδὴ λαμπρῶς τὸν πόλεμον ἐκφήνας ὁ Οὐίνδιξ ἔγραψε τῷ Γάλβᾳ παρακαλῶν ἀναδέξασθαι τὴν ἡγεμονίαν καὶ παρασχεῖν ἑαυτὸν ἰσχυρῷ σώματι ζητοῦντι κεφαλήν, ταῖς Γαλατίαις δέκα μυριάδας ἀνδρῶν ὡπλισμένων ἐχούσαις ἄλλας τε πλείονας ὁπλίσαι δυναμέναις, προὔθηκε βουλὴν τοῖς φίλοις. ὧν οἱ μὲν ἠξίουν περιμένειν καραδοκοῦντα τίνα κίνησιν ἡ Ῥώμη καὶ φορὰν ἕξει πρὸς τὸν νεωτερισμόν·

Τίτος δὲ Οὐίνιος ὁ τοῦ στρατηγικοῦ τάγματος ἡγεμὼν αὐτοῖς[*](αὐτοῖς suggested by Sint.2 for the αὐτός of the MSS.) εἶπεν· ὦ Γάλβα, τίνα τρόπον βουλεύεσθε; τὸ γὰρ ζητεῖν Νέρωνι εἰ πιστοὶ μενοῦμεν, οὐκ ἤδη μενόντων ἐστίν, ὡς οὖν ὑπάρχοντος ἐχθροῦ Νέρωνος οὐ δὴ προετέον τὴν τοῦ Οὐίνδικος φιλίαν, ἢ καὶ κατηγορητέον εὐθὺς αὐτοῦ καὶ πολεμητέον, ὅτι σὲ βούλεται Ῥωμαίους ἔχειν ἄρχοντα μᾶλλον ἢ Νέρωνα τύραννον.

ἐκ τούτου προγράμματι μὲν ἐδήλωσεν ὁ Γάλβας ἡμέραν ἐν ᾗ τὰς κατά μέρος ἐλευθερώσεις

paris.1624.1055
ἀποδώσει τοῖς δεομένοις, λαλιὰ δὲ καὶ φήμη προεκπεσοῦσα πλῆθος ἀνθρώπων ἤθροισε προθύμων ἐπὶ τὸν νεωτερισμόν. οὐκ ἔφθη γοῦν φανερὸς ἐπὶ τοῦ βήματος γενόμενος, καὶ πάντες αὐτὸν ὁμοφώνως αὐτοκράτορα προσεῖπον.