Galba
Plutarch
Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
ἐπεὶ[*](ἐπεὶ Sint.2 corrects to ἐκεῖ (there).) δέ, τῶν ἀλιτηρίων ἐπιτρόπων ὠμῶς καὶ ἀγρίως τὰς ἐπαρχίας ἐκείνῳ διαφορούντων, ἄλλο μὲν εἶχεν οὐδὲν βοηθεῖν, αὐτῷ δὲ τῷ φανερὸς εἶναι συναλγῶν καὶ συναδικούμενος ἁμῶς γέ πως ἀναπνοήν τινα καὶ παραμυθίαν τοῖς καταδικαζομένοις καὶ πωλουμένοις παρέσχε· καὶ ποιημάτων εἰς Νέρωνα γινομένων καὶ πολλαχοῦ περιφερομένων καὶ ᾀδομένων, οὐκ ἐκώλυεν οὐδὲ συνηγανάκτει τοῖς ἐπιτρόποις· ἐφʼ οἷς ἔτι μᾶλλον ἠγαπᾶτο ὑπὸ τῶν ἀνθρώπων.
καὶ γὰρ ἦν ἤδη συνήθης, ἔτος ὄγδοον ἐκεῖνο τὴν ἀρχὴν ἔχων ἐν ᾧ Ἰούνιος Οὐίνδιξ ἐπανέστη Νέρωνι, Γαλατίας ὢν στρατηγός. λέγεται μὲν οὖν καὶ πρὸ τῆς ἐμφανοῦς ἀποστάσεως γράμματα πρὸς αὐτὸν ἀφικέσθαι παρὰ τοῦ Οὐίνδικος, οἷς μήτε πιστεῦσαι μήτε μηνῦσαι καὶ κατειπεῖν,
ἀλλʼ ἐπειδὴ λαμπρῶς τὸν πόλεμον ἐκφήνας ὁ Οὐίνδιξ ἔγραψε τῷ Γάλβᾳ παρακαλῶν ἀναδέξασθαι τὴν ἡγεμονίαν καὶ παρασχεῖν ἑαυτὸν ἰσχυρῷ σώματι ζητοῦντι κεφαλήν, ταῖς Γαλατίαις δέκα μυριάδας ἀνδρῶν ὡπλισμένων ἐχούσαις ἄλλας τε πλείονας ὁπλίσαι δυναμέναις, προὔθηκε βουλὴν τοῖς φίλοις. ὧν οἱ μὲν ἠξίουν περιμένειν καραδοκοῦντα τίνα κίνησιν ἡ Ῥώμη καὶ φορὰν ἕξει πρὸς τὸν νεωτερισμόν·