Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

μετʼ ὀλίγον δὲ ἧκε κομιζομένη τρωθεὶς γὰρ ἔφευγεν ὁ νεανίσκος, καί καταδιωχθεὶς ὑπὸ Μούρκου τινὸς ἀπεσφάγη πρὸς τῷ ἱερῷ τῆς Ἑστίας, ἀπεσφάττετο δὲ καί Οὐίνιος ὁμολογῶν κοινωνὸς γεγονέναι τῆς ἐπὶ τὸν Γάλβαν συνωμοσίας· ἐβόα γὰρ ἀποθνήσκειν παρὰ τὴν Ὄθωνος γνώμην. ἀλλὰ

p.268
γὰρ καί τούτου τὴν κεφαλὴν ἀποτεμόντες καί Λάκωνος ἐκόμισαν πρὸς τὸν Ὄθωνα δωρεὰς αἰτοῦντες.

ὡς δέ φησιν Ἀρχίλοχος,

  1. ἑπτὰ γὰρ νεκρῶν πεσόντων, οὓς ἐμάρψαμεν ποσίν,
  2. χίλιοι φονῆες ἐσμέν,
οὕτως τότε πολλοὶ τοῦ φόνου μὴ συνεφαψάμενοι, χεῖρας δὲ καί ξίφη καθαιμάσσοντες ἐπεδείκνυντο καὶ δωρεὰς ᾔτουν βιβλία διδόντες τῷ Ὄθωνι. εἴκοσι γοῦν καί ἑκατὸν εὑρέθησαν ὕστερον ἐκ τῶν γραμματίων, οὓς ὁ Οὐϊτέλλιος ἀναζητήσας ἅπαντας ἀπέκτεινεν.

ἧκε δὲ καί Μάριος Κέλσος εἰς τὴν παρεμβολήν. καί πολλῶν αὐτοῦ κατηγορούντων ὅτι τοὺς στρατιώτας ἔπειθε τῷ Γάλβᾳ βοηθεῖν, καί τοῦ πλήθους ἀποκτιννύειν βοῶντος, Ὄθων οὐκ ἐβούλετο· φοβούμενος δὲ ἀντιλέγειν οὐχ οὕτως ἔφη ταχέως

paris.1624.1066
ἀποκτενεῖν αὐτόν· εἶναι γὰρ ἃ δεῖ πρότερον ἐκπυθέσθαι παρὰ τοῦ ἀνδρός, ἐκέλευσεν οὖν δήσαντας φυλάττειν, καί παρέδωκε τοῖς μάλιστα πιστευομένοις.