Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

Νυμφίδιος γὰρ Σαβῖνος ὢν ἔπαρχος, ὥσπερ εἴρηται, μετὰ Τιγελλίνου τῆς αὐλῆς, ἐπεὶ τὰ Νέρωνος ἀπέγνωστο παντάπασι καὶ δῆλος ἦν

p.210
ἀποδρασόμενος εἰς Αἴγυπτον, ἔπεισε τὸ στρατιωτικόν, ὡς μηκέτι παρόντος, ἀλλʼ ἤδη πεφευγότος, αὐτοκράτορα Γάλβαν ἀναγορεῦσαι,

καὶ δωρεὰν ὑπέσχετο κατʼ ἄνδρα τοῖς αὐλικοῖς καὶ στρατηγικοῖς προσαγορευομένοις δραχμὰς ἑπτακισχιλίας πεντακοσίας, τοῖς δὲ ἐκτὸς στρατευομένοις πεντήκοντα καὶ διακοσίας ἐπὶ χιλίαις, ὅσον ἀμήχανον ἦν συναγαγεῖν μὴ πλείονα μυριάκις κακὰ παρασχόντα πᾶσιν ἀνθρώποις ὧν Νέρων παρέσχε.

τοῦτο

paris.1624.1054
γὰρ εὐθὺς μὲν ἀπώλεσε Νέρωνα, μετʼ ὀλίγον δὲ Γάλβαν τὸν μὲν γὰρ ὡς ληψόμενοι προήκαντο, τὸν δὲ μὴ λαμβάνοντες ἀπέκτειναν. εἶτα τὸν τοσοῦτον δώσοντα ζητοῦντες ἔφθησαν ἐν ταῖς ἀποστάσεσι καὶ προδοσίαις ἀναλώσαντες αὑτοὺς ἢ τυχόντες ὧν ἤλπισαν. τὰ μὲν οὖν καθʼ ἕκαστα τῶν γενομένων ἀπαγγέλλειν ἀκριβῶς τῆς πραγματικῆς ἱστορίας ἐστίν, ὅσα δὲ ἄξια λόγου τοῖς τῶν Καισάρων ἔργοις καὶ πάθεσι συμπέπτωκεν, οὐδὲ ἐμοὶ προσήκει παρελθεῖν.