Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

τοιαῦτα δὲ ἕτερα καὶ τῶν ὑπὸ Τιγελλίνῳ ταγμάτων ὑβριζόντων πολλάκις, ἐπέμπετο γράμματα τῷ Γάλβᾳ παρὰ τῶν ἐπιτρόπων ὁ δὲ φοβηθεὶς ὡς μὴ μόνον διὰ τὸ γῆρας, ἀλλὰ καὶ

p.246
διὰ τήν ἀπαιδίαν καταφρονούμενος, ἐβουλεύετο παῖδα θέσθαι τῶν ἐπιφανῶν τινα νεανίσκον καὶ διάδοχον ἀποδεῖξαι τῆς ἀρχῆς.

ἦν δέ Μάρκος Ὄθων, ἀνὴρ γένει μὲν οὐκ ἀφανής, τρυφῇ δὲ καὶ φιληδονίαις εὐθὺς ἐκ παίδων ἐν ὀλίγοις Ῥωμαίων διεφθαρμένος, ὡς δὲ τὸν Ἀλέξανδρον Ὅμηρος Ἑλένης; πόσιν ἠϋκόμοιο, μηδὲν ἔχοντα πρὸς δόξαν ἄλλο σεμνύνων ἀπὸ τῆς γυναικός, ὀνομάζει πολλάκις, οὕτως γεγονὼς περιβόητος ἐν Ῥώμῃ διὰ τὸν Ποππαίας γάμον, ἧς ἤρα μὲν ὁ Νέρων Κρισπίνῳ συνούσης, ἔτι δʼ αἰδούμενος τήν ἑαυτοῦ γυναῖκα καὶ τήν μητέρα φοβούμενος ὑφῆκε τὸν Ὄθωνα πειρῶντα τήν Ποππαίαν.

φίλῳ δὲ τῷ Ὄθωνι καὶ συμβιωτῇ διὰ τήν ἀσωτίαν ἐχρῆτο, καὶ σκωπτόμενος ὑπʼ αὐτοῦ πολλάκις εἰς μικρολογίαν καὶ ἀνελευθερίαν ἔχαιρε, λέγεται δέ ποτε μύρῳ τῶν πολυτελῶν χρισαμένου τοῦ Νέρωνος καὶ τὸν Ὄθωνα καταβρέξαντος, ἐκεῖνος πάλιν τῇ ὑστεραίᾳ δεχόμενος αὐτὸν ἅμα πολλαχόθεν ἀργυροῦς καὶ χρυσοῦς προβαλεῖν ἄφνω σωλῆνας, ὥσπερ ὕδωρ τὸ μύρον ἐκχέοντας καὶ κατακλύζοντας,

ἀλλὰ τήν γε Ποππαίαν προμοιχεύσας τῷ Νέρωνι, καὶ διαφθείρας ταῖς εἰς ἐκεῖνον ἐλπίσιν, ἔπεισεν ἀποστῆναι τοῦ ἀνδρός. ἐλθούσης δὲ παρʼ αὐτὸν ὡς γαμετῆς οὐκ ἠγάπα μετέχων, ἀλλʼ ἤσχαλλε μεταδιδούς, οὐδὲ αὐτῆς ἀχθομένης, ὥς φασι, τῇ ζηλοτυπίᾳ τῆς Ποππαίας.

καὶ γὰρ ἀποκλεῖσαι τὸν Νέρωνα λέγεται μὴ παρόντος τοῦ Ὄθωνος, εἴτε τῆς ἡδονῆς ἀφαιροῦσα τὸ πλήσμιον, εἴτε, ὥς φασιν ἔνιοι, βαρυνομένη

p.248
τὸν Καίσαρος γάμον, ἐραστῇ δὲ μὴ φεύγουσα χρῆσθαι διὰ τὸ φιλακόλαστον. ἐκινδύνευσεν οὖν ὁ Ὄθων ἀποθανεῖν· καὶ παράλογον ἦν ὅτι τήν γυναῖκα καὶ ἀδελφὴν ἀποκτείνας διὰ τὸν Ποππαίας γάμον ἐφείσατο τοῦ Ὄθωνος.