Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

οὕτω δὲ τοῦ Νυμφιδίου καταστρέψαντος ὁ Γάλβας πυθόμενος, καί τῶν συνωμοτῶν αὐτοῦ

p.236
κελεύσας ἀποθανεῖν ὅσοι μὴ διʼ αὑτῶν εὐθὺς ἀπέθανον, ἐν οἷς ἦν καί Κιγγώνιος ὁ τὸν λόγον γράψας καί Μιθριδάτης ὁ Ποντικός, ἔδοξε μὴ νομίμως, εἰ καί δικαίως, μηδὲ δημοτικῶς ἀνῃρηκέναι πρὸ κρίσεως ἄνδρας οὐκ ἀσήμους, ἕτερον γὰρ ἡγεμονίας σχῆμα προσεδέχοντο πάντες, ἐξαπατώμενοι συνήθως ὑπὸ τῶν ἐν ἀρχῇ λεγομένων.

ἔτι δὲ μᾶλλον ἠνίασεν αὐτοὺς ἀνὴρ ὑπατικὸς καί Νέρωνι πιστὸς ἀποθανεῖν κελευσθείς, Πετρώνιος Τουρπιλιανός. Μάκρον[*](Μάκρον (as in xiii. 3), Τρεβωνίου, suggested by Sint.2 for Μάκρωνα and Τρεβωνιανοῦ of the MSS.) γὰρ ἐν Λιβύῃ διὰ Τρεβωνίου[*](Μάκρον (as in xiii. 3), Τρεβωνίου, suggested by Sint.2 for Μάκρωνα and Τρεβωνιανοῦ of the MSS.) καὶ Φοντήϊον ἐν Γερμανίᾳ διὰ Οὐάλεντος ἀνελὼν πρόφασιν εἶχεν ἐν ὅπλοις καί στρατοπέδοις ὄντας φοβηθῆναι. Τουρπιλιανὸν δέ, γέροντα γυμνὸν καί ἄνοπλον, λόγου μεταλαβεῖν οὐδὲν ἐκώλυεν, εἴ τις ἣν ἐπαγγέλλεται μετριότητα τοῖς πράγμασιν[*](πράγμασιν Sint.2 has γράμμασιν (in his letters), after Emporius.) ἔργῳ φυλάξειν ἔμελλε.

ταῦτα μὲν οὖν τοιαύτας ἔχει μέμψεις. ἐπεὶ δὲ προσιὼν ἀπεῖχε τῆς πόλεως περὶ πέντε καί εἴκοσι σταδίους, ἐνετύγχανεν ἀκοσμίᾳ καί θορύβῳ τῶν ἐρετῶν τὴν ὁδὸν προκατεχόντων καὶ περικεχυμένων πανταχόθεν, οὗτοι δὲ ἦσαν οὓς εἰς ἓν τάγμα ὁ Νέρων συλλοχίσας ἀπέφηνε στρατιώτας·

καί τότε παρόντες ἐκβεβαιώσασθαι τὴν στρατείαν οὔτʼ ὀφθῆναι τοῖς ἀπαντῶσιν οὔτʼ ἀκουσθῆναι παρίεσαν τὸν αὐτοκράτορα, ἀλλʼ ἐθορύβουν βοῇ σημεῖα τῷ τάγματι καί χώραν αἰτοῦντες, ἐκείνου δὲ ὑπερτιθεμένου καί πάλιν εἰπεῖν[*](πάλιν εἰπεῖν Bekker has παρείχειν (yield), after Coraës.) κελεύσαντος,

p.238
ἀρνήσεως σχῆμα τὴν ἀναβολὴν εἶναι φάσκοντες ἠγανάκτουν καί παρείποντο μὴ φειδόμενοι βοῆς. ἐνίων δὲ καί τὰς μαχαίρας σπασαμένων, ἐκέλευσε τοὺς ἱππεῖς ἐμβαλεῖν αὐτοῖς ὁ Γάλβας. ὑπέστη δὲ οὐδεὶς ἐκείνων, ἀλλʼ οἱ μὲν εὐθὺς ἀνατραπέντες, οἱ δὲ φεύγοντες διεφθάρησαν, οὐ χρηστὸν οὐδὲ αἴσιον ποιοῦντες τῷ Γάλβᾳ τὸν οἰωνὸν εἰσιόντι διὰ πολλοῦ φόνου καί νεκρῶν τοσούτων εἰς τὴν πόλιν. ἀλλʼ εἰ καί τις αὐτοῦ κατεφρόνει πρότερον ἀσθενοῦς καί γέροντος ὁρωμένου, τότε πᾶσι φρικώδης καί φοβερὸς ἐγένετο.