Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ γὰρ Νυμφίδιος εὐθὺς ἐπανελθόντος τοῦ Γελλιανοῦ πρὸς αὐτόν, ὃν ἔπεμψε τοῦ Γάλβᾳ τρόπον τινὰ κατάσκοπον, ἀκούσας τῆς μὲν αὐλῆς καὶ τῶν δορυφόρων ἔπαρχον ἀποδεδεῖχθαι Κορνήλιον Λάκωνα, τὸ δὲ σύμπαν εἶναι τοῦ Οὐινίου κράτος, αὐτῷ δὲ μηδέποτε τοῦ Γάλβᾳ στῆναι πλησίον ἐγγεγονέναι μηδὲ ἐντυχεῖν ἰδίᾳ, πάντων αὐτὸν ὑφορωμένων καὶ διαφυλαττόντων, ἐθορυβήθη·

καὶ συναγαγὼν τοὺς ἡγεμόνας τοῦ στρατεύματος ἔφη Γάλβαν μὲν αὐτὸν εἶναι πρεσβύτην ἐπιεικῆ καὶ μέτριον, ἐλάχιστα δὲ τοῖς αὑτοῦ χρώμενον λογισμοῖς ὑπὸ Οὐινίου καὶ Λάκωνος οὐκ εὖ διοικεῖσθαι. πρὶν οὖν λαθεῖν αὐτοὺς ἣν ἔσχε Τιγελλῖνος ἰσχὺν ἐν τοῖς πράγμασι κτησαμένους, πεμπτέον εἶναι πρὸς τὸν ἡγεμόνα πρέσβεις ἀπὸ στρατοπέδου τοὺς διδάξοντας ὅτι τῶν φίλων δύο μόνους τούτους ἀποσκευασάμενος ἡδίων παρέσται πᾶσι καὶ ποθεινότερος.

ἐπεὶ δὲ ταῦτα λέγων οὐκ ἔπειθεν, ἀλλʼ ἄτοπον ἐδόκει καὶ ἀλλόκοτον ἡγεμόνα πρεσβύτην, ὥσπερ ἄρτι γευόμενον ἐξουσίας μειράκιον, οἷς χρήσεται φίλοις ἢ μή, ῥυθμίζειν, ἑτέραν ὁδὸν τραπόμενος ἔγραφε τῷ Γάλβᾳ δεδιττόμενος, νῦν μὲν ὡς ὕπουλα καὶ μετέωρα πολλὰ τῆς πόλεως ἐχούσης, νῦν δὲ Κλώδιον Μάκρον ἐν Λιβύῃ τὰ σιτηγὰ κατέχειν, αὖθις δὲ παρακινεῖν τὰ Γερμανικὰ τάγματα, καὶ περὶ τῶν ἐν Συρίᾳ καὶ Ἰουδαίᾳ δυνάμεων ὅμοια πυνθάνεσθαι.

p.232

τοῦ δὲ Γάλβᾳ μὴ πάνυ τὸν νοῦν προσέχοντος αὐτῷ μηδὲ πιστεύοντος ἔγνω προεπιχειρεῖν καίτοι Κλώδιος Κέλσος Ἀντιοχεύς, ἀνὴρ ἔμφρων, εὔνους δὲ ἐκείνῳ καὶ πιστός, ἀπηγόρευε, λέγων οὐκ ἂν οἴεσθαι μίαν ἐν Ῥώμῃ συνοικίαν Καίσαρα προσειπεῖν Νυμφίδιον. ἀλλὰ πολλοὶ κατεγέλων, καὶ Μιθριδάτης ὁ Ποντικὸς ἐπισκώπτων τὴν φαλακρότητα καὶ ῥυσσότητα τοῦ Γάλβᾳ νῦν ἔφη τινὰ δοκεῖν εἶναι Ῥωμαίοις, ὀφθέντα δὲ φανεῖσθαι τῶν ἡμερῶν τούτων ἃς καλεῖται Καῖσαρ, ὄνειδος.