Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

τοῦτο μὲν οὖν διὰ τὴν Καίσαρος μετριότητα κωμικωτέραν γενομένην γέλωτος, οὐκ ὀργῆς ἄξιον ἔδοξεν ἃ δὲ τὸν Γάλβαν ἔχων ὑφʼ αὑτῷ καὶ δυνάμενος

p.230
μέγιστον ἐπὶ χρήμασιν, ἔπραττε, τραγικῶν παθῶν καὶ συμφορῶν μεγάλων τοῖς μὲν αἰτίαν, τοῖς δὲ πρόφασιν παρέσχεν.

ὁ γὰρ Νυμφίδιος εὐθὺς ἐπανελθόντος τοῦ Γελλιανοῦ πρὸς αὐτόν, ὃν ἔπεμψε τοῦ Γάλβᾳ τρόπον τινὰ κατάσκοπον, ἀκούσας τῆς μὲν αὐλῆς καὶ τῶν δορυφόρων ἔπαρχον ἀποδεδεῖχθαι Κορνήλιον Λάκωνα, τὸ δὲ σύμπαν εἶναι τοῦ Οὐινίου κράτος, αὐτῷ δὲ μηδέποτε τοῦ Γάλβᾳ στῆναι πλησίον ἐγγεγονέναι μηδὲ ἐντυχεῖν ἰδίᾳ, πάντων αὐτὸν ὑφορωμένων καὶ διαφυλαττόντων, ἐθορυβήθη·