Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

Γάλβαν δὲ περὶ Νάρβωνα, πόλιν Γαλατικήν, οἱ παρὰ τῆς συγκλήτου πρέσβεις ἐντυχόντες ἠσπάζοντο, καὶ παρεκάλουν ἐπιφανῆναι τῷ δήμῳ ποθοῦντι ταχέως, ὁ δὲ τάς τε ἄλλας παρεῖχεν ἐντεύξεις καὶ συνουσίας αὐτοῖς φιλανθρώπους καὶ

p.228
δημοτικάς, πρός τε τάς ἑστιάσεις πολλῆς κατασκευῆς καὶ θεραπείας βασιλικῆς παρούσης, ἣν ἐκ τῶν Νέρωνος ὁ Νυμφίδιος αὐτῷ προσέπεμψεν, οὐδενὶ χρώμενος ἐκείνων, ἀλλὰ τοῖς ἑαυτοῦ πᾶσιν, εὐδοκίμει, μεγαλόφρων ἀνὴρ καὶ κρείττων ἀπειροκαλίας φαινόμενος.

ταχὺ μέντοι τὰ γενναῖα ταῦτα καὶ ἄτυφα καὶ πολιτικὰ δημαγωγίαν Οὐίνιος ἀποφαίνων καὶ κομψότητα μεγάλων ἀπαξιοῦσαν αὑτήν, ἔπεισε χρήμασί τε χρῆσθαι τοῖς Νέρωνος καὶ περὶ τάς ὑποδοχὰς μὴ φείδεσθαι τῆς βασιλικῆς πολυτελείας, καὶ ὅλως αἴσθησιν αὑτοῦ κατὰ μικρὸν ὑπὸ τῷ Οὐινίῳ γενησομένου παρεῖχεν ὁ πρεσβύτης.