Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

εὐχόμενος δὲ περὶ αὐτῆς τῇ Ἥρᾳ προσκυνῆσαι μόνην θεῶν ἐκείνην, ταῖς χερσὶ τῆς γῆς ἁψάμενος, δῶρά τε τῇ θεῷ τοσαῦτα πέμψαι τοὺς σατράπας καὶ φίλους αὐτοῦ κελεύσαντος ὥστε τὰ μεταξὺ τοῦ ἱεροῦ καὶ τῶν βασιλείων ἑκκαίδεκα στάδια χρυσοῦ καὶ ἀργύρου καὶ πορφύρας καὶ ἵππων ἐμπλησθῆναι.

p.184

πόλεμον δὲ πρὸς μὲν Αἰγυπτίους διὰ Φαρναβάζου καὶ Ἰφικράτους ἐξενεγκὼν ἀπέτυχε, στασιασάντων ἐκείνων· ἐπὶ δὲ Καδουσίους αὐτὸς ἐστράτευσε τριάκοντα μυριάσι πεζῶν καὶ μυρίοις ἱππεῦσιν. ἐμβαλὼν δὲ εἰς χώραν τραχύτητι χαλεπὴν καὶ ὁμιχλώδη καὶ τῶν ἀπὸ σπόρου καρπῶν ἄγονον, ἀπίοις δὲ καὶ μήλοις καὶ τοιούτοις ἄλλοις ἀκροδρύοις τρέφουσαν ἀνθρώπους πολεμικοὺς καὶ θυμοειδεῖς, ἔλαθε μεγάλαις ἀπορίαις καὶ κινδύνοις περιπεσών.

οὐδὲν γὰρ ἐδώδιμον ἦν λαμβάνειν οὐδὲ ἔξωθεν ἐπεισάγεσθαι, τὰ δὲ ὑποζύγια μόνον κατέκοπτον, ὥστε ὄνου κεφαλὴν μόλις δραχμῶν ἑξήκοντα ὤνιον εἶναι. τὸ δὲ βασιλικὸν δεῖπνον ἐξελείφθη· καὶ τῶν ἵππων ὀλίγοι περιῆσαν ἔτι, τοὺς δὲ ἄλλους ἐσθίοντες κατανηλώκεσαν. ἐνταῦθα Τηρίβαζος, ἀνὴρ πολλάκις μὲν ἐν πρώτῃ διʼ ἀνδραγαθίαν τάξει γενόμενος, πολλάκις δὲ ἀπορριφεὶς διὰ κουφότητα καὶ τότε ταπεινὰ πράττων καὶ περιορώμενος, ἔσωσε βασιλέα καὶ τὸν στρατόν.

ὄντων γὰρ δυεῖν ἐν τοῖς Καδουσίοις βασιλέων, ἑκατέρου δὲ χωρὶς στρατοπεδεύοντος, ἐντυχὼν τῷ Ἀρτοξέρξῃ καὶ φράσας περὶ ὧν διενοεῖτο πράττειν, ἐβάδιζεν αὐτὸς πρὸς τὸν ἕτερον τῶν Καδουσίων, καὶ πρὸς τὸν ἕτερον κρύφα τὸν υἱὸν ἔπεμπεν. ἐξηπάτα δὲ ἑκάτερον ἑκάτερος, λέγων ὡς ἅτερος ἐπιπρεσβεύεται πρὸς τὸν Ἀρτοξέρξην φιλίαν μόνῳ πράττων ἑαυτῷ καὶ συμμαχίαν· οὐκοῦν, εἰ σωφρονεῖ, χρῆναι πρότερον ἐντυγχάνειν ἐκείνῳ, αὐτὸν δὲ συμπράξειν ἅπαντα.

τούτοις ἐπείσθησαν ἀμφότεροι, καὶ φθάνειν

p.186
ἀλλήλους νομίζοντες ὁ μὲν τῷ Τηριβάζῳ συνέπεμψε πρέσβεις, ὁ δὲ τῷ παιδὶ τοῦ Τηριβάζου. διατριβῆς δὲ γενομένης ὑποψίαι καὶ διαβολαὶ κατὰ τοῦ Τηριβάζου τῷ Ἀρτοξέρξῃ προσέπιπτον αὐτὸς δὲ δυσθύμως εἶχε καὶ μετενόει πιστεύσας τῷ Τηριβάζῳ, καὶ τοῖς φθονοῦσιν ἐγκαλεῖν παρεῖχεν.