Aratus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
τότε δὲ πιστεύσαντες ἥκειν ἃ πάλαι προσεδόκων, ὥρμησαν ἀθρόοι πρὸς τὰς θύρας τοῦ
οἱ δὲ στρατιῶται καταπαύσαντες μετὰ τῶν Σικυωνίων τὸ πῦρ διήρπαζον τὴν οἰκίαν. καὶ οὔτε ταῦτα ἐκώλυσεν ὁ Ἄρατος, τά τε λοιπὰ χρήματα τῶν τυράννων εἰς μέσον ἔθηκε τοῖς πολίταις. ἀπέθανε δὲ οὐδεὶς οὐδὲ ἐτρώθη τὸ παράπαν τῶν ἐπελθόντων οὐδὲ τῶν πολεμίων, ἀλλὰ καθαρὰν καὶ ἄθικτον αἵματος ἐμφυλίου τὴν πρᾶξιν ἡ τύχη διεφύλαξε.
κατήγαγε δὲ φυγάδας τοὺς μὲν ὑπὸ Νικοκλέους ἐκπεπτωκότας ὀγδοήκοντα, τοὺς δὲ ἐπὶ τῶν ἔμπροσθεν τυράννων οὐκ ἐλάττους πεντακοσίων, οἷς μακρὰ μὲν ἡ πλάνη καὶ ὁμοῦ τι πεντηκονταετὴς ἐγεγόνει. κατελθόντες δὲ οἱ πλεῖστοι πένητες, ὧν κύριοι πρότερον ἦσαν ἐπελαμβάνοντο, καὶ βαδίζοντες ἐπὶ τὰ χωρία καὶ τὰς οἰκίας δεινὴν ἀπορίαν τῷ Ἀράτῳ παρεῖχον, ἐπιβουλευομένην μὲν ἔξωθεν καὶ φθονουμένην ὑπʼ Ἀντιγόνου τὴν πόλιν ὁρῶντι διά τὴν ἐλευθερίαν, ταραττομένην δὲ ὑφʼ αὑτῆς καὶ στασιάζουσαν.
ὅθεν ἐκ τῶν παρόντων ἄριστα κρίνας προσέμιξεν αὐτὴν φέρων τοῖς Ἀχαιοῖς· καὶ Δωριεῖς ὄντες ὑπέδυσαν ἑκουσίως ὄνομα καὶ πολιτείαν τὴν Ἀχαιῶν οὔτε ἀξίωμα λαμπρὸν οὔτε μεγάλην ἰσχὺν ἐχόντων τότε. μικροπολῖται γὰρ ἦσαν οἱ πολλοί, καὶ γῆν οὔτε χρηστὴν οὔτε ἄφθονον
ἀλλὰ μάλιστα δὴ διέδειξαν οὗτοι τὴν Ἑλληνικὴν ἀλκὴν ἀπρόσμαχον οὖσαν, ὁσάκις τύχοι κόσμου καὶ συντάξεως ὁμοφρονούσης καὶ νοῦν ἔχοντος ἡγεμόνος, οἳ τῆς μὲν πάλαι τῶν Ἑλλήνων ἀκμῆς οὐδὲν, ὡς εἰπεῖν, μέρος ὄντες, ἐν δὲ τῷ τότε μιᾶς ἀξιολόγου πόλεως σύμπαντες ὁμοῦ δύναμιν οὐκ ἔχοντες,
εὐβουλίᾳ καὶ ὁμονοίᾳ, καὶ ὅτι τῷ πρώτῳ κατʼ ἀρετὴν ἐδύναντο μὴ φθονεῖν, ἀλλὰ πείθεσθαι καὶ ἀκολουθεῖν, οὐ μόνον αὑτοὺς ἐν μέσῳ πόλεων καὶ δυνάμεων τηλικούτων καὶ τυραννίδων διεφύλαξαν ἐλευθέρους, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων ὡς πλείστους ἐλευθεροῦντες καὶ σῴζοντες διετέλουν.