Aratus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
ἅμα δὲ ἡμέρᾳ τῶν πυλῶν ἀνοιχθεισῶν καὶ τῆς σάλπιγγος ἐγκελευσαμένης, δρόμῳ καὶ ἀλαλαγμῷ προσπεσὼν τοῖς πολεμίοις εὐθὺς ἐτρέψατο, καὶ κατεῖχε διώκων ᾗ μάλιστα φεύγειν ὑπενόει τὸν Ἀρίστιππον, ἐκτροπὰς πολλὰς τῶν χωρίων ἐχόντων.
γενομένης δὲ τῆς διώξεως ἄχρι Μυκηνῶν, ὁ μὲν τύραννος ὑπὸ Κρητός τινος, ὡς Δεινίας ἱστορεῖ, τοὔνομα Τραγίσκου, καταληφθεὶς ἀποσφάττεται, τῶν δὲ ἄλλων ἔπεσον ὑπὲρ χιλίους πεντακοσίους. ὁ δὲ Ἄρατος οὕτω λαμπρῶς εὐτυχήσας καὶ μηδένα τῶν αὐτοῦ στρατιωτῶν ἀποβαλών, ὅμως οὐκ ἔλαβε τὸ Ἄργος οὐδὲ ἠλευθέρωσε, τῶν περὶ Ἀγίαν καὶ τὸν νεώτερον Ἀριστόμαχον μετὰ δυνάμεως βασιλικῆς παρεισπεσόντων καὶ κατασχόντων τὰ πράγματα.
τὸ μὲν οὖν πολὺ τῆς διαβολῆς καὶ λόγους καὶ σκώμματα καὶ βωμολοχίας παρείλετο τῶν κολακευόντων τοὺς τυράννους καὶ διεξιόντων, ἐκείνοις χαριζομένων, ὡς τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν ἐκταράττοιτο μὲν ἡ κοιλία παρὰ τὰς μάχας, κάρος δὲ προσπίπτοι καὶ ἴλιγγος ἅμα τῷ παραστῆναι τὸν σαλπιγκτήν, ἐκτάξας δὲ τὴν δύναμιν καὶ τὸ σύνθημα παρεγγυήσας, καὶ πυθόμενος τῶν ὑποστρατήγων καὶ λοχαγῶν, μή τις αὐτοῦ χρεία παρόντος βεβλῆσθαι γὰρ τοὺς ἀστραγάλους, ἀπέρχοιτο καραδοκήσων πόρρωθεν τὸ