Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

πρὸς δʼ οὖν τὸν Ἀρίστιππον ὁ Ἄρατος καὶ κρύφα πολλάκις καὶ φανερῶς προσέπταισεν ἐπιχειρήσας καταλαμβάνειν τὸ Ἄργος, ἅπαξ δὲ κλίμακας προσθεὶς μετʼ ὀλίγων ἐπὶ τὸ τεῖχος ἀνέβη παραβόλως, καὶ τοὺς βοηθοῦντας

p.62
ἐνταῦθα τῶν φυλάκων ἀπέκτεινεν.

εἶτα ἡμέρας ἐπιφανείσης καὶ τοῦ τυράννου πανταχόθεν αὐτῷ προσβάλλοντος, οἱ μὲν Ἀργεῖοι, καθάπερ οὐχ ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας τῆς μάχης οὔσης, ἀλλʼ ὡς τὸν ἀγῶνα τῶν Νεμείων βραβεύοντες, ἴσοι καὶ δίκαιοι θεαταὶ καθῆντο τῶν γινομένων, πολλὴν ἡσυχίαν ἄγοντες, ὁ δὲ Ἄρατος εὐρώστως ἀμυνόμενος λόγχῃ μὲν ἐκ χειρὸς διελαύνεται τὸν μηρόν, ἐκράτησε δὲ τῶν τόπων ἐν οἷς ἦν, καὶ οὐκ ἐξεώσθη μέχρι νυκτὸς ἐνοχλούμενος ὑπὸ τῶν πολεμίων.

εἰ δὲ καὶ τὴν νύκτα τῷ πόνῳ προσεταλαιπώρησεν, οὐκ ἂν διήμαρτεν ὁ γὰρ τύραννος ἤδη περὶ δρασμὸν εἶχε καὶ πολλὰ τῶν ἰδίων ἐπὶ θάλασσαν προεξέπεμψε νῦν δὲ τοῦτο μὲν οὐδενὸς ἐξαγγείλαντος πρὸς τὸν Ἄρατον, ὕδατος δὲ ἐπιλιπόντος, ἑαυτῷ δὲ χρήσασθαι διὰ τὸ τραῦμα μὴ δυνάμενος, ἀπήγαγε τοὺς στρατιώτας.