Aratus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
οὕτω γὰρ ἐπῆρτο τῇ ψυχῇ καὶ τοσοῦτον ἔρωτα τῶν καλῶν πράξεων εἶχεν, ὥστε τὸν Φωκίωνα καὶ τὸν Ἐπαμεινώνδαν ἐπιστάμενος Ἑλλήνων δικαιοτάτους καὶ κρατίστους γεγονέναι δοκοῦντας ἐπὶ τῷ διώσασθαι δωρεὰς μεγάλας καὶ μὴ προέσθαι χρημάτων τὸ καλόν, αὐτὸς εἰς ταῦτα δαπανᾶσθαι κρύφα καὶ προεισφέρειν, ἐν οἷς ἐκινδύνευε μόνος ὑπὲρ πάντων οὐδὲ εἰδότων τὰ πραττόμενα, ᾑρεῖτο.
τίς γὰρ οὐκ ἂν θαυμάσειε καὶ συναγωνίσαιτο ἔτι νῦν τῇ μεγαλοψυχίᾳ τοῦ ἀνδρός, ὠνουμένου χρημάτων τοσούτων κίνδυνον τηλικοῦτον, καὶ τὰ τιμιώτατα δοκοῦντα τῶν κτημάτων ὑποτιθέντος, ὅπως παρεισαχθεὶς νυκτὸς εἰς τοὺς πολεμίους διαγωνίσηται περὶ τῆς ψυχῆς, ἐνέχυρον λαβὼν τὴν ἐλπίδα τοῦ καλοῦ παρʼ αὐτῶν, ἄλλο δὲ οὐδέν;
οὖσαν δὲ καθʼ αὑτὴν ἐπισφαλῆ τὴν πρᾶξιν ἐπισφαλεστέραν ἐποίησεν ἁμαρτία τις εὐθὺς ἐν ἀρχῇ συμβᾶσα διʼ ἄγνοιαν. ὁ γὰρ οἰκέτης τοῦ Ἀράτου Τέχνων ἐπέμφθη μὲν ὡς μετὰ τοῦ Διοκλέους κατασκεψόμενος τὸ τεῖχος, οὔπω δʼ ἦν τῷ Διοκλεῖ πρότερον ἐντετυχηκὼς κατʼ ὄψιν, ἀλλὰ τὴν μορφὴν αὐτοῦ καὶ τὸ εἶδος δοκῶν κατέχειν ἐξ ὧν ὁ Ἐργῖνος ἐπεσήμηνεν οὐλοκόμην καὶ μελάγχρουν καὶ ἀγένειον.