Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
τοὐναντίον δʼ ἀπήντησεν, ὡς ἐν τοῖς περὶ Καίσαρος ἀκριβῶς γέγραπται.
Κασσίῳ δὲ πειρῶντι τοὺς φίλους ἐπὶ
p.146
Καίσαρα πάντες ὡμολόγουν, εἰ Βροῦτος ἡγοῖτο· δεῖσθαι γὰρ οὐ χειρῶν οὐδὲ τόλμης τὴν πρᾶξιν, ἀλλὰ δόξης ἀνδρὸς οἷος οὗτός ἐστιν, ὥσπερ καταρχομένου καὶ βεβαιοῦντος αὐτῷ τῷ παρεῖναι τὸ δίκαιον· εἰ δὲ μή,καὶ δρῶντας ἀθυμοτέρους ἔσεσθαι καὶ δράσαντας ὑποπτοτέρους· ὡς οὐκ ἂι ἐκείνου τὸ ἔργον, εἰ καλὴν αἰτίαν εἶχεν, ἀπειπαμένου.