Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

βουλομένων δὲ τῶν ἐπιτρόπων τοῦ Φαύστου καὶ οἰκείων ἐπεξιέναι

paris.1624.988
καὶ δικάζεσθαι Πομπήϊος ἐκώλυσε, καὶ συναγαγὼν εἰς ταὐτὸ τοὺς παῖδας ἀμφοτέρους ἀνέκρινε περὶ τοῦ πράγματος.

ἔνθα δὴ λέγεται τὸν Κάσσιον εἰπεῖν ἂγε δή;, ὦ Φαῦστε, τόλμησον ἐναντίον τούτου φθέγξασθαι τὸν λόγον ἐκεῖνον ἐφʼ ᾧ παρωξύνθην, ἵνα σου πάλιν ἐγὼ συντρίψω τὸ στόμα.

τοιοῦτος μὲν ὁ Κάσσιος· Βροῦτον δὲ πολλοὶ μὲν λόγοι παρὰ τῶν συνήθων, πολλαῖς δὲ φήμαις καὶ γράμμασιν ἐξεκαλοῦντο καὶ παρώρμων ἐπὶ τὴν πρᾶξιν οἱ πολῖται.

τῷ μὲν γὰρ ἀνδριάντι τοῦ προπάτορος Βρούτου τοῦ καταλύσαντος τὴν τῶν βασιλέων ἀρχήν ἐπέγραφον εἴθε νῦν ἦς, Βροῦτε· καὶ ὢφελε ζῆν Βροῦτος.

τὸ δʼαὐτοῦ Βρούτου βῆμα στρατηγοῦντος εὑρίσκετο μεθʼ ἡμέραν ἀνάπλεων γραμμάτων τοιούτων Βροῦτε, καθεύδεις; καὶ οὐκ εἶ Βροῦτος ἀληθῶς.

αἴτιοι δὲ τούτων οἱ Καίσαρος κόλακες ἄλλας τε τιμὰς ἐπιφθόνους ἀνευρίσκοντες αὐτῷ καὶ διαδήματα τοῖς ἀνδριᾶσι νύκτωρ ἐπιτιθέντες, ὡς τοὺς πολλοὺς ὑπαξόμενοι βασιλέα προσειπεῖν ἀντὶ δικτάτορος.

τοὐναντίον δʼ ἀπήντησεν, ὡς ἐν τοῖς περὶ Καίσαρος ἀκριβῶς γέγραπται.