Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ὁ μὲν γὰρ ἐν τοῖς παισὶ μεγαληγορῶν τὴν τοῦ πατρὸς ἐπῄνει μοναρχίαν· ὁ δὲ Κάσσιος ἐπαναστὰς κονδύλους ἐνέτριβεν αὐτῷ.
βουλομένων δὲ τῶν ἐπιτρόπων τοῦ Φαύστου καὶ οἰκείων ἐπεξιέναι
paris.1624.988
καὶ δικάζεσθαι Πομπήϊος ἐκώλυσε, καὶ συναγαγὼν εἰς ταὐτὸ τοὺς παῖδας ἀμφοτέρους ἀνέκρινε περὶ τοῦ πράγματος. ἔνθα δὴ λέγεται τὸν Κάσσιον εἰπεῖν ἂγε δή;, ὦ Φαῦστε, τόλμησον ἐναντίον τούτου φθέγξασθαι τὸν λόγον ἐκεῖνον ἐφʼ ᾧ παρωξύνθην, ἵνα σου πάλιν ἐγὼ συντρίψω τὸ στόμα.