Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ταῦτα τὰ θηρία συμφορὰν λέγεται μεγάλην γενέσθαι Μεγαρεῦσιν. οἱ μὲν γὰρ ἤδη τῆς πόλεως καταλαμβανομένης διέσπασαν τὰ κλεῖθρα καὶ τοὺς δεσμοὺς ἀνῆκαν, ὡς ἐμποδὼν εἴη τὰ θηρία τοῖς ἐπιφερομένοις, τὰ δʼ ὤρουσεν εἰς αὐτοὺς ἐκείνους καὶ διαθέοντας ἀνόπλους ἥρπαζεν, ὥστε καὶ τοῖς πολεμίοις τὴν ὄψιν οἰκτρὰν γενέσθαι.

τῷ δʼ οὖν Κασσίῳ ταύτην μάλιστά φασιν αἰτίαν ὑπάρξαι τῆς ἐπιβουλῆς· οὐκ ὀρθῶς

p.144
λέγοντες. ἐξ ἀρχῆς γὰρ ἦν τῇ φύσει τοῦ Κασσίου δυσμένειά τις καὶ χαλεπότης πρὸς τὸ γένος τῶν τυράννων, ὡς ἐδήλωσεν ἔτι παῖς ὢν βαδίζων εἰς ταὐτὸ τῷ τοῦ Σύλλα παιδὶ Φαύστῳ διδασκαλεῖον.

ὁ μὲν γὰρ ἐν τοῖς παισὶ μεγαληγορῶν τὴν τοῦ πατρὸς ἐπῄνει μοναρχίαν· ὁ δὲ Κάσσιος ἐπαναστὰς κονδύλους ἐνέτριβεν αὐτῷ.