Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἀλλʼ εἷλκεν αὐτὸν ἡ περὶ Κάσσιον ἑταιρεία καὶ ἀπέστρεφεν, αὐτῷ μὲν οὔπω Κασσίῳ διηλλαγμένον ἐξ ἐκείνης τῆς φιλοτιμίας, ἀκούοντα δὲ τῶν φίλων διακελευομένων μὴ περιορᾶν αὑτὸν ὑπὸ Καίσαρος μαλασσόμενον καὶ κηλούμενον, ἀλλὰ φεύγειν τὰς τυραννικὰς φιλοφροσύνας καὶ χάριτας, αἷς οὐ τιμῶντα τὴν ἀρετήν, ἀλλʼ ἐκτέμνοντα τὴν ἀλκὴν καὶ τὸν θυμὸν ὑπερείποντα χρῆσθαι πρὸς αὐτόν.
οὐμὴν οὐδὲ Καῖσαρ ἀνύποπτος ἦν πάμπαν οὐδʼ ἀδιάβλητος πρὸς αὐτόν, ἀλλὰ τὸ μὲν φρόνημα καὶ τὸ ἀξίωμα καὶ τοὺς φίλους ἐδεδίει τοῦ ἀνδρός, ἐπίστευε δὲ τῷ ἤθει.
καὶ πρῶτον μὲν Ἀντωνίου καὶ Δολοβέλλα λεγομένων νεωτερίζειν
ἔπειτα τὸν Βροῦτον τινῶν διαβαλλόντων καὶ φυλάττεσθαι παρακελευομένων τῇ χειρὶ τοῦ σώματος ἁπτόμενος εἶπε τί δέ; οὐκ ἂν ὑμῖν δοκεῖ Βροῦτος ἀναμεῖναι τουτὶ τὸ σαρκίον; ὡς οὐδενὶ προσῆκον ἄλλῳ μεθʼ ἑαυτὸν ἢ Βρούτῳ δύνασθαι τοσοῦτον.
καὶ μέντοι δοκεῖ πρῶτος ἂν ἐν τῇ πόλει γενέσθαι βεβαίως, ὀλίγον χρόνον ἀνασχόμενος Καίσαρι δευτερεῦσαι καὶ παρακμάσαι τὴν δύναμιν αὐτοῦ καὶ μαρανθῆναι τὴν ἐπὶ τοῖς κατορθώμασιν ἐάσας δόξαν.