Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τὸ γὰρ ἐμβριθὲς αὐτοῦ καὶ μὴ ῥᾳδίως μηδὲ παντὸς ὑπήκοον τοῦ δεομένου πρὸς χάριν, ἀλλʼ ἐκ λογισμοῦ καὶ προαιρέσεως τῶν καλῶν πρακτικόν, ὅποι τρέψειεν, ἰσχυραῖς ἐχρῆτο ταῖς ὁρμαῖς καὶ τελεσιουργοῖς.

πρὸς δὲ τὰς ἀδίκους δεήσεις ἀκολάκευτος ἦν, καὶ τὴν ὑπὸ τῶν ἀναισχύντως λιπαρούντων ἧτταν, ἣν ἔνιοι δυσωπεῖσθαι καλοῦσιν, αἰσχίστην ἀνδρὶ μεγάλῳ ποιούμενος εἰώθει λέγειν ὡς οἱ μηδὲν ἀρνεῖσθαι δυνάμενοι δοκοῦσιν αὐτῷ μὴ καλῶς τὴν ὥραν διατεθεῖσθαι.

μέλλων δὲ διαβαίνειν εἰς Λιβύην Καῖσαρ ἐπὶ Κάτωνα καὶ Σκηπίωνα Βρούτῳ τὴν ἐντὸς Ἄλπεων Γαλατίαν ἐπέτρεψεν εὐτυχίᾳ τινὶ τῆς ἐπαρχίας·