Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

καὶ δόξαντος ἔκ τινων διαλογισμῶν ἄριστα περὶ τῆς Πομπηΐου τεκμαίρεσθαι φυγῆς, ἀφεὶς τἆλλα τὴν ἐπʼ Αἰγύπτου συνέτεινεν.

ἀλλὰ Πομπήϊον μὲν, ὥσπερ εἴκασε Βροῦτος, Αἰγύπτῳ προσβαλόντα τὸ πεπρωμένον ἐδέξατο. Καίσαρα δὲ καὶ πρὸς Κάσσιον ἐπράϋνε Βροῦτος.

καὶ δὴ καὶ τῷτῶν Λιβύων βασιλεῖ προηγορῶν μὲν ἡττᾶτο τοῦ μεγέθους τῶν κατηγοριῶν, δεόμενος δὲ καὶ παραιτούμενος περὶ τούτου[*](περὶ τούτου transposed by Bekker, after Vögelin, to the following sentence, between αὐτοῦ and λέγοντος (as soon as he heard him speaking in his behalf).) πολλὴν αὐτῷ διέσωσε τῆς ἀρχῆς,

λέγεται δὲ Καῖσαρ, ὅτε πρῶτον ἤκουσεν

p.138
αὐτοῦ λέγοντος, εἰπεῖν πρὸς τοὺς φίλους· οὗτος ὁ νεανίας οὐκ οἶδα μὲν ὃ βούλεται, πᾶν δʼ ὃ βούλεται σφόδρα βούλεται.

τὸ γὰρ ἐμβριθὲς αὐτοῦ καὶ μὴ ῥᾳδίως μηδὲ παντὸς ὑπήκοον τοῦ δεομένου πρὸς χάριν, ἀλλʼ ἐκ λογισμοῦ καὶ προαιρέσεως τῶν καλῶν πρακτικόν, ὅποι τρέψειεν, ἰσχυραῖς ἐχρῆτο ταῖς ὁρμαῖς καὶ τελεσιουργοῖς.