Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

δεηθεὶς δὲ καὶ παρακαλέσας σῴζειν ἑαυτούς ἀνεχώρησεν ἀπωτέρω μετὰ δυεῖν ἢ τριῶν, ἐν οἷς ἦν καὶ Στράτων ὁ ἀπὸ λόγων ῥητορικῶν γεγονὼς αὐτῷ συνήθης.

καὶ τοῦτον ἔγγιστα παραστησάμενος ἑαυτῷ καὶ τὸ ξίφος γυμνὸν ἐπὶ τῆς λαβῆς τοῖς χερσὶν ἀμφοτέραις ἐρείσας καὶ περιπεσών ἐτελεύτησεν.

οἱ δέ φασιν οὐκ αὐτὸν, ἀλλὰ τὸν Στράτωνα, πολλὰ πάνυ τοῦ Βρούτου δεηθέντος, ἀποστρέψαντα τὴν ὄψιν ὑποστῆσαι τὸ ξίφος· ἐκεῖνον δὲ ῥύμῃ προσβαλόντα τὸ στέρνον καὶ διώσαντα συντόμως ἀποθανεῖν.

τοῦτον δὲ τὸν Στράτωνα Μεσσάλας ἑταῖρος ὢν Βρούτῳ Καίσαρι διαλλαγεὶς ἐπὶ σχολῆς ποτε προσήγαγε, καὶ δακρύσας εἶπεν· οὗτός ἐστιν, ὦ Καῖσαρ, ὁ ἀνήρ, ὁ τῷ ἐμῷ Βρούτῳ τὴν τελευταίαν ὑπουργήσας χάριν.

ἀποδεξάμενος οὖν ὁ Καῖσαρ ἔσχεν αὐτὸν ἔν τε τοῖς πόνοις καὶ

p.246
ἐν τοῖς περὶ Ἄκτιον ἀγῶσιν ἕνα τῶν περὶ αὐτὸν ἀγαθῶν γενομένων Ἑλλήνων.

αὐτὸν δὲ τὸν Μεσσάλαν λέγουσιν ὕστερον ἐπαινούμενον ὑπὸ Καίσαρος ὅτι, καίπερ ἐν Φιλίπποις πολεμιώτατος αὐτοῖς γενόμενος διὰ Βροῦτον, ἐν Ἀκτίῳ προθυμότατον ἑαυτὸν παρέσχεν, ἐγώ τοι, φάναι, ὦ Καῖσαρ, ἀεὶ τῆς βελτίονος καὶ δικαιοτέρας τιμῆς καὶ μερίδος ἐγενόμην.

τὸν δὲ Βροῦτον ὁ Ἀντώνιος ἀνευρὼν τεθνηκότα τὸ μὲν σῶμα τῇ πολυτελεστάτῃ τῶν ἑαυτοῦ φοινικίδων περιβαλεῖν ἐκέλευσεν, ὕστερον δὲ τὴν φοινικίδα κεκλεμμένην αἰσθόμενος ἀπέκτεινε τὸν ὑφελόμενον. τὰ δὲ λείψανα πρὸς τὴν μητέρα τοῦ Βρούτου Σερβιλίαν ἀπέπεμψε.