Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἐμβολὼν δὲ τὴν δεξιὰν ἑκάστῳ μάλα φαιδρός ἥδεσθαι μὲν ἔφη μεγάλην ἡδονήν ὅτι τῶν φίλων αὐτὸν οὐδεὶς ἐψεύσατο, τῇ τύχῃ δʼ ἐγκαλεῖν ὑπὲρ τῆς πατρίδος·
ἑαυτὸν δὲ τῶν νενικηκότων μακαριώτερον νομίζειν, οὐκ ἐχθὲς οὐδὲ πρώην μόνον, ἀλλὰ καὶ νῦν, ἀπολείποντα δόξαν ἀρετῆς,
paris.1624.1009
ἣν οὔτε ὅπλοις οὔτε χρήμασιν ἀπολείψουσιν οἱ κεκρατηκότες, ὡς μὴδοκεῖν ὅτι δικαίους ἄνδρας ἄδικοι καὶ κακοὶ χρηστοὺς ἀπολέσαντες οὐ προσηκόντως ἄρχουσι.δεηθεὶς δὲ καὶ παρακαλέσας σῴζειν ἑαυτούς ἀνεχώρησεν ἀπωτέρω μετὰ δυεῖν ἢ τριῶν, ἐν οἷς ἦν καὶ Στράτων ὁ ἀπὸ λόγων ῥητορικῶν γεγονὼς αὐτῷ συνήθης.
καὶ τοῦτον ἔγγιστα παραστησάμενος ἑαυτῷ καὶ τὸ ξίφος γυμνὸν ἐπὶ τῆς λαβῆς τοῖς χερσὶν ἀμφοτέραις ἐρείσας καὶ περιπεσών ἐτελεύτησεν.