Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τέλος δὲ τὸν Βολούμνιον αὐτὸν Ἑλληνιστὶ τῶν λόγων καὶ τῆς ἀσκήσεως ὑπεμίμνῃσκε· καὶ παρεκάλει τῇ χειρὶ συνεφάψασθαι τοῦ ξίφους αὐτῷ καὶ συνεπερεῖσαι τὴν πληγήν.

τοῦ δὲ Βολουμνίου διωσαμένου καὶ τῶν ἄλλων ὁμοίως ἐχόντων, εἰπόντος δέ τινος ὡς δεῖ μὴ μένειν, ἀλλὰ φεύγειν,

p.244
ἐξαναστὰς, πάνυ μὲν οὖν, ἔφη, φευκτέον· ἀλλʼ οὐ διὰ τῶν ποδῶν, ἀλλὰ διὰ τῶν χειρῶν.

ἐμβολὼν δὲ τὴν δεξιὰν ἑκάστῳ μάλα φαιδρός ἥδεσθαι μὲν ἔφη μεγάλην ἡδονήν ὅτι τῶν φίλων αὐτὸν οὐδεὶς ἐψεύσατο, τῇ τύχῃ δʼ ἐγκαλεῖν ὑπὲρ τῆς πατρίδος·

ἑαυτὸν δὲ τῶν νενικηκότων μακαριώτερον νομίζειν, οὐκ ἐχθὲς οὐδὲ πρώην μόνον, ἀλλὰ καὶ νῦν, ἀπολείποντα δόξαν ἀρετῆς,

paris.1624.1009
ἣν οὔτε ὅπλοις οὔτε χρήμασιν ἀπολείψουσιν οἱ κεκρατηκότες, ὡς μὴδοκεῖν ὅτι δικαίους ἄνδρας ἄδικοι καὶ κακοὶ χρηστοὺς ἀπολέσαντες οὐ προσηκόντως ἄρχουσι.

δεηθεὶς δὲ καὶ παρακαλέσας σῴζειν ἑαυτούς ἀνεχώρησεν ἀπωτέρω μετὰ δυεῖν ἢ τριῶν, ἐν οἷς ἦν καὶ Στράτων ὁ ἀπὸ λόγων ῥητορικῶν γεγονὼς αὐτῷ συνήθης.