Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὁ μὲν οὖν πυρσὸς ἤρθη τοῦ Στατυλλίου παρελθόντος εἰς τὸ στρατόπεδον, ὡς δʼ οὐκ ἐπανῄει χρόνῳ πολλῷ Βροῦτος εἶπεν ἂν ζῇ Στατύλλιος, ἀφίξεται. συνέβη δʼ αὐτὸν ἐπανερχόμενον ἐμπεσεῖν εἰς τοὺς πολεμίους καὶ διαφθαρῆναι.

προϊούσης δὲ τῆς νυκτός ἀποκλίνας, ὡς ἔτυχε καθεζόμενος, πρὸς οἰκέτην ἑαυτοῦ Κλεῖτον ἐλάλει. σιωπῶντος δὲ τοῦ Κλείτου καὶ δακρύοντος, αὖθις ἐπισπασάμενος τὸν ὑπασπιστὴν Δάρδανον ἰδίᾳ τινὰς αὐτῷ προσέφερε λόγους.