Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἐπανελθόντες δὲ μετὰ μικρὸν ἠρώτησαν περὶ τοῦ πώματος, ἠθικῶς δὲ σφόδρα μειδιάσας ὁ Βροῦτος πρὸς τὸν Βολούμνιον ἐκπέποται, εἶπεν, ἀλλʼ ἕτερον ὑμῖν κομισθήσεται πεμφθεὶς δʼ ὁ αὐτός ἐκινδύνευσεν ὑπὸ τῶν πολεμίων ἁλῶναι καὶ μόλις ἐσώθη τετρωμένος.
εἰκάζοντι δὲ αὐτῷ μὴ πολλοὺς ἐν τῇ μάχῃ τεθνάναι Στατύλλιος ὑπέστη διὰ τῶν πολεμίων ἐκπαισάμενος ʽάλλως γὰρ οὐκ ἦν κατόψεσθαι τὸ στρατόπεδον, καὶ πυρσὸν ἄρας ἄνπερ εὕρῃ τἀκεῖ σῳζόμενα, πάλιν ἀφίξεσθαι πρὸς αὐτόν.
ὁ μὲν οὖν πυρσὸς ἤρθη τοῦ Στατυλλίου παρελθόντος εἰς τὸ στρατόπεδον, ὡς δʼ οὐκ ἐπανῄει χρόνῳ πολλῷ Βροῦτος εἶπεν ἂν ζῇ Στατύλλιος, ἀφίξεται. συνέβη δʼ αὐτὸν ἐπανερχόμενον ἐμπεσεῖν εἰς τοὺς πολεμίους καὶ διαφθαρῆναι.
προϊούσης δὲ τῆς νυκτός ἀποκλίνας, ὡς ἔτυχε καθεζόμενος, πρὸς οἰκέτην ἑαυτοῦ Κλεῖτον ἐλάλει. σιωπῶντος δὲ τοῦ Κλείτου καὶ δακρύοντος, αὖθις ἐπισπασάμενος τὸν ὑπασπιστὴν Δάρδανον ἰδίᾳ τινὰς αὐτῷ προσέφερε λόγους.
τέλος δὲ τὸν Βολούμνιον αὐτὸν Ἑλληνιστὶ τῶν λόγων καὶ τῆς ἀσκήσεως ὑπεμίμνῃσκε· καὶ παρεκάλει τῇ χειρὶ συνεφάψασθαι τοῦ ξίφους αὐτῷ καὶ συνεπερεῖσαι τὴν πληγήν.
τοῦ δὲ Βολουμνίου διωσαμένου καὶ τῶν ἄλλων ὁμοίως ἐχόντων, εἰπόντος δέ τινος ὡς δεῖ μὴ μένειν, ἀλλὰ φεύγειν,
ἐμβολὼν δὲ τὴν δεξιὰν ἑκάστῳ μάλα φαιδρός ἥδεσθαι μὲν ἔφη μεγάλην ἡδονήν ὅτι τῶν φίλων αὐτὸν οὐδεὶς ἐψεύσατο, τῇ τύχῃ δʼ ἐγκαλεῖν ὑπὲρ τῆς πατρίδος·