Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ταῦτʼ εἰπὼν καὶ τὸν Λουκίλλιον ἀσπασάμενος τότε μὲν ἑνὶ τῶν φίλων συνέστησεν, ὕστερον δὲ χρώμενος εἰς πάντα πιστῷ καὶ βεβαίῳ διετέλεσε.

Βροῦτος δὲ διαβάς τι ῥεῖθρον ὑλῶδες καὶ παράκρημνον ἤδη σκότους ὄντος οὐ πολὺ προῆλθεν, ἀλλʼ ἐν τόπῳ κοίλῳ καὶ πέτραν ἔχοντι μεγάλην προκειμένην καθίσας, ὀλίγων περὶ αὐτὸν ἡγεμόνων καὶ φίλων ὄντων, πρῶτα μὲν ἀποβλέψας εἰς τὸν οὐρανὸν ἀστέρων ὄντα μεστόν ἀνεφθέγξατο δύο στίχους, ὧν τὸν ἕτερον Βολούμνιος ἀνέγραψε·

Ζεῦ, μὴ λάθοι σε τῶνδʼ ὃς αἴτιος κακῶν·
τοῦ δʼ ἑτέρου φησὶν ἐπιλαθέσθαι.