Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐπεὶ δʼ ἐγγὺς ἦσαν, ὁ μὲν Ἀντώνιος ὑπέστη, διαπορῶν ὅπως χρὴ δέξασθαι τὸν Βροῦτον, ὁ δὲ Λουκίλλιος προσαχθεὶς μάλα

paris.1624.1008
τεθαρρηκώς Μᾶρκον μὲν, εἶπεν, Ἀντώνιε, Βροῦτονοὐδεὶς ᾕρηκεν οὐδʼ ἂν ἕλοι πολέμιος· μὴ τοσοῦτον ἡ τύχῃ κρατήσειε τῆς ἀρετῆς.

ἀλλʼ ἐκεῖνος εὑρεθήσεται ζῶν ἤ που καὶ νεκρὸς ἀξίως κείμενος ἑαυτοῦ. ἐγὼ δὲ τοὺς σοὺς στρατιώτας

p.240
παρακρουσάμενος ἥκω, παθεῖν οὐδὲν ἐπὶ τούτῳ τῶν ἀνηκέστων παραιτούμενος.

ταῦτʼ εἰπόντος τοῦ Λουκιλλίου καὶ πάντων ἐκπλαγέντων Ἀντώνιος πρὸς τοὺς κομίσαντας αὐτὸν ἀποβλέψας, ἦπουχαλεπῶς, εἶπεν, ὦ συστρατιῶται, φέρετε τῇ ἁμαρτίᾳ περιυβρίσθαι δοκοῦντες.

ἀλλʼ εὖ ἴστε κρείττονα τῆς ζητουμένης ἄγρας ᾑρηκότες. πολέμιον γὰρ ζητοῦντες ἥκετε φίλον ἡμῖν κομίζοντες· ὡς ἐγὼ Βρούτῳ μὲν οὐκ οἶδα μὰ τοὺς θεοὺς ὅ τι ἂν ἐχρησάμην ζῶντι· τοιούτων δʼ ἀνδρῶν φίλων τυγχάνοιμι μᾶλλον ἢ πολεμίων.

ταῦτʼ εἰπὼν καὶ τὸν Λουκίλλιον ἀσπασάμενος τότε μὲν ἑνὶ τῶν φίλων συνέστησεν, ὕστερον δὲ χρώμενος εἰς πάντα πιστῷ καὶ βεβαίῳ διετέλεσε.

Βροῦτος δὲ διαβάς τι ῥεῖθρον ὑλῶδες καὶ παράκρημνον ἤδη σκότους ὄντος οὐ πολὺ προῆλθεν, ἀλλʼ ἐν τόπῳ κοίλῳ καὶ πέτραν ἔχοντι μεγάλην προκειμένην καθίσας, ὀλίγων περὶ αὐτὸν ἡγεμόνων καὶ φίλων ὄντων, πρῶτα μὲν ἀποβλέψας εἰς τὸν οὐρανὸν ἀστέρων ὄντα μεστόν ἀνεφθέγξατο δύο στίχους, ὧν τὸν ἕτερον Βολούμνιος ἀνέγραψε·

Ζεῦ, μὴ λάθοι σε τῶνδʼ ὃς αἴτιος κακῶν·
τοῦ δʼ ἑτέρου φησὶν ἐπιλαθέσθαι.